ΟΙΚΟΣ ΤΗΣ
ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ
ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ
1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 |
ΚΑΙ ἀνηγγέλη τῷ ᾿Ιωὰβ λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ ᾿Αβεσσαλώμ. 2 καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων, ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ. 3 καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ. 4 καὶ ὁ βασιλεὺς ἔκρυψε τὸ πρόσωπον αὐτοῦ. καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων· υἱέ μου ᾿Αβεσσαλώμ, ᾿Αβεσσαλὼμ υἱέ μου. 5 καὶ εἰσῆλθεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπε· κατῄσχυνας σήμερον τὰ πρόσωπα πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου, 6 τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου, οὐδὲ παῖδες· ὅτι ἔγνωκα σήμερον ὅτι εἰ ᾿Αβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου. 7 καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν. 8 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ, καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθε πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως ἐπὶ τὴν πύλην. καὶ ᾿Ισραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ. 9 Καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς ᾿Ισραὴλ λέγοντες· ὁ βασιλεὺς Δαυὶδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλετο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων, καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ, καὶ ἀπὸ ᾿Αβεσσαλώμ· 10 καὶ ᾿Αβεσσαλώμ, ὃν ἐχρίσαμεν ἐφ' ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἱνατί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ρῆμα παντὸς ᾿Ισραὴλ ἦλθε πρὸς τὸν βασιλέα. 11 καὶ ὁ βασιλεὺς Δαυὶδ ἀπέστειλε πρὸς Σαδὼκ καὶ πρὸς ᾿Αβιάθαρ τοὺς ἱερεῖς λέγων· λαλήσατε πρὸς τοὺς πρεσβυτέρους ᾿Ιούδα λέγοντες· ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς ᾿Ισραὴλ ἦλθε πρὸς τὸν βασιλέα. 12 ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; 13 καὶ τῷ ᾿Αμεσσαΐ ἐρεῖτε· οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ ᾿Ιωάβ. 14 καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς ᾿Ιούδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες· ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου. 15 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ ᾿Ιορδάνου, καὶ ἄνδρες ᾿Ιούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν ᾿Ιορδάνην. 16 καὶ ἐτάχυνε Σεμεΐ υἱὸς Γηρὰ υἱοῦ τοῦ ᾿Ιεμινὶ ἐκ Βαουρὶμ καὶ κατέβη μετὰ ἀνδρὸς ᾿Ιούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυὶδ 17 καὶ χίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκ τοῦ Βενιαμὶν καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ καὶ πεντεκαίδεκα υἱοὶ αὐτοῦ μετ' αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ' αὐτοῦ καὶ κατεύθυναν τὸν ᾿Ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως 18 καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις τοῦ ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμεΐ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν ᾿Ιορδάνην 19 καὶ εἶπε πρὸς τὸν βασιλέα· μὴ δὴ λογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ ῾Ιερουσαλήμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ, 20 ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς ᾿Ισραὴλ καὶ οἴκου ᾿Ιωσὴφ τοῦ καταβῆναί με εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως. 21 καὶ ἀπεκρίθη ᾿Αβεσσὰ υἱὸς Σαρουΐας καὶ εἶπε· μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεΐ, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου; 22 καὶ εἶπε Δαυίδ· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ ᾿Ισραήλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν ᾿Ισραήλ. 23 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμέΐ· οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς. 24 καὶ Μεμφιβοσθὲ υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐθεράπευσε τοὺς πόδας αὐτοῦ, οὐδὲ ὠνυχίσατο, οὐδὲ ἐποίησε τὸν μύστακα αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἀπέπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ. 25 καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς ῾Ιερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· τί ὅτι οὐκ ἐπορεύθης μετ' ἐμοῦ, Μεμφιβοσθέ; 26 καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθέ· κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ· ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ' αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου· 27 καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· 28 ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου, ἀλλ' ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου· καὶ τί ἔστι μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα; 29 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἱνατί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον· σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν. 30 καὶ εἶπε Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα· καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ. 31 καὶ Βερζελλὶ ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλὶμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν ᾿Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν ᾿Ιορδάνην· 32 καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναΐμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα. 33 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλί· σὺ διαβήσῃ μετ' ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ' ἐμοῦ ἐν ῾Ιερουσαλήμ. 34 καὶ εἶπε Βερζελλὶ πρὸς τὸν βασιλέα· πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς ῾Ιερουσαλήμ; 35 υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ; εἰ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ἆδόντων καὶ ἆδουσῶν; καὶ ἱνατί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα; 36 ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν ᾿Ιορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἱνατί ἀνταποδίδωσί μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην; 37 καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρὸς μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. 38 καὶ εἶπεν ὁ βασιλεύς· μετ' ἐμοῦ διαβήτω Χαμαάμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα, ὅσα ἂν ἐκλέξῃ ἐπ' ἐμοί, ποιήσω σοι. 39 καὶ διέβη πᾶς ὁ λαὸς τὸν ᾿Ιορδάνην, καὶ ὁ βασιλεὺς διέβη· καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλὶ καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. 40 καὶ διέβη ὁ βασιλεὺς εἰς Γάλγαλα, καὶ Χαμαὰμ διέβη μετ' αὐτοῦ, καὶ πᾶς ὁ λαὸς ᾿Ιούδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ ᾿Ισραήλ. 41 καὶ ἰδοὺ πᾶς ἀνὴρ ᾿Ισραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπε πρὸς τὸν βασιλέα· τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ ᾿Ιούδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν ᾿Ιορδάνην καὶ πάντες ἄνδρες Δαυὶδ μετ' αὐτοῦ; 42 καὶ ἀπεκρίθη πᾶς ἀνὴρ ᾿Ιούδα πρὸς ἄνδρα ᾿Ισραὴλ καὶ εἶπαν· διότι ἐγγίζει πρός με ὁ βασιλεύς· καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ᾖρεν ἡμῖν; 43 καὶ ἀπεκρίθη ἀνὴρ ᾿Ισραὴλ τῷ ἀνδρὶ ᾿Ιούδα καὶ εἶπε· δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυίδ εἰμι ὑπὲρ σέ· καὶ ἱνατί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς ᾿Ιούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς ᾿Ισραήλ.
ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ
ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ
Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ