ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ


ΙΗΣΟΥΣ ΝΑΥΗ

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 |


14



 ΚΑΙ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν ᾿Ισραὴλ ἐν τῇ γῇ Χαναάν, οἷς κατεκληρονόμησαν αὐτοῖς ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν ᾿Ισραήλ. 2 κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο Κύριος ἐν χειρὶ ᾿Ιησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς ἀπὸ τοῦ πέραν τοῦ ᾿Ιορδάνου, 3 καὶ τοῖς Λευίταις οὐκ ἔδωκε κλῆρον ἐν αὐτοῖς, 4 ὅτι ἦσαν οἱ υἱοὶ ᾿Ιωσὴφ δύο φυλαὶ Μανασσῆ καὶ ᾿Εφραίμ, καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλ' ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσι καὶ τὰ κτήνη αὐτῶν. 5 ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐμέρισαν τὴν γῆν. 6 Καὶ προσήλθοσαν οἱ υἱοὶ ᾿Ιούδα πρὸς ᾿Ιησοῦν ἐν Γαλγάλ, καὶ εἶπε πρὸς αὐτὸν Χάλεβ ὁ τοῦ ᾿Ιεφονὴ ὁ Κενεζαῖος· σὺ ἐπίστῃ τὸ ρῆμα, ὃ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ Θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Κάδης Βαρνή· 7 τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέ με Μωυσῆς ὁ παῖς τοῦ Θεοῦ ἐκ Κάδης Βαρνὴ κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ, 8 οἱ ἀδελφοί μου οἱ ἀναβάντες μετ' ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι Κυρίῳ τῷ Θεῷ μου, 9 καὶ ὤμοσε Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων· ἡ γῆ, ἐφ' ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω Κυρίου τοῦ Θεοῦ ἡμῶν. 10 καὶ νῦν διέθρεψέ με Κύριος, ὃν τρόπον εἶπε, τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος, ἀφ' οὗ ἐλάλησε Κύριος τὸ ρῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν· 11 ἔτι εἰμὶ σήμερον ἰσχύων, ὡσεὶ ὅτε ἀπέστειλέ με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον. 12 καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπε Κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ρῆμα τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. νῦν δὲ οἱ ᾿Ενακὶμ ἐκεῖ εἰσι, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν Κύριος μετ' ἐμοῦ ᾖ, ἐξολοθρεύσω αὐτούς, ὃν τρόπον εἰπέ μοι Κύριος. 13 καὶ εὐλόγησεν αὐτὸν ᾿Ιησοῦς καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ ᾿Ιεφονὴ υἱῷ Κενὲζ ἐν κλήρῳ. 14 διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χάλεβ τῷ τοῦ ᾿Ιεφονὴ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι Κυρίου Θεοῦ ᾿Ισραήλ. 15 τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦν τὸ πρότερον πόλις ᾿Αρβόκ· μητρόπολις τῶν ᾿Ενακὶμ αὕτη. καὶ ἡ γῆ ἐκόπασε τοῦ πολέμου.


ΙΗΣΟΥΣ ΝΑΥΗ
 
< <     > >



ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ