ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ


ΜΑΚΚΑΒΑΙΩΝ Β

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 |


8



 ΙΟΥΔΑΣ δὲ ὁ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας προσεκαλοῦντο τοὺς συγγενεῖς καὶ τοὺς μεμενηκότας ἐν τῷ ᾿Ιουδαϊσμῷ προσλαβόμενοι συνήγαγον εἰς ἑξακισχιλίους. 2 καὶ ἐπεκαλοῦντο τὸν Κύριον ἐπιδεῖν ἐπὶ τὸν ὑπὸ πάντων καταπατούμενον λαόν, οἰκτεῖραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνθρώπων βεβηλωθέντα, 3 ἐλεῆσαι δὲ καὶ τὴν καταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι, 4 μνησθῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν καὶ μισοπονηρῆσαι. 5 γενόμενος δὲ ἐν συστήματι ὁ Μακκαβαῖος ἀνυπόστατος ἤδη τοῖς ἔθνεσιν ἐγίνετο, τῆς ὀργῆς τοῦ Κυρίου εἰς ἔλεον τραπείσης. 6 πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τῶν πολεμίων ἐνίκα τροπούμενος 7 μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβουλὰς συνεργοὺς ἐλάμβανε. καὶ λαλιά τις τῆς εὐανδρίας αὐτοῦ διεχεῖτο πανταχῆ. 8 Συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα, πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν. 9 ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν τοῦ Πατρόκλου τῶν πρώτων φίλων ἀπέστειλεν ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τῶν δισμυρίων τὸ σύμπαν τῶν ᾿Ιουδαίων ἐξᾶραι γένος· συνέστησε δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ ἐν πολεμικαῖς χρείαις πεῖραν ἔχοντα. 10 διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ρωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν ᾿Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν. 11 εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλε προσκαλούμενος ἐπ᾿ ἀγορασμὸν ᾿Ιουδαϊκῶν σωμάτων, ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν, οὐ προσδεχόμενος τὴν παρὰ τοῦ Παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπ᾿ αὐτῷ δίκην. 12 τῷ δὲ ᾿Ιούδᾳ προσέπεσε περὶ τῆς τοῦ Νικάνορος ἐφόδου· καὶ μεταδόντος αὐτοῦ τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου, 13 οἱ δειλανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ Θεοῦ δίκην διεδίδρασκον καὶ ἐξετόπιζον ἑαυτούς. 14 οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν Κύριον ἠξίουν ρύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους· 15 καὶ εἰ μὴ δι᾿ αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας καὶ ἕνεκεν τῆς ἐπ᾿ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ. 16 συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας τὸν ἀριθμὸν ἐξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοὺς πολεμίους, μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπ᾿ αὐτοὺς ἐθνῶν πολυπληθίαν, ἀγωνίσασθαι δὲ γενναίως 17 πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντελεσμένην ὑπ᾿ αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν. 18 οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι Θεῷ, δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφ᾿ ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἐν ἑνὶ νεύματι καταβαλεῖν, πεποίθαμεν. 19 προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήψεις καὶ τὴν ἐπὶ Σενναχηρείμ, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο, 20 καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς αὐτοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλθον ὀκτακισχίλιοι σὺν Μακεδόσι τετρασχιλίοις, τῶν Μακεδόνων ἀπορουμένων, οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν διὰ τὴν γενομένην αὐτοῖς ἀπ᾿ οὐρανοῦ βοήθειαν καὶ ὠφέλειαν πολλὴν ἔλαβον. 21 ἐφ᾿ οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνήσκειν, τετραμερές τι τὸ στράτευμα ἐποίησε. 22 τάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σίμωνα καὶ ᾿Ιώσηφον καὶ ᾿Ιωνάθαν, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις, 23 ἔτι δὲ καὶ ᾿Ελεάζαρον, παραγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνθημα Θεοῦ βοηθείας τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος, συνέβαλε τῷ Νικάνορι. 24 γενομένου δὲ αὐτοῖς τοῦ Παντοκράτορος συμμάχου, κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπήρους τὸ πλεῖστον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ φυγεῖν ἠνάγκασαν. 25 τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐφ᾿ ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι. 26 ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου, δι᾿ ἣν αἰτίαν οὐκ ἐμακροθύμησαν κατατρέχοντες αὐτούς. 27 ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο, περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ τῷ διασώσαντι αὐτοὺς εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς. 28 μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις καὶ ταῖς χήραις καὶ ὀρφανοῖς μερίσαντες ἀπὸ τῶν σκύλων, τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία ἐμερίσαντο. 29 ταῦτα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετίαν ποιησάμενοι, τὸν ἐλεήμονα Κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὐτοῦ δούλοις. 30 καὶ τοῖς περὶ Τιμόθεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο καὶ λάφυρα πλεῖστα ἐμερίσαντο ἰσομοίρους ἑαυτοὺς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρφανοῖς καὶ χήραις, ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες. 31 ὁπλολογήσαντες δὲ αὐτοὺς ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς ῾Ιεροσόλυμα. 32 τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς ᾿Ιουδαίους ἐπιλελυπηκότα. 33 ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας. Καλλισθένην καί τινας ἄλλους, ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότας, οἵτινες ἄξιον τῆς δυσσεβείας ἐκομίσαντο μισθόν. 34 ὁ δὲ τρισαλιτήριος Νικάνωρ, ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πράσιν τῶν ᾿Ιουδαίων ἀγαγών, 35 ταπεινωθεὶς ὑπὸ τῶν κατ᾿ αὐτὸν νομιζομένων ἐλαχίστων εἶναι, τῇ τοῦ Κυρίου βοηθείᾳ τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα, διὰ τῆς μεσογείου, δραπέτου τρόπον, ἔρημον ἑαυτὸν ποιήσας, ἧκεν εἰς ᾿Αντιόχειαν ὑπεράγαν δυσημερήσας ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ. 36 καὶ ὁ τοῖς Ρωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν ῾Ιεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι, κατήγγελλεν ὑπέρμαχον ἔχειν τὸν Θεὸν τοὺς ᾿Ιουδαίους καὶ διὰ τὸν τρόπον τοῦτο ἀτρώτους εἶναι τοὺς ᾿Ιουδαίους, διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπ᾿ αὐτοῦ προστεταγμένοις νόμοις.


ΜΑΚΚΑΒΑΙΩΝ Β
 
< <     > >



ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ