ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ


ΡΟΥΘ

1 | 2 | 3 | 4 |


2



 ΚΑΙ τῇ Νωεμὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύϊ ἐκ τῆς συγγενείας ᾿Ελιμέλεχ, καὶ ὄνομα αὐτῷ Βοόζ. 2 καὶ εἶπε Ροὺθ ἡ Μωαβῖτις πρὸς Νωεμίν· πορευθῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσι κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπε δὲ αὐτῇ· πορεύου, θύγατερ. 3 καὶ ἐπορεύθη καὶ ἐλθοῦσα συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθεν τῶν θεριζόντων· καὶ περιέπεσε περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοὸζ τοῦ ἐκ τῆς συγγενείας ᾿Ελιμέλεχ. 4 καὶ ἰδοὺ Βοὸζ ἦλθεν ἐκ Βηθλεὲμ καὶ εἶπε τοῖς θερίζουσι· Κύριος μεθ᾿ ὑμῶν· καὶ εἶπον αὐτῷ· εὐλογήσαι σε Κύριος. 5 καὶ εἶπε Βοὸζ τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας· τίνος ἡ νεᾶνις αὕτη; 6 καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὼς ἐπὶ τοὺς θερίζοντας καὶ εἶπεν· ἡ παῖς ἡ Μωαβῖτίς ἐστιν ἡ ἀποστραφεῖσα μετὰ Νωεμὶν ἐξ ἀγροῦ Μωὰβ 7 καὶ εἶπε· συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων· καὶ ἦλθε καὶ ἔστη ἀπὸ πρωΐθεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν. 8 καὶ εἶπε Βοὸζ πρὸς Ρούθ· οὐκ ἤκουσας, θύγατερ; μὴ πορευθῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ, καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν· ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου· 9 οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρόν, οὗ ἐὰν θερίζωσι, καὶ πορεύσῃ κατόπισθεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψαισθαί σου· καὶ ὅτε διψήσεις καὶ πορευθήσῃ εἰς τὰ σκεύη καὶ πίεσαι ὅθεν ἐὰν ὑδρεύωνται τὰ παιδάρια. 10 καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπε πρὸς αὐτόν· τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με, καὶ ἐγώ εἰμι ξένη; 11 καὶ ἀπεκρίθη Βοὸζ καὶ εἶπεν αὐτῇ· ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου καὶ ἐπορεύθης πρὸς λαόν, ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης· 12 ἀποτίσαι Κύριος τὴν ἐργασίαν σου καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου Θεοῦ ᾿Ισραήλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸτὰς πτέρυγας αὐτοῦ. 13 ἡ δὲ εἶπεν· εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριε, ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου. 14 καὶ εἶπεν αὐτῇ Βοόζ· ἤδη ὥρα τοῦ φαγεῖν, πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. καὶ ἐκάθισε Ροὺθ ἐκ πλαγίων τῶν θεριζόντων, καὶ ἐβούνισεν αὐτῇ Βοὸζ ἄλφιτον, καὶ ἔφαγε καὶ ἐνεπλήσθη καὶ κατέλιπε. 15 καὶ ἀνέστη τοῦ συλλέγειν, καὶ ἐνετείλατο Βοὸζ τοῖς παιδαρίοις αὐτοῦ λέγων· καί γε ἀνὰ μέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν· 16 καὶ βαστάζοντες βαστάσατε αὐτῇ καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων· καὶ φάγεται καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ. 17 καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας· καὶ ἐρράβδισεν ἃ συνέλεξε, καὶ ἐγενήθη ὡς οἰφὶ κριθῶν. 18 καὶ ᾖρε καὶ εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξε, καὶ ἐξενέγκασα Ροὺθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν, ἐξ ὧν ἐνεπλήσθη. 19 καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς· ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας; εἴη ὁ ἐπιγνούς σε εὐλογημένος. καὶ ἀνήγγειλε Ροὺθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησε, καὶ εἶπε· τὸ ὄνομα τοῦ ἀνδρός, μεθ᾿ οὗ ἐποίησα σήμερον, Βοόζ. 20 εἶπε δὲ Νωεμὶν τῇ νύμφῃ αὐτῆς· εὐλογητός ἐστι τῷ Κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπε τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων. καὶ εἶπεν αὐτῇ Νωεμίν· ἐγγίζει ἡμῖν ὁ ἀνήρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι. 21 καὶ εἶπε Ροὺθ πρὸς τὴν πενθερὰν αὐτῆς· καί γε ὅτι εἶπε πρός με· μετὰ τῶν κορασίων τῶν ἐμῶν προσκολλήθητι ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν, ὃς ὑπάρχει μοι. 22 καὶ εἶπε Νωεμὶν πρὸς Ροὺθ τὴν νύμφην αὐτῆς· ἀγαθόν, θύγατερ, ὅτι ἐξῆλθες μετὰ τῶν κορασίων αὐτοῦ, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ. 23 καὶ προσεκολλήθη Ροὺθ τοῖς κορασίοις τοῦ Βοὸζ τοῦ συλλέγειν ἕως τοῦ συντελέσαι τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν.


ΡΟΥΘ
 
< <     > >



ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ