ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ


ΕΣΘΗΡ

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 |


6



 Ο δὲ Κύριος ἀπέστησε τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ εἶπε τῷ διακόνῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ. 2 εὗρε δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλε τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας ᾿Αρταξέρξῃ. 3 εἶπε δὲ ὁ βασιλεύς· τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· οὐκ ἐποίησας αὐτῷ οὐδέν. 4 ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου, ἰδοὺ ᾿Αμὰν ἐν τῇ αὐλῇ. εἶπε δὲ ὁ βασιλεύς· τίς ἐν τῇ αὐλῇ; ὁ δὲ ᾿Αμὰν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ, ᾧ ἡτοίμασε. 5 καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· ἰδοὺ ᾿Αμὰν ἕστηκεν ἐν τῇ αὐλῇ. καὶ εἶπεν ὁ βασιλεύς· καλέσατε αὐτόν. 6 εἶπε δὲ ὁ βασιλεὺς τῷ ᾿Αμάν· τί ποιήσω τῷ ἀνθρώπῳ, ὃν ἐγὼ θέλω δοξάσαι; εἶπε δὲ ἐν ἑαυτῷ ᾿Αμάν· τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ; 7 εἶπε δὲ πρὸς τὸν βασιλέα· ἄνθρωπον, ὃν ὁ βασιλεὺς θέλει δοξάσαι, 8 ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην, ἣν ὁ βασιλεὺς περιβάλλεται, καὶ ἵππον ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπιβαίνει, 9 καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον, ὃν ὁ βασιλεὺς ἀγαπᾷ, καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων· οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν ὁ βασιλεὺς δοξάζει. 10 εἶπε δὲ ὁ βασιλεὺς τῷ ᾿Αμάν· καλῶς ἐλάλησας. οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ ᾿Ιουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος, ὧν ἐλάλησας. 11 ἔλαβε δὲ ᾿Αμὰν τὴν στολὴν καὶ τὸν ἵππον, καὶ ἐστόλισε τὸν Μαρδοχαῖον, καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διῆλθε διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσε λέγων· οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν ὁ βασιλεὺς θέλει δοξάσαι. 12 ἐπέστρεψε δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν. ᾿Αμὰν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς. 13 καὶ διηγήσατο ᾿Αμὰν τὰ συμβεβηκότα αὐτῷ Ζωσάρᾳ τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς φίλοις, καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι καὶ ἡ γυνή· εἰ ἐκ γένους ᾿Ιουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ καὶ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι Θεὸς ζῶν μετ᾿ αὐτοῦ. 14 ἔτι αὐτῶν λαλούντων, παραγίνονται οἱ εὐνοῦχοι ἐπισπεύδοντες τὸν ᾿Αμὰν ἐπὶ τὸν πότον, ὃν ἡτοίμασεν ᾿Εσθήρ.


ΕΣΘΗΡ
 
< <     > >



ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ