ΟΙΚΟΣ ΤΗΣ
ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ
ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ
1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 |
ΚΑΙ εἶπε Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων· νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ, καὶ οὐκ ἔστι μοι ἀγαθόν, ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον ᾿Ισραήλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ. 2 καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ μετ᾿ αὐτοῦ καὶ ἐπορεύθη πρὸς ᾿Αγχοῦς υἱὸν ᾿Αμμὰχ βασιλέα Γέθ. 3 καὶ ἐκάθισε Δαυὶδ μετὰ ᾿Αγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, ᾿Αχινὰαχ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. 4 καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγε Δαυὶδ εἰς Γέθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν. 5 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· εἰ δή εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ᾿ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἱνατί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένη μετὰ σοῦ; 6 καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς ᾿Ιουδαίας ἕως τῆς ἡμέρας ταύτης. 7 καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν, ὧν ἐκάθισε Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων τέσσαρας μῆνας. 8 καὶἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν ᾿Αμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου. 9 καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα ἢ γυναῖκα καὶ ἐλάμβανον ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς ᾿Αγχοῦς. 10 καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· κατὰ νότον τῆς ᾿Ιουδαίας καὶ κατὰ νότον ᾿Ιεσμεγὰ καὶ κατὰ νότον τοῦ Κενεζί. 11 καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ λέγων· μὴ ἀναγγείλωσιν εἰς Γὲθ καθ᾿ ἡμῶν λέγοντες· τάδε Δαυὶδ ποιεῖ, καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων. 12 καὶ ἐπιστεύθη Δαυὶδ ἐν τῷ ᾿Αγχοῦς σφόδρα λέγων· ᾔσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν ᾿Ισραὴλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.
ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ
ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ
Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ