ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ


ΝΕΕΜΙΑΣ

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 |


13



  Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶ τοῦ λαοῦ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ, ὅπως μὴ εἰσέλθωσιν ᾿Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ Θεοῦ ἕως αἰῶνος, 2 ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν ἄρτῳ καὶ ὕδατι καὶ ἐμισθώσαντο ἐπ' αὐτὸν τὸν Βαλαὰμ καταράσασθαι, καὶ ἐπέστρεψεν ὁ Θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν. 3 καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον, καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν ᾿Ισραήλ. 4 καὶ πρὸ τούτου ᾿Ελιασὶβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου Θεοῦ ἡμῶν ἐγγίων Τωβίᾳ 5 καὶ ἐποίησεν ἑαυτῷ γαζοφυλάκιον μέγα, καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μαναὰν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ἆδόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων. 6 καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν ῾Ιερουσαλήμ· ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ ᾿Αρθασασθὰ βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα. καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως 7 καὶ ἦλθον εἰς ῾Ιερουσαλήμ. καὶ συνῆκα ἐν τῇ πονηρίᾳ, ᾖ ἐποίησεν ᾿Ελιασὶβ τῷ Τωβίᾳ, ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ Θεοῦ. 8 καὶ πονηρόν μοι ἐφάνη σφόδρα, καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβία ἔξω ἀπὸ τοῦ γαζοφυλακίου· 9 καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια, καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ Θεοῦ, τὴν μαναὰν καὶ τὸν λίβανον. 10 καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν, καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ, οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον. 11 καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα· διατί ἐγκατελείφθη ὁ οἶκος τοῦ Θεοῦ; καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν. 12 καὶ πᾶς ᾿Ιούδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς 13 ἐπὶ χεῖρα Σελεμία τοῦ ἱερέως καὶ Σαδδοὺκ τοῦ γραμματέως καὶ Φαδαΐα ἀπὸ τῶν Λευιτῶν, καὶ ἐπὶ χεῖρα αὐτῶν ᾿Ανὰν υἱὸς Ζακχούρ, υἱὸς Ματθανίου, ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ' αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν. 14 μνήσθητί μου, ὁ Θεός, ἐν ταύτῃ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου, ὃ ἐποίησα ἐν οἴκῳ Κυρίου τοῦ Θεοῦ. 15 ᾿Εν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν ᾿Ιούδᾳ πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς ῾Ιερουσαλὴμ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν. 16 καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς ᾿Ιούδα καὶ ἐν ῾Ιερουσαλήμ. 17 καὶ ἐμαχεσάμην τοῖς υἱοῖς ᾿Ιούδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς· τίς ὁ λόγος οὗτος ὁ πονηρός, ὃν ὑμεῖς ποιεῖτε, καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου; 18 οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, καὶ ἤνεγκεν ἐπ' αὐτοὺς ὁ Θεὸς ἡμῶν καὶ ἐφ' ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην; καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ ᾿Ισραὴλ βεβηλῶσαι τὸ σάββατον; 19 καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι ἐν ῾Ιερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας, καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου· καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου. 20 καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω ῾Ιερουσαλὴμ ἅπαξ καὶ δίς. 21 καὶ ἐπεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς· διατί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους; ἐὰν δευτερώσητε, ἐκτενῶ χεῖρά μου ἐν ὑμῖν. ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ. 22 καὶ εἶπα τοῖς Λευίταις, οἳ ἦσαν καθαριζόμενοι, καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου. πρὸς ταῦτα μνήσθητί μου, ὁ Θεός, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. 23 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς ᾿Ιουδαίους, οἳ ἐκάθισαν γυναῖκας ᾿Αζωτίας, ᾿Αμμανίτιδας, Μωαβίτιδας 24 καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες ᾿Αζωτιστὶ καὶ οὐκ εἰσὶν ἐπιγινώσκοντες λαλεῖν ᾿Ιουδαϊστί, 25 καὶ ἐμαχεσάμην μετ' αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ Θεῷ· ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν. 26 οὐχ οὕτως ἥμαρτε Σαλωμὼν βασιλεὺς ᾿Ισραήλ; καὶ ἐν ἔθνεσι πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ· καὶ ἀγαπώμενος τῷ Θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ Θεὸς εἰς βασιλέα ἐπὶ πάντα ᾿Ισραήλ· καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι. 27 καὶ ὑμῶν μὴ ἀκουσώμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ Θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας; 28 καὶ ἀπὸ υἱῶν ᾿Ιωαδὰ τοῦ ᾿Ελισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλὰτ τοῦ Οὐρανίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ' ἐμοῦ. 29 μνήσθητι αὐτοῖς, ὁ Θεός, ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκῃ τῆς ἱερατείας καὶ τοὺς Λευίτας. 30 καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ, 31 καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις. μνήσθητί μου ὁ Θεὸς ἡμῶν εἰς ἀγαθωσύνην.


ΝΕΕΜΙΑΣ
 
< <    



ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ