ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ


ΒΑΣΙΛΕΙΩΝ Β

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 |


18



 ΚΑΙ ἐπεσκέψατο Δαυὶδ τὸν λαὸν τὸν μετ' αὐτοῦ καὶ κατέστησεν ἐπ' αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους. 2 καὶ ἀπέστειλε Δαυὶδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ ᾿Ιωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ ᾿Αβεσσὰ υἱοῦ Σαρουΐας ἀδελφοῦ ᾿Ιωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ ᾿Εθθὶ τοῦ Γεθθαίου. καὶ εἶπε Δαυὶδ πρὸς τὸν λαόν· ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ' ὑμῶν. 3 καὶ εἶπαν· οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ' ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ' ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν. 4 καὶ εἶπε πρὸς αὐτοὺς ὁ βασιλεύς· ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω. καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας. 5 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ᾿Ιωὰβ καὶ τῷ ᾿Αβεσσὰ καὶ τῷ ᾿Εθθὶ λέγων· φείσασθέ μοι τοῦ παιδαρίου τοῦ ᾿Αβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσι τοῖς ἄρχουσιν ὑπὲρ ᾿Αβεσσαλώμ, 6 καὶ ἐξῆλθε πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξεναντίας ᾿Ισραήλ, καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ ᾿Εφραίμ. 7 καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς ᾿Ισραὴλ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν. 8 καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα τῇ ἡμέρᾳ ἐκείνῃ. 9 καὶ συνήντησεν ᾿Αβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ ᾿Αβεσσαλὼμ ἦν ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ περιεπλάκη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυΐ, καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθε. 10καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλε τῷ ᾿Ιωὰβ καὶ εἶπεν· ἰδοὺ ἑώρακα τὸν ᾿Αβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυΐ. 11 καὶ εἶπεν ᾿Ιωὰβ τῷ ἀνδρὶ τῷ ἀναγγέλλοντι αὐτῷ· καὶ ἰδοὺ ἑώρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν ἐκεῖ εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν ἐδεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν. 12 εἶπε δὲ ὁ ἀνὴρ πρὸς ᾿Ιωάβ· καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω τὴν χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως, ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεύς σοι καὶ τῷ ᾿Αβεσσὰ καὶ τῷ ᾿Εθθὶ λέγων· φυλάξατέ μοι τὸ παιδάριον τὸν ᾿Αβεσσαλὼμ 13 μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον· καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξεναντίας. 14 καὶ εἶπεν ὁ ᾿Ιωάβ· τοῦτο ἐγὼ ἄρξομαι· οὐχ οὕτως μενῶ ἐνώπιόν σου. καὶ ἔλαβεν ᾿Ιωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ ᾿Αβεσσαλὼμ ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυός. 15 καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη ᾿Ιωὰβ καὶ ἐπάταξαν τὸν ᾿Αβεσσαλὼμ καὶ ἐθανάτωσαν αὐτόν. 16 καὶ ἐσάλπισεν ᾿Ιωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω ᾿Ισραήλ, ὅτι ἐφείδετο ᾿Ιωὰβ τοῦ λαοῦ. 17 καὶ ἔλαβε τὸν ᾿Αβεσσαλὼμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ' αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα. καὶ πᾶς ᾿Ισραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ. 18 καὶ ᾿Αβεσσαλὼμ ἔτι ζῶν ἔλαβε καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην, ἐν ᾗ ἐλήφθη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως, ὅτι εἶπεν· οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκα τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ· καὶ ἐκάλεσε τὴν στήλην Χεὶρ ᾿Αβεσσαλὼμ ἕως τῆς ἡμέρας ταύτης. 19 καὶ ᾿Αχιμάας υἱὸς Σαδὼκ εἶπε· δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ, ὅτι ἔκρινε Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ. 20 καὶ εἶπεν αὐτῷ ᾿Ιωάβ· οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ, ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανε. 21 καὶ εἶπεν ᾿Ιωὰβ τῷ Χουσί· βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησε Χουσὶ τῷ ᾿Ιωὰβ καὶ ἐξῆλθε. 22 καὶ προσέθετο ἔτι ᾿Αχιμάας υἱὸς Σαδὼκ καὶ εἶπε πρὸς ᾿Ιωάβ· καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσί. καὶ εἶπεν ᾿Ιωάβ· ἱνατί σὺ τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστι σοι εὐαγγέλια εἰς ὠφέλειαν πορευομένῳ. 23 καὶ εἶπε· τί γὰρ ἐὰν δράμω; καὶ εἶπεν αὐτῷ ᾿Ιωάβ· δράμε. καὶ ἔδραμεν ᾿Αχιμάας τὴν ὁδὸν τὴν τοῦ Κεχὰρ καὶ ὑπερέβη τὸν Χουσί. 24 καὶ Δαυὶδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν. καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῇρε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ 25 καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς· εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων. 26 καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπε· καὶ ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν ὁ βασιλεύς· καί γε οὗτος εὐαγγελιζόμενος. 27 καὶ εἶπεν ὁ σκοπός· ἐγὼ ὁρῷ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον ᾿Αχιμάας υἱοῦ Σαδώκ. καὶ εἶπεν ὁ βασιλεύς· ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται. 28 καὶ ἐβόησεν ᾿Αχιμάας καὶ εἶπε πρὸς τὸν βασιλέα· εἰρήνη· καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ. 29 καὶ εἶπεν ὁ βασιλεύς· εἰρήνη τῷ παιδαρίῳ τῷ ᾿Αβεσσαλώμ; καὶ εἶπεν ᾿Αχιμάας· εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως ᾿Ιωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ. 30 καὶ εἶπεν ὁ βασιλεύς· ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη καὶ ἔστη. 31 καὶ ἰδοὺ ὁ Χουσὶ παρεγένετο καὶ εἶπε τῷ βασιλεῖ· εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέ σοι Κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ. 32 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσί· εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ ᾿Αβεσσαλώμ; καὶ εἶπεν ὁ Χουσί· γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες, ὅσοι ἐπανέστησαν ἐπ' αὐτὸν εἰς κακά. 33 καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσε· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν· υἱέ μου ᾿Αβεσσαλώμ, υἱέ μου, υἱέ μου ᾿Αβεσσαλώμ, τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ, ᾿Αβεσσαλώμ, υἱέ μου υἱέ μου.


ΒΑΣΙΛΕΙΩΝ Β
 
< <     > >



ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ