ΟΙΚΟΣ ΤΗΣ
ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ
ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ
1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | 35 | 36 | 37 | 38 | 39 | 40 | 41 | 42 | 43 | 44 | 45 | 46 | 47 | 48 | 49 | 50 | 51 | 52 | 53 | 54 | 55 | 56 | 57 | 58 | 59 | 60 | 61 | 62 | 63 | 64 | 65 | 66 |
ΕΝ τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα. 2 τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλὸς ἐπιθύμημα ἐξάρχειν κατ᾿ αὐτῆς. 3 ἐγὼ πόλις ὀχυρά, πόλις πολιουρκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος. 4 οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν· τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος πάντα ὅσα συνέταξε. κατακέκαυμαι, 5 βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην. 6 οἱ ἐρχόμενοι, τέκνα ᾿Ιακώβ, βλαστήσει καὶ ἐξανθήσει ᾿Ισραήλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ, 7 μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται, καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; 8 μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; 9 διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία ᾿Ιακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι τὴν ἁμαρτίαν αὐτοῦ, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν. 10 τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελειμμένον καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται ποίμνια. 11 καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι. γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διὰ τοῦτο οὐ μὴ οἱκτειρήσῃ ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ. 12 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει ὁ Θεὸς ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ρινοκορούρων, ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς ᾿Ισραὴλ κατὰ ἕνα ἕνα. 13 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν ᾿Ασσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν ῾Ιερουσαλήμ.
ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ
ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ
Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ