ΟΙΚΟΣ ΤΗΣ
ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ
ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ
1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 |
ΚΑΙ ἤκουσε Σίμων ὅτι συνήγαγε Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν ᾿Ιούδα καὶ ἐκτρῖψαι αὐτήν. 2 καὶ εἶδε τὸν λαὸν ὅτι ἐστὶν ἔντρομος καὶ ἔμφοβος, καὶ ἀνέβη εἰς ῾Ιερουσαλὴμ καὶ ἤθροισε τὸν λαὸν 3 καὶ παρεκάλεσεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς· αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους καὶ τὰς στενοχωρίας, ἃς εἴδομεν. 4 τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ ᾿Ισραήλ, καὶ κατελείφθην ἐγὼ μόνος. 5 καὶ νῦν μή μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως, οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελφῶν μου. 6 πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἡμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρῖψαι ἡμᾶς ἔχθρας χάριν. 7 καὶ ἀνεζωοπύρησε τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τῷ ἀκοῦσαι τῶν λόγων τούτων, 8 καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ λέγοντες· σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ ᾿Ιούδα καὶ ᾿Ιωνάθαν τοῦ ἀδελφοῦ σου· 9 πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα, ὅσα ἂν εἴπῃς ἡμῖν, ποιήσομεν. 10 καὶ συνήγαγε πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἐτάχυνε τοῦ τελέσαι τὰ τείχη ῾Ιερουσαλὴμ καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν. 11 καὶ ἀπέστειλεν ᾿Ιωνάθαν τὸν τοῦ ᾿Αβεσσαλώμου καὶ μετ᾿ αὐτοῦ δύναμιν ἱκανὴν εἰς ᾿Ιόππην, καὶ ἐξέβαλε τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ. 12 Καὶ ἀπῇρε Τρύφων ἀπὸ Πτολεμαΐδος μετὰ δυνάμεως πολλῆς εἰσελθεῖν εἰς γῆν ᾿Ιούδα, καὶ ᾿Ιωνάθαν μετ᾿ αὐτοῦ ἐν φυλακῇ. 13 Σίμων δὲ παρενέβαλεν ἐν ᾿Αδιδὰ κατὰ πρόσωπον τοῦ πεδίου. 14 καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σίμων ἀντὶ ᾿Ιωνάθαν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον, καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις λέγων· 15 περὶ ἀργυρίου, οὗ ὤφειλεν ᾿Ιωνάθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν δι᾿ ἃς εἶχε χρείας, συνέχομεν αὐτόν· 16 καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσῃ ἀφ᾿ ἡμῶν, καὶ ἀφήσομεν αὐτόν. 17 καὶ ἔγνω Σίμων ὅτι δόλῳ λαλοῦσι πρὸς αὐτόν, καὶ πέμπει τοῦ λαβεῖν τὸ ἀργύριον καὶ τὰ παιδάρια, μήποτε ἔχθραν ἄρῃ μεγάλην πρὸς τὸν λαὸν 18 λέγων· ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια, καὶ ἀπώλετο. 19 καὶ ἀπέστειλε τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα, καὶ διεψεύσατο καὶ οὐκ ἀφῆκε τὸν ᾿Ιωνάθαν. 20 καὶ μετὰ ταῦτα ἦλθε Τρύφων τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν καὶ ἐκτρῖψαι αὐτήν, καὶ ἐκύκλωσεν ὁδὸν τὴν εἰς ῎Αδωρα. καὶ Σίμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον, οὗ ἂν ἐπορεύετο. 21 οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύφωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν πρὸς αὐτοὺς διὰ τῆς ἐρήμου καὶ ἀποστεῖλαι αὐτοῖς τροφάς. 22 καὶ ἡτοίμασε Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἦν χιὼν πολλὴ σφόδρα, καὶ οὐκ ἦλθε διὰ τὴν χιόνα· καὶ ἀπῇρε καὶ ἦλθεν εἰς τὴν Γαλααδῖτιν. 23 ὡς δὲ ἤγγισε τῆς Βασκαμᾶ, ἀπέκτεινε τὸν ᾿Ιωνάθαν, καὶ ἐτάφη ἐκεῖ. 24 καὶ ἐπέστρεψε Τρύφων καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. 25 Καὶ ἀπέστειλε Σίμων καὶ ἔλαβε τὰ ὀστᾶ ᾿Ιωνάθαν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔθαψεν αὐτὰ ἐν Μωδεΐν πόλει τῶν πατέρων αὐτοῦ. 26 καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ κοπετὸν μέγαν καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς. 27 καὶ ᾠκοδόμησε Σίμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξεστῷ ἐκ τῶν ὄπισθεν καὶ ἐκ τῶν ἔμπροσθεν. 28 καὶ ἔστησεν ἐπ᾿ αὐτὰ ἑπτὰ πυραμίδας, μίαν κατέναντι τῆς μιᾶς τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελφοῖς. 29 καὶ ταύταις ἐποίησε μηχανήματα περιθεὶς στύλους μεγάλους καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον καὶ παρὰ ταῖς πανοπλίαις πλοῖα ἐπιγεγλυμμένα εἰς τὸ θεωρεῖσθαι ὑπὸ πάντων τῶν πλεόντων τὴν θάλασσαν. 30 οὗτος ὁ τάφος ὃν ἐποίησεν ἐν Μωδεΐν, ἕως τῆς ἡμέρας ταύτης. 31 ῾Ο δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ ᾿Αντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν 32 καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ καὶ περιέθετο διάδημα τῆς ᾿Ασίας καὶ ἐποίησε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς. 33 καὶ ᾠκοδόμησε Σίμων τὰ ὀχυρώματα τῆς ᾿Ιουδαίας, καὶ περιετείχισε πύργοις ὑψηλοῖς καὶ τείχεσι μεγάλοις καὶ πύλαις καὶ μοχλοῖς καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασι. 34 καὶ ἐπέλεξε Σίμων ἄνδρας καὶ ἀπέστειλε πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ, ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπαγαί. 35 καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίθη αὐτῷ καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην· 36 «Βασιλεὺς Δημήτριος Σίμωνι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων καὶ πρεσβυτέροις καὶ ἔθνει ᾿Ιουδαίων χαίρειν. 37 τὸν στέφανον τὸν χρυσοῦν καὶ τὴν βαΐνην, ἣν ἀπεστείλατε, κεκομίσμεθα καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφιέναι ὑμῖν ἀφέματα. 38 καὶ ὅσα ἑστήκαμεν πρὸς ὑμᾶς, ἕστηκε, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδομήκατε, ὑπαρχέτω ὑμῖν. 39 ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας καὶ τὸν στέφανον, ὃν ὠφείλετε, καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν ῾Ιερουσαλήμ, μηκέτι τελωνείσθω. 40 καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐγγραφέσθωσαν, καὶ γινέσθω ἀναμέσον ἡμῶν εἰρήνη». 41 ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ᾔρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ ᾿Ισραήλ, 42 καὶ ἤρξατο ὁ λαὸς ᾿Ισραὴλ γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν ἔτους πρώτου ἐπὶ Σίμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου ᾿Ιουδαίων. 43 ᾿Εν ταῖς ἡμέραις ἐκείναις παρενέβαλε Σίμων ἐπὶ Γάζαρα καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς καὶ ἐποίησεν ἑλεπόλεις καὶ προσήγαγε τῇ πόλει καὶ ἐπάταξε πύργον ἕνα καὶ κατελάβετο. 44 καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεπόλει εἰς τὴν πόλιν, καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει. 45 καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ἀξιοῦντες Σίμωνα δεξιὰς αὐτοῖς δοῦναι 46 καὶ εἶπαν· μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν, ἀλλὰ κατὰ τὸ ἔλεός σου. 47 καὶ συνελύθη Σίμων αὐτοῖς καὶ οὐκ ἐπολέμησεν αὐτούς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως, καὶ ἐκαθάρισε τὰς οἰκίας, ἐν αἷς ἦν τὰ εἴδωλα, καὶ οὕτως εἰσῆλθεν εἰς αὐτὴν ὑμνῶν καὶ εὐλογῶν. 48 καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαθαρσίαν καὶ κατῴκισεν ἐκεῖ ἄνδρας, οἵτινες τὸν νόμον ποιοῦσι, καὶ προσωχύρωσεν αὐτὴν καὶ ᾠκοδόμησεν ἑαυτῷ ἐν αὐτῇ οἴκησιν. 49 οἱ δὲ ἐκ τῆς ἄκρας ἐν ῾Ιερουσαλὴμ ἐκωλύοντο ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὴν χώραν καὶ ἀγοράζειν καὶ πωλεῖν καὶ ἐπείνασαν σφόδρα, καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῇ λιμῷ. 50 καὶ ἐβόησαν πρὸς Σίμωνα δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ ἐκαθάρισε τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων. 51 καὶ εἰσῆλθον εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους ἑνὸς καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαΐων καὶ ἐν κινύραις καὶ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν ὕμνοις καὶ ἐν ᾠδαῖς, ὅτι συνετρίβη ἐχθρὸς μέγας ἐξ ᾿Ισραήλ. 52 καὶ ἔστησε κατ᾿ ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετ᾿ εὐφροσύνης. καὶ προσωχύρωσε τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν· καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρ᾿ αὐτοῦ. 53 καὶ εἶδε Σίμων τὸν ᾿Ιωάννην υἱὸν αὐτοῦ, ὅτι ἀνήρ ἐστι, καὶ ἔθετο αὐτὸν ἡγούμενον τῶν δυνάμεων πασῶν· καὶ ᾤκει ἐν Γαζάροις.
ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ
ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ
Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ