ΟΙΚΟΣ ΤΗΣ
ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ
ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ
1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | 35 | 36 | 37 | 38 | 39 | 40 | 41 | 42 | 43 | 44 | 45 | 46 | 47 | 48 | 49 | 50 |
ΑΥΤΗ ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν ᾿Αδάμ, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· 2 ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ ᾿Αδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς· 3 ἔζησε δὲ ᾿Αδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. 4 ἐγένοντο δὲ αἱ ἡμέραι τοῦ ᾿Αδάμ, ἃς ἔζησε μετά τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 5 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Αδάμ, ἃς ἔζησε, τριάκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανεν. 6 ῎Εζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησε τὸν ᾿Ενώς. 7 καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 8 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. 9 Καὶ ἔζησεν ᾿Ενὼς ἔτη ἑκατὸν ἐνενήκοντα καὶ ἐγέννησε τὸν Καϊνᾶν. 10 καὶ ἔζησεν ᾿Ενὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 11 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ενὼς πέντε ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. 12 Καὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαλελεήλ. 13 καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 14 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέρα Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. 15 Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν ᾿Ιάρεδ. 16 καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ιάρεδ ἔτη τριάκοντα καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 17 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε. 18 Καὶ ἔζησεν ᾿Ιάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν ᾿Ενώχ. 19 καὶ ἔζησεν ᾿Ιάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 20 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ιάρεδ δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. 21 Καὶ ἔζησεν ᾿Ενὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα. 22 εὐηρέστησε δὲ ᾿Ενὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 23 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ενὼχ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη. 24 καὶ εὐηρέστησεν ᾿Ενὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός. 25 Καὶ ἔζησε Μαθουσάλα ἑπτὰ ἔτη καὶ ἑξήκοντα καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Λάμεχ. 26 καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ δύο καὶ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 27 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα, ἃς ἔζησεν, ἐννέα καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. 28 Καὶ ἔζησε Λάμεχ ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησεν υἱόν. 29 καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε λέγων· οὗτος διαναπαύσει ἡμᾶς ἀπό τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. 30 καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 31 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέθανε. 32 Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων καὶ ἐγέννησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, καὶ τὸν ᾿Ιάφεθ.
ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ
ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ
Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ