ΟΙΚΟΣ ΤΗΣ
ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ
ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ
1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | 35 | 36 |
ΚΑΙ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας ᾿Ασὰ ἀνέβη βασιλεὺς ᾿Ισραὴλ ἐπὶ ᾿Ιούδαν καὶ ᾠκοδόμησε τὴν Ραμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ ᾿Ασὰ βασιλεῖ ᾿Ιούδα. 2 καὶ ἔλαβεν ᾿Ασὰ ἀργύριον καὶ χρυσίον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε πρὸς τὸν υἱὸν τοῦ ῎Αδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων· 3 διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπ' ἐμοῦ τὸν Βαασὰ βασιλέα ᾿Ισραὴλ καὶ ἀπελθέτω ἀπ' ἐμοῦ. 4 καὶ ἤκουσεν υἱὸς ῎Αδερ τοῦ βασιλέως ᾿Ασὰ καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις ᾿Ισραὴλ καὶ ἐπάταξε τὴν ᾿Αϊὼν καὶ τὴν Δὰν καὶ τὴν ᾿Αβελμαΐν καὶ πάσας τὰς περιχώρους Νεφθαλί. 5 καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασὰ ἀπέλιπε τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ραμὰ καὶ κατέπαυσε τὸ ἔργον αὐτοῦ. 6 καὶ ᾿Ασὰ βασιλεὺς ἔλαβε πάντα τὸν ᾿Ιούδαν καὶ ἔλαβε τοὺς λίθους τῆς Ραμὰ καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησε Βαασά, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαὲ καὶ τὴν Μασφά. 7 καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν ᾿Ανανὶ ὁ προφήτης πρὸς ᾿Ασὰ βασιλέα ᾿Ιούδα καὶ εἶπεν αὐτῷ· ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον Θεόν σου, διὰ τοῦτο ἐσώθη ἡ δύναμις Συρίας ἀπὸ τῆς χειρός σου. 8 οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς χεῖράς σου; 9 ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος. 10 καὶ ἐθυμώθη ᾿Ασὰ τῷ προφήτῃ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ· καὶ ἐλυμήνατο ᾿Ασὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ. 11 Καὶ ἰδοὺ οἱ λόγοι ᾿Ασὰ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων ᾿Ιούδα καὶ ᾿Ισραήλ. 12 καὶ ἐμαλακίσθη ᾿Ασὰ ἐν τῷ ἔτει τῷ ἐνάτῳ καὶ τριακοστῷ τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησε τὸν Κύριον, ἀλλὰ τοὺς ἰατρούς. 13 καὶ ἐκοιμήθη ᾿Ασὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ, 14 καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι, ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυίδ, καὶ ἐκοίμησαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα.
ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ
ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ
Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ