ΟΙΚΟΣ ΤΗΣ
ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ
ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ
1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 |
ΚΑΙ προσέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν ᾿Ισραήλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς λέγων· βάδιζε, ἀρίθμησον τὸν ᾿Ισραὴλ καὶ τὸν ᾿Ιούδαν. 2 καὶ εἶπεν ὀ βασιλεὺς πρὸς ᾿Ιωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ' αὐτοῦ· δίελθε δὴ πάσας φυλὰς ᾿Ισραὴλ καὶ ᾿Ιούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. 3 καὶ εἶπεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα· καὶ προσθείη Κύριος ὁ Θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἱνατί βούλεται ἐν τῷ λόγῳ τούτῳ; 4 καὶ ὑπερίσχυσεν ὀ λόγος τοῦ βασιλέως πρὸς ᾿Ιωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως. καὶ ἐξῆλθεν ᾿Ιωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν τὸν ᾿Ισραήλ. 5 καὶ διέβησαν τὸν ᾿Ιορδάνην καὶ παρενέβαλον ἐν ᾿Αροὴρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ ᾿Ελιέζερ. 6 καὶ ἦλθον εἰς Γαλαὰδ καὶ εἰς γῆν Θαβασών, ἥ ἐστιν ᾿Αδασαί, καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Οὐδὰν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα. 7 καὶ ἦλθον εἰς Μάψαρ Τύρου καὶ εἰς πάσας τὰς πόλεις τοῦ Εὐαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον ᾿Ιούδα εἰς Βηρσαβεὲ 8 καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσιν ἡμερῶν εἰς ῾Ιερουσαλήμ. 9 καὶ ἔδωκεν ᾿Ιωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα, καὶ ἐγένετο ᾿Ισραὴλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ρομφαίαν καὶ ἀνὴρ ᾿Ιούδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν. 10 καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν, καὶ εἶπε Δαυὶδ πρὸς Κύριον· ἥμαρτον σφόδρα, ὃ ἐποίησα νῦν, Κύριε· παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα. 11 καὶ ἀνέστη Δαυὶδ τὸ πρωΐ. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα λέγων· 12 πορεύθητι καὶ λάλησον πρὸς Δαυὶδ λέγων· τάδε λέγει Κύριος· τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι. 13 καὶ εἰσῆλθε Γὰδ πρὸς Δαυὶδ καὶ ἀνήγγειλε καὶ εἶπεν αὐτῷ· ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ρῆμα. 14 καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω· 15 καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον. καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν ᾿Ισραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. 16 καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς ῾Ιερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ· πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἦν παρὰ τῇ ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 17 καὶ εἶπε Δαυὶδ πρὸς Κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν· ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. 18 καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ· ἀνάβηθι καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 19 καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, καθ' ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος. 20 καὶ διέκυψεν ᾿Ορνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν ᾿Ορνὰ καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 21 καὶ εἶπεν ᾿Ορνά· τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρός τὸν δοῦλον αὐτοῦ; καὶ εἶπε Δαυὶδ· κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ. 22 καὶ εἶπεν ᾿Ορνὰ πρὸς Δαυὶδ· λαβέτω καὶ ἀνενεγκάτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. 23 τὰ πάντα ἔδωκεν ᾿Ορνὰ τῷ βασιλεῖ, καὶ εἶπεν ᾿Ορνά πρὸς τὸν βασιλέα· Κύριος ὁ Θεός σου εὐλογήσαι σε. 24 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Ορνά· οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Κυρίῳ μου Θεῷ ὁλοκαύτωμα δωρεάν· καὶ ἐκτήσατο Δαυὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα. 25 καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ. καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς. καὶ προσέθηκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ' ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσε Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν ᾿Ισραήλ.
ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ
ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ
Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ