ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ


ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | 35 | 36 |


19



 ΚΑΙ ἐπέστρεψεν ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα εἰς τὸν οἶκον αὐτοῦ εἰς ῾Ιερουσαλήμ. 2 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ ᾿Ιοὺ ὁ τοῦ ᾿Ανανὶ ὁ προφήτης καὶ εἶπεν αὐτῷ· βασιλεῦ ᾿Ιωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου· 3 ὅτι ἀλλ' ἢ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί, ὅτι ἐξῇρας τὰ ἄλση ἀπὸ τῆς γῆς ᾿Ιούδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον. 4 καὶ κατῴκησεν ᾿Ιωσαφὰτ ἐν ῾Ιερουσαλὴμ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεὲ ἕως ὄρους ᾿Εφραὶμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν. 5 καὶ κατέστησε τοὺς κριτὰς ἐν πάσαις ταῖς πόλεσιν ᾿Ιούδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει 6 καὶ εἶπε τοῖς κριταῖς· ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ' ἢ τῷ Κυρίῳ, καὶ μεθ' ὑμῶν λόγοι τῆς κρίσεως· 7 καὶ νῦν γενέσθω φόβος Κυρίου ἐφ' ὑμᾶς, καὶ φυλάσσετε καὶ ποιήσατε, ὅτι οὐκ ἔστι μετὰ Κυρίου Θεοῦ ἡμῶν ἀδικία, οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα. 8 καί γε ἐν ῾Ιερουσαλὴμ κατέστησεν ᾿Ιωσαφὰτ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν ᾿Ισραὴλ εἰς κρίσιν Κυρίου, καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλήμ. 9 καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων· οὕτω ποιήσετε ἐν φόβῳ Κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ· 10 πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ' ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἷμα αἵματος καὶ ἀνὰ μέσον τοῦ προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ Κυρίῳ, καὶ οὐκ ἔσται ὀργὴ ἐφ' ὑμᾶς καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτω ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε. 11 καὶ ἰδοὺ ῾Αμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφ' ὑμᾶς εἰς πάντα λόγον Κυρίου καὶ Ζαβδίας υἱὸς ᾿Ισμαὴλ ὁ ἡγούμενος εἰς οἶκον ᾿Ιούδα πρὸς πάντα λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.


ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β
 
< <     > >



ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ