ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ


ΕΣΔΡΑΣ Β

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 |


10



 ΚΑΙ ὡς προσηύξατο ῎Εσδρας καὶ ὡς ἐξηγόρευσε κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ Θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ ᾿Ισραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι, ὅτι ἔκλαυσαν ὁ λαὸς καὶ ὕψωσε κλαίων. 2 καὶ ἀπεκρίθη Σεχενίας υἱὸς ᾿Ιεὴλ ἀπὸ υἱῶν ᾿Ηλάμ, καὶ εἶπε τῷ ῎Εσδρᾳ· ἡμεῖς ἠσυνθετήσαμεν τῷ Θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ τῶν λαῶν τῆς γῆς· καὶ νῦν ἐστιν ὑπομονὴ τῷ ᾿Ισραὴλ ἐπὶ τούτῳ. 3 καὶ νῦν διαθώμεθα διαθήκην τῷ Θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλη· ἀνάστηθι, καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς Θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος γενηθήτω. 4 ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ρῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον. 5 καὶ ἀνέστη ῎Εσδρας καὶ ὥρκισε τοὺς ἄρχοντας, τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα ᾿Ισραὴλ τοῦ ποιῆσαι κατὰ τὸ ρῆμα τοῦτο· καὶ ὤμοσαν. 6 καὶ ἀνέστη ῎Εσδρας ἀπὸ προσώπου οἴκου τοῦ Θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον ᾿Ιωανὰν υἱοῦ ᾿Ελισοὺβ καὶ ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας. 7 καὶ παρήνεγκαν φωνὴν ἐν ᾿Ιούδᾳ καὶ ἐν ῾Ιερουσαλὴμ πᾶσι τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς ῾Ιερουαλήμ, 8 πᾶς, ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας, ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας. 9 Καὶ συνήχθησαν πάντες ἄνδρες ᾿Ιούδα καὶ Βενιαμὶν εἰς ῾Ιερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας, οὗτος ὁ μὴν ὁ ἔνατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισε πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ Θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ρήματος καὶ ἀπὸ τοῦ χειμῶνος. 10 καὶ ἀνέστη ῎Εσδρας ὁ ἱερεὺς καὶ εἶπε πρὸς αὐτούς· ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν ᾿Ισραήλ· 11 καὶ νῦν δότε αἴνεσιν Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων. 12 καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν· μέγα τοῦτο τὸ ρῆμά σου ἐφ᾿ ἡμᾶς ποιῆσαι· 13 ἀλλὰ ὁ λαὸς πολύς, καὶ ὁ καιρὸς χειμερινός, καὶ οὐκ ἔστι δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ρήματι τούτῳ. 14 στήτωσαν δὴ ἄρχοντες ἡμῶν πάσῃ τῇ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν, ὃς ἐκάθισε γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ᾿ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ Θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ρήματος τούτου. 15 πλὴν ᾿Ιωνάθαν υἱὸς ᾿Ασαὴλ καὶ ᾿Ιαζίας υἱὸς Θεκωὲ μετ᾿ ἐμοῦ περὶ τούτου, καὶ Μεσολλὰμ καὶ Σαββαθαΐ ὁ Λευίτης βοηθῶν αὐτοῖς. 16 καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας. καὶ διεστάλησαν ῎Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ρῆμα. 17 καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν, οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας, ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου. 18 Καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων, οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας· ἀπὸ υἱῶν ᾿Ιησοῦ υἱοῦ ᾿Ιωσεδὲκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασία καὶ ᾿Ελιέζερ καὶ ᾿Ιαρὶβ καὶ Γαδαλία, 19 καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας ἑαυτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν· 20 καὶ ἀπὸ υἱῶν ᾿Εμμήρ, ᾿Ανανὶ καὶ Ζαβδία· 21 καὶ ἀπὸ υἱῶν ᾿Ηράμ, Μασαὴλ καὶ ᾿Ελία καὶ Σαμαΐα καὶ ᾿Ιεὴλ καὶ ᾿Οζία· 22 καὶ ἀπὸ υἱῶν Φασούρ, ᾿Ελιωναΐ, Μαασία καὶ ᾿Ισμαὴλ καὶ Ναθαναὴλ καὶ ᾿Ιωζαβὰδ καὶ ᾿Ηλασά· 23 καὶ ἀπὸ τῶν Λευιτῶν, ᾿Ιωζαβὰδ καὶ Σαμοὺ καὶ Κωλία (αὐτὸς Κωλίτας) καὶ Φεθεΐα καὶ ᾿Ιόδομ καὶ ᾿Ελιέζερ· 24 καὶ ἀπὸ τῶν ἆδόντων, ᾿Ελισάβ· καὶ ἀπὸ τῶν πυλωρῶν, Σολμὴν καὶ Τελμὴν καὶ ᾿Ωδούθ· 25 καὶ ἀπὸ ᾿Ισραήλ· ἀπὸ υἱῶν Φόρος, Ραμία καὶ ᾿Αζία καὶ Μελχία καὶ Μεαμὶν καὶ ᾿Ελεάζαρ καὶ ᾿Ασαβία καὶ Βαναία· 26 καὶ ἀπὸ υἱῶν ᾿Ηλάμ, Ματθανία καὶ Ζαχαρία καὶ ᾿Ιαϊὴλ καὶ ᾿Αβδία και ᾿Ιαριμὼθ καὶ ᾿Ηλία· 27 καὶ ἀπὸ υἱῶν Ζαθονά, ᾿Ελιωναΐ, ᾿Ελισούβ, Ματθαναΐ καὶ ᾿Αρμὼθ καὶ Ζαβὰδ καὶ ᾿Οζιζά· 28 καὶ ἀπὸ υἱῶν Βαβεΐ, ᾿Ιωανάν, ᾿Ανανία, καὶ Ζαβοὺ καὶ Θαλί· 29 καὶ ἀπὸ υἱῶν Βανουΐ, Μοσολλάμ, Μαλούχ, ᾿Αδαΐας, ᾿Ιασοὺβ καὶ Σαλουΐα καὶ Ρημώθ· 30 καὶ ἀπὸ υἱῶν Φαὰθ Μωάβ, ᾿Εδνὲ καὶ Χαλὴλ καὶ Βαναία Μαασία Ματθανία Βεσελεὴλ καὶ Βανουΐ καὶ Μανασσῆ· 31 καὶ ἀπὸ υἱῶν ᾿Ηράμ, ᾿Ελιέζερ, ᾿Ιεσία, Μελχία, Σαμαΐας, Συμεών, 32 Βενιαμίν, Βαλούχ, Σαμαρία· 33 καὶ ἀπὸ υἱῶν ᾿Ασήμ, Μετθανία, Ματθαθά, Ζαδάβ, ᾿Ελιφαλέτ, ῾Ιεραμί, Μανασσῆ, Σεμεΐ· 34 καὶ ἀπὸ υἱῶν Βανί, Μοοδία, ᾿Αμράμ, Οὐήλ, 35 Βαναία, Βαδαία, Χελκία, 36 Οὐουανία, Μαριμώθ, ᾿Ελιασίφ, 37 Ματθανία, Ματθαναΐ καὶ ἐποίησαν 38 οἱ υἱοὶ Βανουὶ καὶ οἱ υἱοὶ Σεμεΐ 39 καὶ Σελεμία καὶ Νάθαν καὶ ᾿Αδαΐα, 40 Μαχαδναβού, Σεσεΐ, Σαριού, 41 ᾿Εζριὴλ καὶ Σελεμία καὶ Σαμαρία 42 καὶ Σελλούμ, ᾿Αμαρεία, ᾿Ιωσήφ· 43 ἀπὸ υἱῶν Ναβού, ᾿Ιαήλ, Ματθανίας, Ζαβάδ, Ζεββενάς, ᾿Ιαδαὶ καὶ ᾿Ιωὴλ καὶ Βαναία. 44 πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.


ΕΣΔΡΑΣ Β
 
< <    



ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ