ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ


ΕΣΔΡΑΣ Α

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 |


5



 ΜΕΤΑ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν. 2 καὶ Δαρεῖος συναπέστειλε μετ᾿ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτούς εἰς ῾Ιερουσαλὴμ μετ᾿ εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν· 3 καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοῖς συναναβῆναι μετ᾿ ἐκείνων. 4 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν. 5 οἱ ἱερεῖς υἱοὶ Φινεὲς υἱοῦ ᾿Ααρών· ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ τοῦ Σαραίου καὶ ᾿Ιωακὶμ ὁ τοῦ Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυίδ, ἐκ τῆς γενεᾶς Φαρές, φυλῆς δὲ ᾿Ιούδα, 6 ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν τοῦ πρώτου μηνός. 7 εἰσὶ δὲ οὗτοι οἱ ἐκ τῆς ᾿Ιουδαίας ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα 8 καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλὴμ καὶ τὴν λοιπὴν ᾿Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβάβελ καὶ ᾿Ιησοῦ, Νεεμίου, Ζαραίου, Ρησαίου, ᾿Ενηνέος, Μαρδοχαίου, Βεελσάρου, ᾿Ασφαράσου, Ρεελίου, Ροΐμου, Βαανά, τῶν προηγουμένων αὐτῶν. 9 ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φόρος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομηκονταδύο. υἱοὶ Σαφὰτ τετρακόσιοι ἑβδομηκονταδύο. 10 υἱοὶ ᾿Αρὲς ἑπτακόσιοι πεντηκονταέξ. 11 υἱοὶ Φαὰθ Μωὰβ εἰς τοὺς υἱοὺς ᾿Ιησοῦ καὶ ᾿Ιωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο. 12 υἱοὶ ᾿Ηλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες. υἱοὶ Ζαθουΐ ἐνακόσιοι ἑβδομηκονταπέντε. υἱοὶ Χορβὲ ἑπτακόσιοι πέντε. υἱοὶ Βανὶ ἑξακόσιοι τεσσαρακονταοκτώ. 13 υἱοὶ Βηβαὶ ἑξακόσιοι τριακοντατρεῖς. υἱοὶ ᾿Αργαὶ χίλιοι τριακόσιοι εἰκοσιδύο. 14 υἱοὶ ᾿Αδωνικὰν ἑξακόσιοι τριακονταεπτά. υἱοὶ Βαγοΐ δισχίλιοι ἑξακόσιοι ἕξ. υἱοὶ ᾿Αδινοὺ τετρακόσιοι πεντηκοντατέσσαρες. 15 υἱοὶ ᾿Ατὴρ ᾿Εζεκίου ἐνενηκονταδύο. υἱοὶ Κιλὰν καὶ ᾿Αζηνὰν ἑξηκονταεπτά. υἱοὶ ᾿Αζαροὺ τετρακόσιοι τριακονταδύο. 16 υἱοὶ ᾿Αννὶς ἑκατὸν εἷς. υἱοὶ ᾿Αρὸμ τριακονταδύο. υἱοὶ Βασαὶ τριακόσιοι εἰκοσιτρεῖς. υἱοὶ ᾿Αρσιφουρὶθ ἑκατὸν δύο. 17 υἱοὶ Βαιτηροὺς τρισχίλιοι πέντε. υἱοὶ ἐκ Βαιθλωμῶν ἑκατὸν εἰκοσιτρεῖς. 18 οἱ ἐκ Νετωφὰς πεντηκονταπέντε. οἱ ἐξ ᾿Αναθὼθ ἑκατὸν πεντηκονταοκτώ. οἱ ἐκ Βαιθασμὼν τεσσαρακονταδύο. 19 οἱ ἐκ Καριαθιρὶ εἰκοσιπέντε. οἱ ἐκ Καφείρας καὶ Βηρὼγ ἑπτακόσιοι τεσσαρακοντατρεῖς. 20 οἱ Χαδιασαὶ καὶ ᾿Αμμίδιοι τετρακόσιοι εἰκοσιδύο. οἱ ἐκ Κιραμᾶς καὶ Γαββῆς ἑξακόσιοι εἴκοσιν εἷς. 21 οἱ ἐκ Μακαλὼν ἑκατὸν εἰκοσιδύο. οἱ ἐκ Βετολίω πεντηκονταδύο. υἱοὶ Νιφὶς ἑκατὸν πεντηκονταέξ. 22 υἱοὶ Καλαμωλάλου καὶ ᾿Ωνοὺς ἑπτακόσιοι εἰκοσιπέντε. υἱοὶ ῾Ιερεχοὺ διακόσιοι τεσαρακονταπέντε. 23 υἱοὶ Σανάας τρισχίλιοι τριακόσιοι εἷς. 24 οἱ ἱερεῖς οἱ υἱοὶ ᾿Ιεδδοὺ τοῦ ᾿Ιησοῦ εἰς τοὺς υἱοὺς Σανασὶβ ὀκτακόσιοι ἑβδομήκονταδύο. υἱοὶ ᾿Εμμηροὺθ διακόσιοι πεντηκονταδύο. 25 υἱοὶ Φασσούρου χίλιοι τεσσαρακονταεπτά. υἱοὶ Χαρμὶ διακόσιοι δεκαεπτά. 26 οἱ Λευῖται οἱ υἱοὶ ᾿Ιησοῦ καὶ Καδμιήλου καὶ Βάννου καὶ Σουδίου ἑβδομηκοντατέσσαρες. 27 οἱ ἱεροψάλται υἱοὶ ᾿Ασὰφ ἑκατὸν εἰκοσιοκτώ. 28 οἱ θυρωροὶ υἱοὶ Σαλούμ, υἱοὶ ᾿Ατάρ, υἱοὶ Τολμάν, υἱοὶ Δακούβ, υἱοὶ ᾿Ατητά, υἱοὶ Τωβίς, πάντες ἑκατὸν τριακονταεννέα. 29 οἱ ἱερόδουλοι, υἱοὶ ῾Ησαῦ, υἱοὶ ᾿Ασιφά, υἱοὶ Ταβαώθ, υἱοὶ Κηράς, υἱοὶ Σουδά, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανά, υἱοὶ ᾿Αγραβά, 30 υἱοὶ ᾿Ακούδ, υἱοὶ Οὐτά, υἱοὶ Κητάβ, υἱοὶ ᾿Ακκαβά, υἱοὶ Συβαΐ, υἱοὶ ᾿Ανάν, υἱοὶ Καθουά, υἱοὶ Γεδδούρ, 31 υἱοὶ ᾿Ιαΐρου, υἱοὶ Δαισάν, υἱοὶ Νοεβά, υἱοὶ Χασεβά, υἱοὶ Καζηρά, υἱοὶ ᾿Οζίου, υἱοὶ Φινοέ, υἱοὶ ᾿Ασαρά, υἱοὶ Βασθαΐ, υἱοὶ ᾿Ασσανά, υἱοὶ Μανί, υἱοὶ Ναφισί, υἱοὶ ᾿Ακούφ, υἱοὶ ᾿Αχιβά, υἱοὶ ᾿Ασούβ, υἱοὶ Φαρακέμ, υἱοὶ Βασαλέμ, 32 υἱοὶ Μεεδδά, υἱοὶ Κουθά, υἱοὶ Χαρέα, υἱοὶ Βαρχουέ, υἱοὶ Σεράρ, υἱοὶ Θομοΐ, υἱοὶ Νασί, υἱοὶ ᾿Ατεφά. 33 υἱοὶ παίδων Σαλωμών, υἱοὶ ᾿Ασσαπφιώθ, υἱοὶ Φαριρά, υἱοὶ ᾿Ιειηλί, υἱοὶ Λοζών, υἱοὶ ᾿Ισραήλ, υἱοὶ Σαφυΐ, 34 υἱοὶ ᾿Αγιά, υἱοὶ Φαχαρέθ, υἱοὶ Σαβιή, υἱοὶ Σαρωθί, υἱοὶ Μισαίας, υἱοὶ Τάς, υἱοὶ ᾿Αδδούς, υἱοὶ Σουβά, υἱοὶ ᾿Αφερρά, υἱοὶ Βαρωδίς, υἱοὶ Σαφάγ, υἱοὶ ᾿Αλλών. 35 πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομηκονταδύο. 36 οὗτοι ἀναβάντες ἀπὸ Θερμελὲθ καὶ Θελερσάς, ἡγούμενος αὐτῶν Χαρααθαλὰν καὶ ᾿Ααλάρ. 37 καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεάς, ὡς ἐκ τοῦ ᾿Ισραήλ εἰσιν· υἱοὶ Δαλὰν τοῦ υἱοῦ τοῦ Βαενάν, υἱοὶ Νεκωδὰν ἑξακόσιοι πεντηκονταδύο. 38 καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν· υἱοὶ ᾿Οβδία, υἱοὶ ᾿Ακβώς, υἱοὶ ᾿Ιαδδοὺ τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ. 39 καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν. 40 καὶ εἶπεν αὐτοῖς Νεεμίας καὶ ᾿Ατθαρίας μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. 41 οἱ δὲ πάντες ᾿Ισραὴλ ἦσαν ἀπὸ δωδεκαετοῦς καὶ ἐπάνω, χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά· ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαρακονταπέντε· 42 κάμηλοι τετρακόσιοι τριακονταπέντε καὶ ἵπποι ἑπτακισχίλιοι τριακονταέξ, ἡμίονοι διακόσιοι τεσσαρακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. 43 καὶ ἐκ τῶν ἡγουμένων κατὰ τάς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, τὸ ἐν ῾Ιερουσαλήμ, ηὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν 44 καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν. 45 καὶ κατῳκίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν ῾Ιερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς ᾿Ισραὴλ ἐν ταῖς κώμαις αὐτῶν. 46 ᾿Ενστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν ᾿Ισραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ. 47 καὶ καταστὰς ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ Θεοῦ τοῦ ᾿Ισραὴλ 48 προσενέγκαι ἐπ᾿ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ Θεοῦ διηγορευμένοις. 49 καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς, καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς. καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς, καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καί ὁλοκαυτώματα Κυρίῳ τὸ πρωϊνὸν καὶ τὸ δειλινὸν 50 καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθ᾿ ἡμέραν, ὡς προσῆκον ἦν, 51 καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων. 52 καὶ ὅσοι ηὔξαντο εὐχὴν τῷ Θεῷ, ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ Θεῷ, καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο. 53 καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι καὶ ποτὰ καὶ βρωτὰ καὶ χάρα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν ᾿Ιόπης λιμένα, κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως. 54 καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ Θεοῦ εἰς ῾Ιερουσαλὴμ μηνὸς δευτέρου ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς ῾Ιερουσαλὴμ 55 καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ Θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνός, τοῦ δευτέρου ἔτους, ἐν τῷ ἐλθεῖν εἰς τὴν ᾿Ιουδαίαν καὶ ῾Ιερουσαλήμ. 56 καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ Κυρίου, καὶ ἔστη ᾿Ιησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιὴλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ ᾿Ημαδαβοῦν καὶ οἱ υἱοὶ ᾿Ιωδὰ τοῦ ῾Ηλιαδοὺδ σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται, ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ Κυρίου. καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ Κυρίου, 57 καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ ᾿Ασὰφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ Κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυὶδ βασιλέα τοῦ ᾿Ισραὴλ 58 καὶ ἐφώνησαν δι᾿ ὕμνων εὐλογοῦντες τῷ Κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἐν παντὶ ᾿Ισραήλ. 59 καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ Κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου. 60 καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κλαυθμοῦ καὶ κραυγῆς μεγάλης 61 καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ, 62 ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι. 63 Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς ᾿Ιούδα καὶ Βενιαμὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων. 64 καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ ᾿Ισραήλ, 65 καὶ προσελθόντες ἐν τῷ Ζοροβάβελ καὶ ᾿Ιησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς· συνοικοδομήσωμεν ὑμῖν· 66 ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀφ᾿ ἡμερῶν ᾿Ασβασαρὲθ βασιλέως ᾿Ασσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα. 67 καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ ᾿Ιησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ ᾿Ισραήλ· οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν· 68 ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ ᾿Ισραὴλ ἀκολούθως, οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν. 69 τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῇ ᾿Ιουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν. 70 καὶ βουλὰς δημαγωγοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου. καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.


ΕΣΔΡΑΣ Α
 
< <     > >



ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ