ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ


ΕΣΘΗΡ

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 |


5



 ΚΑΙ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς. 1α καὶ γενηθεῖσα ἐπιφανής, ἐπικαλεσαμένη τῶν πάντων ἐπόπτην Θεὸν καὶ σωτῆρα, παρέλαβε τὰς δύο ἅβρας· καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη, ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς, 1β καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές, ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου. 1γ καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως, καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνδεδύκει, ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν, καὶ ἦν φοβερὸς σφόδρα. 1δ καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψε, καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλε τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης. 1ε καὶ μετέβαλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραΰτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ, μέχρις οὗ κατέστη, καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς καὶ εἶπεν αὐτῇ· 1ζ τί ἐστιν ᾿Εσθήρ; ἐγὼ ὁ ἀδελφός σου, θάρσει, οὐ μὴ ἀποθάνῃς ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστι· πρόσελθε. 2 καὶ ἄρας τὴν χρυσῆν ράβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπε· λάλησόν μοι. 2α καὶ εἶπεν αὐτῷ· εἶδόν σε, κύριε, ὡς ἄγγελον Θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου, ὅτι θαυμαστὸς εἶ, κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν. 2β ἐν δὲ τῷ διαλέγεσθαι αὐτὴν ἔπεσεν ἀπὸ ἐκλύσεως αὐτῆς καὶ ὁ βασιλεὺς ἐταράσσετο, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ παρεκάλει αὐτήν. 3 καὶ εἶπεν ὁ βασιλεύς· τί θέλεις, ᾿Εσθήρ; καὶ τί σού ἐστι τὸ ἀξίωμα; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου, καὶ ἔσται σοι. 4 εἶπε δὲ ᾿Εσθήρ· ἡμέρα μου ἐπίσημος σήμερόν ἐστι· εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, ἐλθάτω καὶ αὐτὸς καὶ ᾿Αμὰν εἰς τὴν δοχήν, ἣν ποιήσω σήμερον. 5 καὶ εἶπεν ὁ βασιλεύς· κατασπεύσατε ᾿Αμάν, ὅπως ποιήσωμεν τὸν λόγον ᾿Εσθήρ· καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν, ἣν εἶπεν ᾿Εσθήρ. 6 ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Εσθήρ· τί ἐστι βασίλισσα ᾿Εσθήρ; καὶ ἔσται ὅσα ἀξιοῖς. 7 καὶ εἶπε· τὸ αἴτημά μου καὶ τὸ ἀξίωμα· 8 εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω ὁ βασιλεὺς καὶ ᾿Αμὰν ἔτι τὴν αὔριον εἰς τὴν δοχήν, ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά. 9 Καὶ ἐξῆλθεν ὁ ᾿Αμὰν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος· ἐν δὲ τῷ ἰδεῖν ᾿Αμὰν Μαρδοχαῖον τὸν ᾿Ιουδαῖον ἐν τῇ αὐλῇ ἐθυμώθη σφόδρα 10 καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσε τοὺς φίλους καὶ Ζωσάραν τὴν γυναῖκα αὐτοῦ, 11 καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν, ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκε, καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας. 12 καὶ εἶπεν ᾿Αμάν· οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ᾿ ἢ ἐμέ, καὶ εἰς τὴν αὔριον κέκλημαι· 13 καὶ ταῦτά μοι οὐκ ἀρέσκει, ὅταν ἴδω Μαρδοχαῖον τὸν ᾿Ιουδαῖον ἐν τῇ αὐλῇ. 14 καὶ εἶπε πρὸς αὐτὸν Ζωσάρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι· κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου· σὺ δὲ εἴσελθε εἰς τὴ δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου. καὶ ἤρεσε τὸ ρῆμα τῷ ᾿Αμάν, καὶ ἡτοιμάσθη τὸ ξύλον.


ΕΣΘΗΡ
 
< <     > >



ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ