ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ


ΒΑΣΙΛΕΙΩΝ Γ

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 |


11



 ΚΑΙ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, ᾿Αμμανίτιδας, Σύρας καὶ ᾿Ιδουμαίας, Χετταίας καὶ ᾿Αμορραίας, 2 ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς ᾿Ισραήλ· οὐκ εἰσελεύσεσθε εἰς αὐτούς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι*. 4 καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. 5 τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμώς, εἰδώλῳ Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν ᾿Αμμὼν 6 καὶ τῇ ᾿Αστάρτῃ βδελύγματι Σιδωνίων, 7 καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. 8 καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 9 καὶ ὠργίσθη Κύριος ἐπὶ Σαλωμών, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ ᾿Ισραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς 10 καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι, ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὐδ᾿ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 11 καὶ εἶπε Κύριος πρὸς Σαλωμών· ἀνθ᾿ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. 12 πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήψομαι αὐτήν. 13 πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου καὶ διὰ ῾Ιερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην. 14 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν ῎Αδερ τὸν ᾿Ιδουμαῖον καὶ τὸν ᾿Εσρὼμ υἱὸν ᾿Ελιαδαέ, τὸν ἐν Ραεμμὰθ ᾿Αδραζὰρ βασιλέα Σουβὰ κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασέκ· καὶ ἦσαν σατὰν τῷ ᾿Ισραὴλ πάσας τὰς ἡμέρας Σαλωμών. καὶ ῎Αδερ ὁ ᾿Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν ᾿Ιδουμαίᾳ· 15 καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν ᾿Εδὼμ ἐν τῷ πορευθῆναι ᾿Ιωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ ᾿Ιδουμαίᾳ —16 ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ ᾿Ιωὰβ καὶ πᾶς ᾿Ισραὴλ ἐν τῇ ᾿Ιδουμαίᾳ, ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ ᾿Ιδουμαίᾳ— 17 καὶ ἀπέδρα ῎Αδερ, αὐτὸς καὶ πάντες ἄνδρες ᾿Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ ῎Αδερ παιδάριον μικρόν. 18 καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἔρχονται εἰς Φαρὰν καὶ λαμβάνουσιν ἄνδρας μεθ᾿ ἑαυτῶν καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ εἰσῆλθεν ῎Αδερ πρὸς Φαραώ, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ. 19 καὶ εὗρεν ῎Αδερ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμίνας τὴν μείζω. 20 καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμίνας τῷ ῎Αδερ τὸν Γανηβὰθ υἱὸν αὐτῆς, καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ. 21 καὶ ῎Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν ᾿Ιωὰβ ὁ ἄρχων τῆς στρατιᾶς· καὶ εἶπεν ῎Αδερ πρὸς Φαραώ· ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου. 22 καὶ εἶπε Φαραὼ τῷ ῎Αδερ· τίνι σὺ ἐλαττονῇ μετ᾿ ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου. καὶ εἶπεν αὐτῷ ῎Αδερ, ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν ῎Αδερ εἰς τὴν γῆν αὐτοῦ. αὕτη ἡ κακία, ἣν ἐποίησεν ῎Αδερ· καὶ ἐβαρυθύμησεν ἐν ᾿Ισραὴλ καὶ ἐβασίλευσεν ἐν γῇ ᾿Εδώμ*. 26 Καὶ ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ ὁ ᾿Εφραθὶ ἐκ τῆς Σαριρὰ υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμών. 27 καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπῄρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών. καὶ ὁ βασιλεὺς Σαλωμὼν ᾠκοδόμησε τὴν ἄκραν, συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 28 καὶ ὁ ἄνθρωπος ῾Ιεροβοὰμ ἰσχυρὸς δυνάμει, καὶ εἶδε Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστί, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου ᾿Ιωσήφ. 29 καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ῾Ιεροβοὰμ ἐξῆλθεν ἐξ ῾Ιερουσαλὴμ καὶ εὗρεν αὐτὸν ᾿Αχιὰ ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ ᾿Αχιὰ περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι μόνοι ἐν τῷ πεδίῳ. 30 καὶ ἐπελάβετο ᾿Αχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ᾿ αὐτῷ καὶ διέρρηξεν αὐτὸν δώδεκα ρήγματα 31 καὶ εἶπε τῷ ῾Ιεροβοάμ· λάβε σεαυτῷ δέκα ρήγματα, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ ρήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν καὶ δώσω σοι δέκα σκῆπτρα. 32 καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ καὶ διὰ ῾Ιερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν ᾿Ισραήλ, 33 καὶ ἀνθ᾿ ὧν ἐγκατέλιπέ με καὶ ἐποίησε τῇ ᾿Αστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν ᾿Αμμὼν καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 34 καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὸν Δαυὶδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην αὐτόν. 35 καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, 36 τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν ῾Ιερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ. 37 καὶ σὲ λήψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν ᾿Ισραήλ. 38 καὶ ἔσται ἐὰν φυλάξῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν, καθὼς ᾠκοδόμησα τῷ Δαυὶδ. 40 καὶ ἐζήτησε Σαλωμὼν θανατῶσαι τὸν ῾Ιεροβοάμ, καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ, ἕως οὗ ἀπέθανε Σαλωμών. 41 Καὶ τὰ λοιπὰ τῶν λόγων Σαλωμὼν καὶ πάντα, ὅσα ἐποίησε, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ρημάτων Σαλωμών; 42 καὶ αἱ ἡμέραι, ἅς ἐβασίλευε Σαλωμὼν ἐν ῾Ιερουσαλὴμ ἐπὶ πάντα ᾿Ισραὴλ τεσσαράκοντα ἔτη. 43 καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήθη ὡς ἤκουσεν ῾Ιεροβοὰμ υἱὸς Ναβάτ, —καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ— κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ. 44 καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ροβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. _____ * 3 Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἐξέκλιναν γυναῖκες αὐτοῦ τὴν καρδίαν αὐτοῦ. * 23 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ραζὼν υἱὸν ᾿Ελιαδαὲ τὸν Βαραμεὲθ ᾿Αδαδεζὲρ βασιλέα Σουβὰ κύριον αὐτοῦ. 24 καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος ἐν τῷ ἀποκτείνειν Δαυὶδ αὐτούς, καὶ ἐπορεύθησαν εἰς Δαμασκὸν καὶ ἐκάθισαν ἐν αὐτῷ καὶ ἐβασίλευσεν ἐν Δαμασκῷ 25 καὶ ἐγένετο ἀντικείμενος τῷ ᾿Ισραὴλ πάσας τὰς ἡμέρας Σαλωμών.


ΒΑΣΙΛΕΙΩΝ Γ
 
< <     > >



ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ ΚΑΙ ΒΟΗΘΗΜΑΤΑ ΜΕΛΕΤΗΣ

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ