The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

3

 

1Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· [1] 2 οὗτος ἦλθε πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ· Ραββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. 3 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. [2] 4 λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 5 ἀπεκρίθη Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, [3] οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 6 τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. [4]

“Οἱ Πνεύματι ἀγόμενοι͵ ἐκ τῶν καρπῶν τοῦ Πνεύματος δῆλοί εἰσιν. Εἴδωμεν οὖν τοὺς καρποὺς τοῦ Πνεύματος· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος͵ φησίν͵ ἐστὶν ἀγάπη͵ χαρά͵ εἰρήνη͵ μακροθυμία͵ χρηστότης͵ ἀγαθωσύνη͵ πίστις͵ πραΰτης͵ ἐγκράτεια. Ἆρα ἔχομεν ταῦτα ἐν ἑαυτοῖς; Ἀλλ΄ εἴθε μὴ πάντα τὰ ἐναντία. Πῶς οὖν υἱοὶ Θεοῦ ἀκούειν δυνάμεθα καὶ οὐχὶ μᾶλλον ἐκ τοῦ ἐναντίου; Τὸ γὰρ ἔκ τινος γεγεννημένον͵ ὅμοιον τοῦ γεγεννηκότος ἐστί. ... Οἱ δὲ τῷ Χριστῷ ἐν ἀληθείᾳ πιστεύσαντες καὶ ὅλον αὐτὸν ἐν ἑαυτοῖς διὰ τῶν ἐντολῶν εἰσοικίσαντες͵ οὕτως ἔλεγον· Ζῶ οὐκέτι ἐγώ͵ ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός.[5] 

7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. [6]  

“Οὗτοι γὰρ ἐμπνεόμενοι τὰ θεῖα χαρίσματα͵ πόθεν μὲν ἐδόθη αὐτοῖς τὸ οἱονοῦν χάρισμα ἢ διὰ ποίαν αἰτίαν͵ οὐ γινώσκουσιν͵ οὐδὲ εἰς ποῖον τέλος καταντᾷ ἡ τοῦ χαρίσματος δωρεά͵ μόνον δὲ τὴν φωνὴν ἀκούουσιν͵ τουτέστιν αὐτὴν τὴν διὰ τῆς τοῦ βίου καθαρότητος τοῦ χαρίσματος ἐνέργειαν διαδεικνυμένην καὶ τρόπον τινὰ φωνὴν ἀφιεῖσαν͵ εἴτε διδασκαλίας ἐστὶν χάρισμα εἴτε ἰαμάτων ...”.[7] 

9 ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· Πῶς δύναται ταῦτα γενέσθαι; 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; 11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12 εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; 13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὤν ἐν τῷ οὐρανῷ. [8]  

“Ἀλλ΄ ἐπίστησον ἀκριβῶς μὴ εἰς αἰσθητὰ κατενέγκῃς τὴν περὶ τούτων νόησιν͵ οὐρανὸν τοπικὸν καὶ μετάβασιν ἐκεῖθεν κατὰ φορὰν γινομένην ὑπολαβών. Θεοῦ γὰρ προηγουμένην͵ ἵν΄ οὕτως εἴπω͵ ὑπεροχὴν καὶ κατάστασιν δηλοῖ ἡ τοῦ διηγηθέντος οὐρανοῦ προσηγορία”.[9] 

14 καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, [10] 15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. 16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. [11] 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. 18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. 19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. 20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· 21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.  

“Διά τοι τοῦτο καὶ ὁ τοιοῦτος ἐν τῇ μελλούσῃ κρίσει καὶ δίκῃ οὐ κρίνεται, προκέκριται γάρ· οὐδὲ ὑπὸ τοῦ φωτός ἐκείνου ἐλέγχεται, προπεφώτισται γάρ· οὐδὲ ἐν τούτῳ τῷ πυρὶ εἰσερχόμενος δοκιμάζεται ἢ καίεται, προδεδοκίμασται γάρ· οὐδὲ ὡς τότε φανεῖσαν τὴν ἡμέραν Κυρίου λογίζεται, ὅλος γὰρ ἐκ τῆς ὁμιλίας καὶ συνουσίας Θεοῦ ἡμέρα φαεινὴ καὶ λαμπρὰ γέγονεν· οὐδὲ ἐν τῷ κόσμῳ τότε εὑρίσκεται ἢ σὺν τῷ κόσμῳ, ἀλλ᾿ ἔξω τούτου εἰς ἅπαν ἐστίν”.[12] 

22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐτῶν καὶ ἐβάπτιζεν. 23 ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· 24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης. 25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. 26 καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ· Ραββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. 27 ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. [13] 28 αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον· οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ' ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. 29 ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30 ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. 31 Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί, 32 καὶ ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ, [14] καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. [15] 33 ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. [16] 34 ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ Πνεῦμα. [17] 35 ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. [18] 36 ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν.

Ἀγανακτεῖ γὰρ Πατὴρ Υἱοῦ τοῦ μονογενοῦς ἀθετουμένου. Δεινὸν μὲν γὰρ βασιλεῖ καὶ τὸν στρατιώτην ἁπλῶς ἀτιμασθῆναι· ὅταν δὲ τῶν ἐνδοξοτέρων τις ὑπασπιστῶν ἢ φίλων ἀτιμασθῇ͵ τότε προστίθεται μείζων ἡ ὀργή· ἐὰν δὲ καὶ αὐτόν τις τὸν μονογενῆ υἱὸν τοῦ βασιλέως ὑβρίσῃ͵ τίς παρακαλέσει πατέρα ὑπὲρ υἱοῦ μονογενοῦς ἀγανακτοῦντα; [19]

 

 


[1] “Οὗτος καὶ ἐν μέσῳ τῷ Εὐαγγελίῳ φαίνεται τὸν ὑπὲρ τοῦ Χριστοῦ ποιούμενος λόγον· λέγει γάρ· Ὁ νόμος ἡμῶν οὐδένα κρίνει͵ ἐὰν μὴ πρότερον ἀκούσῃ. Πρὸς τοῦτον καὶ Ἰουδαῖοι δυσχεραίνουσι λέγοντες· Ἐρώτησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Καὶ μετὰ τὸν σταυρὸν δὲ πολλὴν τὴν ἐπιμέλειαν τῆς ταφῆς τοῦ Δεσποτικοῦ σώματος πεποίηται. ῏Ηλθε γάρ͵ φησί͵ καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς τὸν Κύριον νυκτός͵ φέρων μίγμα μύρου καὶ ἀλόης ὡς λίτρας ἑκατόν. Καὶ νῦν δὲ διέκειτο μὲν περὶ τὸν Χριστόν͵ οὐχ ὡς ἐχρῆν δέ͵ οὔτε μετὰ διανοίας τῆς προσηκούσης͵ ἀλλ΄ ἔτι ὑπὸ τῆς Ἰουδαϊκῆς κατείχετο ἀσθενείας. Διὰ τοῦτο καὶ νυκτὸς ἦλθε͵ δεδοικὼς ἐν ἡμέρᾳ τοῦτο ποιῆσαι. Ἀλλ΄ ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο͵ οὐδὲ διήλεγξεν͵ οὐδὲ τῆς αὐτοῦ διδασκαλίας ἀπεστέρησεν͵ ἀλλὰ καὶ μετὰ πολλῆς αὐτῷ τῆς ἐπιεικείας διαλέγεται καὶ δόγματα αὐτῷ παρανοίγει τὰ σφόδρα ὑψηλά͵ αἰνιγματωδῶς μέν͵ παρανοίγει δὲ ὅμως͵ Πολλῷ γὰρ μᾶλλον οὗτος συγγνώμης ἄξιος ἦν τῶν διὰ πονηρίαν τοῦτο ποιούντων. Ἐκεῖνοι μὲν γὰρ πάσης εἰσὶν ἀπολογίας ἐκτός· οὗτος δὲ καὶ αὐτὸς καταγνώσεως μὲν ὑπεύθυνος ἦν͵ οὐ μὴν τοσαύτης.” Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.144.

[2] “Ὥσπερ γὰρ ὁ εἰκονογράφος προσέχει τῷ προσώπῳ τοῦ βασιλέως καὶ γράφει͵ καὶ ἐπὰν ἐξ ἐναντίας ᾖ τὸ πρόσωπον τοῦ βασιλέως προσέχον αὐτῷ γράφοντι͵ εὐκόλως καὶ καλῶς ἐκεῖνος ζωγραφεῖ τὴν εἰκόνα· ἐπὰν δὲ ἀποστρέψῃ τὸ πρόσωπον͵ οὐ δύναται γράψαι διὰ τὸ μὴ ἀτενίζειν αὐτὸ τῷ γράφοντι͵ τὸν αὐτὸν τρόπον καὶ ὁ καλὸς ζωγράφος Χριστὸς τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀτενίζουσι διαπαντὸς πρὸς αὐτὸν εὐθέως ζωγραφεῖ κατὰ τὴν εἰκόνα αὐτοῦ ἐπουράνιον ἄνθρωπον· ἐκ τοῦ αὐτοῦ Πνεύματος͵ ἐκ τῆς ὑποστάσεως αὐτοῦ͵ τοῦ φωτὸς τοῦ ἀνεκλαλήτου͵ γράφει εἰκόνα οὐράνιον καὶ δίδωσιν αὐτῇ τὸν καλὸν καὶ ἀγαθὸν αὐτῆς νυμφίον. εἴ τις οὖν οὐκ ἀτενίζει διαπαντὸς πρὸς αὐτόν͵ τῶν πάντων ὑπεριδών͵ οὐ μὴ γράψῃ ὁ Κύριος αὐτοῦ τὴν εἰκόνα ἐκ τοῦ ἑαυτοῦ φωτός. χρὴ τοίνυν ἀτενίζειν ἡμᾶς εἰς αὐτόν͵ πιστεύοντας καὶ ἀγαπῶντας αὐτόν͵ πάντα ῥίψαντας καὶ αὐτῷ προσέχοντας͵ ἵνα γράψας τὴν ἑαυτοῦ εἰκόνα τὴν ἐπουράνιον ἀποστείλῃ ἐν ταῖς ψυχαῖς ἡμῶν͵ καὶ οὕτως φορέσαντες τὸν Χριστὸν ζωὴν αἰώνιον λάβωμεν καὶ ἀπεντεῦθεν πληροφορηθέντες ἀναπαῶμεν.” Μακάριος ὁ Αἰγύπτιος, Πνευματικὴ ὁμιλία 30, Dörries, Klostermann, Krüger, στ. 45-60.

[3] Δύο σκοπῶν ἐν τῷ βαπτίσματι προκειμένων͵ καταργῆσαι μὲν τὸ σῶμα τῆς ἁμαρτίας͵ τοῦ μηκέτι αὐτὸ καρποφορεῖν τῷ θανάτῳ͵ ζῆν δὲ τῷ Πνεύματι͵ καὶ τὸν καρπὸν ἔχειν ἐν ἁγιασμῷ· τὸ μὲν ὕδωρ͵ τοῦ θανάτου τὴν εἰκόνα παρέχει͵ ὥσπερ ἐν ταφῇ τὸ σῶμα παραδεχόμενον· τὸ δὲ Πνεῦμα τὴν ζωοποιὸν ἐνίησι δύναμιν͵ ἀπὸ τῆς κατὰ τὴν ἁμαρτίαν νεκρότητος εἰς τὴν ἐξ ἀρχῆς ζωὴν τὰς ψυχὰς ἡμῶν ἀνακαινίζον. Τοῦτο οὖν ἐστι τὸ ἄνωθεν γεννηθῆναι ἐξ ὕδατος καὶ Πνεύματος· ὡς τῆς μὲν νεκρώσεως ἐν τῷ ὕδατι τελουμένης, τῆς δὲ ζωῆς ἡμῶν ἐνεργουμένης διὰ τοῦ Πνεύματος. Ἐν τρισὶν οὖν καταδύσεσι καὶ ἰσαρίθμοις ταῖς ἐπικλήσεσι͵ τὸ μέγα μυστήριον τοῦ βαπτίσματος τελειοῦται͵ ἵνα καὶ ὁ τοῦ θανάτου τύπος ἐξεικονισθῇ καὶ τῇ παραδόσει τῆς θεογνωσίας τὰς ψυχὰς φωτισθῶσιν οἱ βαπτιζόμενοι. Ὥστε εἴ τίς ἐστιν ἐν τῷ ὕδατι χάρις͵ οὐκ ἐκ τῆς φύσεώς ἐστι τοῦ ὕδατος͵ ἀλλ΄ ἐκ τῆς τοῦ Πνεύματος παρουσίας. Οὐ γάρ ἐστι τὸ βάπτισμα ῥύπου σαρκὸς ἀπόθεσις͵ ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν.” Μ. Βασίλειος, Περὶ τοῦ ἁγ. Πνεύματος, κεφ. 15, ἑν. 35.

[4] Εἰ γὰρ ἐκεῖ τὸ ὕδωρ εἰς οἶνον μετέβαλε͵ πόσῳ μᾶλλον τὰς ψυχὰς τῶν πιστευόντων καὶ προσδοκώντων ἐν ἀληθείᾳ τὸν Κύριον Πνεῦμα ἀπεργάσεται καὶ εἰς Πνεῦμα μεταβαλεῖ. καὶ εἰ ἐν τῇ ἐρήμῳ ὀλίγους ἄρτους λαβὼν ὁ Κύριος εὐλόγησε͵ καὶ ὑπερεπερίσσευσε καὶ ἐχορτάσθησαν πολλὰ πλήθη͵ πόσῳ μᾶλλον τὴν ψυχὴν ταύτην τὴν νῦν ἐν στενότητι καὶ συνοχῇ πολλῇ οὖσαν καὶ μηδὲ ἑαυτῇ ἐπαρκεῖν δυναμένην διὰ τὴν συνοχὴν τῶν πονηρῶν λογισμῶν εὐλογήσας Πνεύματι ἁγίῳ πλατύνει καὶ ἁπλώσει τὰ κεκαλλυμένα τῶν ἀρετῶν αὐτῆς μέλη͵ ὥστε οὐ μόνον αὐτὴν κορέννυσθαι͵ ἀλλὰ καὶ ἄλλους κορεννύειν ἐκ τῶν τοῦ Πνεύματος διδασκαλιῶν.” Μακάριος ὁ Αἰγύπτιος, Ὁμιλία 63, κεφ. 4, ἑν. 2· πρβλ. τοῦ ἰδίου, Ὁμιλία 2, ἑν. 6: ὥσπερ καὶ σῶμα τοῦ Κυρίου κερασθὲν τῇ θεότητι Θεός ἐστιν. σπερ δὲ σίδηρος βληθεὶς εἰς πῦρ πῦρ ἐστι͵ καὶ οὐδὲν δύναται αὐτοῦ ἅψασθαι ἢ ἐγγίσαι͵ ἐπεὶ ἀφανίζεται καὶ ἀναλίσκεται͵ εἰ μὴ μόνον τὸ πῦρ μετὰ τοῦ πυρὸς ἢ ἄνθρακες πυρὸς μετὰ ἀνθράκων δύνανται εἶναι ἀβλαβεῖς͵ οὕτω καὶ πᾶσα ψυχὴ διὰ τοῦ πυρὸς τοῦ Πνεύματος καθαρισθεῖσα καὶ πῦρ καὶ Πνεῦμα γενομένη δύναται εἶναι μετὰ τοῦ ἀχράντου σώματος τοῦ Χριστοῦ. ψυχὴν δὲ ἀμύητον τούτου τοῦ Πνεύματος ἀδύνατον ἐκεῖ προσεγγίσαι ἢ ἀποβλέψαι εἰς τὴν θείαν ἐκείνην ἀστραπν καὶ ζῆν ἐν αὐτῇ. ἕκαστον γὰρ πρᾶγμα ἐκεῖ ἐστι καὶ ἐκεῖ ζῇ͵ ὅθεν ἐγεννήθη· τὰ ζῷα τὰ ἐν τῷ ὕδατι διὰ τὸ ἐκεῖ γεννηθῆναι ἐκεῖ ζῶσι· τὰ πετεινὰ τοῦ οὐρανοῦ ἱπτάμενα ἐν τῷ ἀέρι εἰς αὐτὸν ἀναπαύονται. ὁμοίως καὶ ἡ τῶν ψυχῶν διαγωγή͵ καὶ ὁ ἀὴρ τῶν ἐχόντων τὰς τοῦ Πνεύματος πτέρυγας ἐπάνω ἐστὶν εἰς τὰ ὕψη τῆς θεότητος͵ ἐκεῖθεν γὰρ ἐγεννήθησαν.”

[5] Μάξιμος ὁ Ὁμολογητής, Λόγος ἀσκητικός, ἑν. 33-34.

[6] ς τοῦ πνεύματος τοῦ ἀνέμου οὐδεὶς οἶδε τὸν οἶκον͵ πόθεν ἔρχεται͵ ἢ τὸ πλήρωμα αὐτοῦ͵ ποῦ καταντᾷ͵ οὔτε κωλῦσαί τις δύναται οὔτε μετρῆσαι οὔτε καταλαβεῖν͵ ὁμοίως <ὡς> τὰ τῶν ποταμῶν ῥεύματα οὐδεὶς δύναται ἐπισχεῖν ἢ καταλαβεῖν - τὸ αὐτὸ καὶ ἐπὶ τῆς ψυχῆς· οὐδεὶς δύναται καταλαβεῖν τοὺς λογισμοὺς ἢ πάλιν κωλῦσαι τὰ ῥεύματα τοῦ νοὸς ἢ ἐπισχεῖν ἢ εἰδέναι τὴν πηγὴν τῶν λογισμῶν τῆς διανοίας͵ πόθεν ἐξέρχεται͵ ἢ καταλαβεῖν͵ ποῦ ἀπέρχεται. <>που γὰρ οὔκ ἐστιν ἐνταῦθα καθέζεται καὶ ἀλλαχοῦ τῷ νῷ καὶ τῇ διανοίᾳ ἐστὶν εἰς μακρὰς χώρας. εἰ οὖν͵ φησί͵ τὰ ἐπίγεια τὰ ἐνταῦθα ἐν χερσὶ τοιαῦτά ἐστι καὶ τοσοῦτον ἀκατάληπτα͵ πόσῳ μᾶλλον ὁ γεννηθεὶς ἄνωθεν καὶ δεξάμενος τὸ ἐπουράνιον Πνεῦμα τοῦ κυρίου καὶ κραθεὶς αὐτῷ κατὰ τὸν ἔσω ἄνθρωπον πόσον ἐστὶν ἀκατάληπτος ἡ ψυχὴ ἐκείνου; ὅπου γὰρ βούλεται͵ ἰδοὺ ἐκεῖ ἐστιν͵ ἐνταῦθα γὰρ οὖσα͵ ἐλθὸν τὸ οὐράνιον καὶ θεῖον Πνεῦμα ὡδήγησεν αὐτὴν εἰς τὰ ἐπουράνια καὶ ἐδίδαξε καὶ πανταχοῦ ἀκατάληπτός ἐστιν ἐκείνη ἡ ψυχή.” Μακάριος ὁ Αἰγύπτιος, Ὁμιλία 15, ἑν. 1.

[7] Μάξιμος ὁ Ὁμολογητής, Ἀπορούμενα καὶ ἀμφιβαλλόμενα, ἑν. 188.

[8] “Πῶς καταβέβηκεν ἐξ οὐρανοῦ ὁ Υἱὸς τοῦ ἀνθρώπου͵ καίτοι τῆς ἁγίας σαρκὸς γεννηθείσης ἐκ γυναικός; ἀλλ΄ ἴδιον ἦν τὸ σῶμα τοῦ ἐξ οὐρανοῦ καταφοιτήσαντος Λόγου͵ ὃς καὶ γέγονεν Υἱὸς ἀνθρώπου. εἷς οὖν ἄρα Χριστὸς καὶ Υἱός· οὕτως ἴδια μὲν τῆς σαρκὸς τὰ τοῦ Λόγου γέγονεν͵ ἴδια δὲ τοῦ Λόγου τὰ τῆς σαρκὸς δίχα μόνης ἁμαρτίας.” Τρίτη οἰκουμενικὴ σύνοδος, 1,1,5.110.

[9] Δίδυμος ὁ τυφλός, Εἰς Ψαλμούς, ἀπ. 1065.

[10] “Τὸ δὲ σύμβολον εἶναι τοῦ κατὰ τὸν Σταυρὸν μυστηρίου τὸν ὑψωθέντα ὄφιν ἐν τῇ ἐρήμῳ, φανερῶς διδάσκει ἡ τοῦ Κυρίου φωνή. Γρηγορίου Νύσσης, Περὶ τοῦ βίου Μωϋσέως, κεφ. 2, ἑν. 277.

[11] να πᾶς ὁ θεωρῶν αὐτὸν θεωρ τὸν Πατέρα. Τρίτη οἰκουμενικὴ σύνοδος, 1,1,6.50.

[12] Συμεὼν ὁ Νέος Θεολόγος, Ἠθικὸς Ι’, ΟΚ τ. 2, σ. 294.

[13] “Ἡ λογικὴ οὐσία͵ ἧς μέρος ἐστὶ καὶ ἡ ἀνθρώπου ψυχή͵ ἐξ ἑαυτῆς οὐδενός ἐστι τῶν ἀγαθῶν γεννητική͵ εἰ καὶ δεκτική ἐστι τούτων. αὕτη τοιγαροῦν γυναικὸς τρόπῳ ἐξ ἄλλου γεννᾶν πέφυκεν ἃς δύναται τίκτειν ἀρετὰς πρακτικάς τε καὶ διανοητικάς. διὸ νύμφην αὐτὴν ἐρῶ͵ οὐ τοῦ τυχόντος ἀλλὰ μόνου τοῦ σπορέως τῶν ἀγαθῶν. οὐκ ἄλλος δ΄ ἐστὶ τοῦ Ἰησοῦ͵ οὗ εἰρήκατε βαπτίζειν͵ ὑπ΄ ἐμοῦ μεμαρτυρημένου͵ πρὸς ὃν ἔρχεσθαι πάντας φατέ. εἰ θέλετε οὖν καὶ ὑμεῖς ἀγαθὰ τεκεῖν͵ πρὸς αὐτὸν ἀπέλθετε. μέρος γὰρ τῆς νύμφης ἐστέ͵ ὄντες τῆς οὐσίας τῶν λογικῶν.” Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην - ἐκ Σειρῶν, ἀπ. 45.

[14] “Ἐπειδὴ διὰ τῶν αἰσθήσεων τούτων ἡμεῖς πάντα μανθάνομεν ἀκριβῶς καὶ ἀξιόπιστοι δοκοῦμεν εἶναι διδάσκαλοι͵ ὑπὲρ ὧν ἢ ὄψει παραλάβωμεν ἢ ἀκοῇ δεξώμεθα͵ ἅτε οὐ πλαττόμενοι͵ οὐδὲ ψευδῆ λέγοντες, τοῦτο καὶ ἐνταῦθα κατασκευάσαι βουλόμενος ὁ Ἰωάννης εἶπε τὸ͵ Ἃ ἤκουσε καὶ ἑώρακε· τουτέστιν͵ οὐδὲν τῶν παρ΄ αὐτοῦ ψεῦδός ἐστιν͵ ἀλλὰ πάντα ἀληθῆ. ... καὶ ὅσα ἂν ἕτερα τοιαῦτα φθέγγηται͵ οὐχ ἵνα μάθωμεν ὅτι διδασκόμενος λέγει ἃ λέγει (τοῦτο γὰρ τῆς ἐσχάτης ἀνοίας ἐστὶ νομίζειν)· ἀλλ΄ ἵνα μηδὲν τῶν λεγομένων ὑποπτεύηται παρὰ τῶν ἀναισχύντων Ἰουδαίων. Ἐπειδὴ γὰρ οὐδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον͵ συνεχῶς ἐπὶ τὸν Πατέρα καταφεύγει͵ ἐκεῖθεν ἀξιόπιστα ποιῶν τὰ λεγόμενα.” Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.172.

[15] “Οὐχ ὡς μηδενὸς δεχομένου τὴν μαρτυρίαν͵ ὅτι δὴ καὶ Θεὸς κατὰ φύσιν ὑπάρχει Χριστός͵ ἄνωθέν τε καὶ ἐκ Πατρὸς ὁρμώμενος͵ ἐπάνω πάντων ἐστί͵ τὰ τοιαῦτά φησιν ὁ μακάριος βαπτιστής· πολλοὶ γὰρ ἐδέξαντο καὶ πεπιστεύκασι͵ καὶ πρό γε πάντων ὁ Πέτρος εἰπών Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· ἀλλ΄ ὡς τῶν ἄλλων πάντων αὐτὸς ἀκριβέστερον τὸ μέγα τοῦ λαλοῦντος ἐννοήσας ἀξίωμα͵ μονονουχὶ κατασείσας τὴν κεφαλὴν καὶ μηρῷ τὴν δεξιὰν ἐπικροτήσας ἀποθαυμάζει τῶν ἀπειθούντων αὐτῷ τὴν ἀπόνοιαν.” Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 247.

[16] νταῦθα αὐτοὺς καὶ φοβεῖ· δείκνυσι γὰρ ὅτι ὁ μὴ τούτῳ πιστεύων͵ οὐκ αὐτῷ μόνον͵ ἀλλὰ καὶ τῷ Πατρὶ ἀπιστεῖ. Διὸ καὶ ἐπάγει· Ὃν γὰρ ἀπέστειλεν ὁ Θεός͵ τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Ἐπεὶ οὖν τὰ ἐκείνου φθέγγεται ὅ τε πιστεύων͵ ὅ τε ἀπιστῶν͵ ἐκείνῳ καὶ πιστεύει καὶ ἀπιστεῖ. Τὸ δὲ Ἐσφράγισεν͵ ἔδειξεν ἐστίν. Οὕτως εἰπὼν καὶ ἔτι αὔξων τὸν φόβον προστίθησιν· Ὅτι ὁ Θεὸς ἀληθής ἐστι· δεικνύς͵ ὡς ἂν ἄλλως τις ἀπιστήσειε τούτῳ͵ εἰ μὴ ψεῦδος καταγνοίη τοῦ πέμψαντος αὐτὸν Θεοῦ. Ἐπεὶ τοίνυν οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς λέγει͵ ἀλλὰ πάντα τὰ ἐκείνου͵ ὁ παρακούων τούτου͵ τοῦ πέμψαντος παρήκουσεν.” Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.173.

[17] πεστάλθαι δὲ φαμὲν τὸν τοῦ θεοῦ Λόγον τὸ τῆς ἀποστολῆς ὄνομά τε καὶ χρῆμα μετὰ τῶν τῆς κενώσεως ἔχοντα μέτρων͵ σὺ δὲ δὴ δέδιας ἀμαθῶς καὶ αὐτ προσνέμειν ἐρυθρις ἀνθ΄ ὅτου τό τε τῆς ἀποστολῆς καὶ τῆς ἀρχιερωσύνης ὄνομά τε καὶ χρῆμα; ἆρα γὰρ ἁρμόσειν ὑπείληφας ὡς ἑτέρ παρ΄ αὐτὸν ἀνθρώπ τ ἐκ γυναικός͵ ψιλὴν ἔχοντι τὴν συνάφειαν κατὰ σὲ καὶ ὡς ἐν ἰσότητι μόνης τῆς ἀξίας; πῶς οὖν ἔτι τὰ καθ΄ ἡμᾶς ὀνήσας ὁρᾶται Θεὸς ὢν ὁ Λόγος͵ εἰ καὶ προσκεκομίσμεθα δι΄ ἑτέρου τῷ Θε καὶ Πατρί; οὐκέτι γὰρ δι΄ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν͵ ἀλλὰ γέγονεν ἡμῶν μεσίτης ἄνθρωπος καθ΄ ἡμᾶς͵ τὸ τῆς θεότητος ὄνομα κατάπλαστον ἔχων. ἀλλὰ ναί͵ φησί͵ σμικρὸν ἂν εἴη τ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγ τὸ ἱερουργεῖν. σμικρὸν ὁμολογουμένως͵ συνερῶ γάρ σοι πρεσβεύοντι τἀληθές· ἀλλ΄ οὐ γυμν τ θεότητι κεχρημένος ἐπέφανε τοῖς ἐπὶ τῆς γῆς͵ γεγονὼς δὲ μᾶλλον ἄνθρωπος καθ΄ ἡμᾶς͵ μέγα τι χρῆμα καὶ ἐξαίρετον ἡ ἱερουργία.” Τρίτη οἰκουμενικὴ σύνοδος, 1,1,6.55.

[18] “Δέδωκε γὰρ ἵν΄͵ ὥσπερ δι΄ αὐτοῦ τὰ πάντα γέγονεν͵ οὕτως ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῆναι δυνηθῇ. Οὐ γὰρ͵ ἵν΄ ἐκ πτωχοῦ πλούσιος γένηται͵ παρεδόθη αὐτῷ͵ οὐδ΄ ἵνα͵ ὡς μὴ ἔχων ἐξουσίαν͵ λάβῃ ἐξουσίαν͵ παρέλαβε τὰ πάντα͵ μὴ γένοιτο ἀλλ΄ ἵνα μᾶλλον͵ ὡς Σωτὴρ τὰ πάντα διορθώσηται. Ἔπρεπε μὲν γὰρ τὴν μὲν ἀρχὴν τῆς δημιουργίας δι΄ αὐτοῦ γενέσθαι εἰς τὸ εἶναι αὐτά͵ τὴν δὲ διόρθωσιν ἐν αὐτῷ͵ ἐχουσῶν διαφορὰν τῶν λέξεων. Ἐν ἀρχῇ μὲν γὰρ δι΄ αὐτοῦ γέγονεν εἰς τὸ εἶναι· ὕστερον δὲ πεσόντων πάντων γέγονεν ὁ Λόγος σὰρξ καὶ ἐνεδύσατο αὐτήν͵ ἵν΄ ἐν αὐτῷ τὰ ὅλα κατορθωθῇ. Πάσχων γὰρ αὐτὸς ἡμᾶς ἀνέπαυσε καὶ πεινῶν αὐτὸς ἡμᾶς ἔτρεφε καὶ εἰς τὸν ᾅδην καταβαίνων ἡμᾶς ἀνέφερε. Τότε γοῦν γινομένων πάντων πρόσταγμα ἦν τὸ γενέσθαι͵ οἶον τὸ ἐξαγαγέτω, καὶ γενέσθω· ἐπὶ δὲ τῇ διορθώσει παραδοθῆναι πάντα ἔπρεπεν͵ ἵν΄ αὐτὸς γένηται ἄνθρωπος καὶ ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῇ. Ἐν αὐτῷ γὰρ ὢν ὁ ἄνθρωπος ἐζωοποιεῖτο.” Μ. Ἀθανάσιος, Εἰς τὸ Πάντα παρεδόθη μοι ὑπὸ τοῦ Πατρός μου.., PG 25.212.

[19] Κύριλλος Ἱεροσολύμων, Κατηχήσεις φωτιζομένων 10, κεφ. 1.

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.html

ΕΠΙΚΟΙΝΩΝΙΑ