The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

2

 

1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾶ τῆς Γαλιλαίας, [1] καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· 2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. 3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. 4 λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; [2] οὔπω ἥκει ἡ ὥρα μου. [3] 5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν ποιήσατε. 6 ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι, κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. [4] 8 καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· καὶ ἤνεγκαν. 9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον - καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ - φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. [5] 11 Ταύτην ἐποίησεν τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾶ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. [6]

 12 Μετὰ τοῦτο κατέβη εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμεινεν οὐ πολλὰς ἡμέρας. 13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. 14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, 15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψε, 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. 17 Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. [7] 18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20 εἶπον οὖν οἱ Ἰουδαῖοι· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21 ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. [8] 22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς. 23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· 24 αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας, 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ. [9]

 

 

[1] Συγκροτεῖται δὲ ὁ γάμος ἐν ἡμέρᾳ τῇ τρίτῃ͵ τουτέστιν͵ ἐν ἐσχάτοις τοῦ παρόντος αἰῶνος καιροῖς· ὁ γὰρ τρίτος ἡμῖν ἀριθμὸς ἀρχὴν εἰσφέρει καὶ μεσότητα καὶ τέλος· οὕτω γὰρ ὁ σύμπας ἐκμετρεῖται χρόνος. ... Kαταμηνύει δὲ καὶ τὸν τόπον· ἐν Κανᾷ γὰρ τῆς Γαλιλαίας φησίν. ἐπιτηρείτω δὲ πάλιν ὁ φιλομαθής· οὐ γὰρ ἐν τοῖς Ἱεροσολύμοις ἡ πανήγυρις͵ ἔξω δὲ τῆς Ἰουδαίας τὸ δεῖπνον͵ ὡς ἐν τῇ τῶν ἐθνῶν ἐπιτελεῖται χώρᾳ. Γαλιλαία γὰρ τῶν ἐθνῶν͵ ὡς ὁ προφήτης φησίν. δῆλον δὲ δήπου πάντως ἐστὶν͵ ὡς ἡ μὲν τῶν Ἰουδαίων Συναγωγὴ τὸν ἐξ οὐρανῶν ἀπεώσατο νυμφίον͵ προσεδέξατο δὲ καὶ λίαν ἀσμένως͵ ἡ ἐξ ἐθνῶν Ἐκκλησία. ἔρχεται δὲ εἰς τοὺς γάμους οὐκ αὐτόμολος ὁ Σωτήρ· πολλαῖς γὰρ ἁγίων ἐκαλεῖτο φωναῖς.” Κυρίλλου Ἀλεξανδρείας, Εἰς Ἰωάννην, Pusey, τ. 1, σελ. 203-4.

[2] “Ἔνθα μὲν γὰρ ἂν μηδὲν ἐμποδίζωσι͵ μηδὲ παρεγκόπτωσί τι τῶν κατὰ Θεὸν πραγμάτων οἱ γονεῖς͵ ἀναγκαῖον εἴκειν καὶ ὀφειλόμενον͵ καὶ τὸ μὴ τοῦτο ποιεῖν͵ κίνδυνος μέγας· ὅταν δὲ ἀκαίρως τι ζητῶσι καὶ ἐγκόπτωσί τι τῶν πνευματικῶν͵ οὐκ ἀσφαλὲς πείθεσθαι. Διὸ καὶ ἐνταῦθα οὕτως ἀπεκρίνατο͵ καὶ ἀλλαχοῦ πάλιν· Τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Οὐδέπω γὰρ ἣν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· ἀλλ΄ ἐπειδὴ ὤδινεν αὐτὸν͵ ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν͵ οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ͵ δέον ὡς Δεσπότην σέβειν καὶ προσκυνεῖν. Διὰ τοῦτο οὖν τότε οὕτως ἀπεκρίνατο. Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν͵ καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου καὶ τῆς διδασκαλίας προτεθείσης͵ ἐκείνην παρελθοῦσαν μέσην͵ ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως͵ ἰδίᾳ δὲ διαλέγεσθαι͵ μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν͵ ἀλλ΄ ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν. Διὰ τοῦτο ἔλεγε͵ Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου; οὐχ ὑβρίζων τὴν γεγεννηκυῖαν· ἄπαγε· ἀλλ΄ ὠφελῶν τὰ μέγιστα͵ καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν. Εἰ γὰρ τῶν ἄλλων ἐκήδετο καὶ πάντα ἔπραττεν ὥστε ἐνθεῖναι αὐτοῖς τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν͵ πολλῷ μᾶλλον ἐπὶ μητρός. Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι͵ ἀλλ΄ ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων͵ ἅτε μητέρα οὖσαν· διὰ τοῦτο οὕτως ἀπεκρίνατο πρὸς τοὺς εἰπόντας. Οὐδὲ γὰρ ἂν ἑτέρως αὐτὴν ἀνήγαγεν ἀπὸ τῆς ταπεινώσεως ταύτης πρὸς τὸ ὕψος ἐκεῖνο͵ εἰ προσεδόκα ὡς παρὰ παιδὸς ἀεὶ τιμηθήσεσθαι͵ ἀλλὰ μὴ ὡς Δεσπότην ἥξειν αὐτόν.” Ἰω. Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG  59.130-131.

[3] “Ἐπειδὴ προηγεῖται ἡ διδασκαλία τῶν σημείων - διὰ γὰρ τοὺς ἀπιστοῦντας τῇ διδασκαλίᾳ ἡ τῶν σημείων ἐπίδειξις γίνεται - οὔπω δὲ ἦν ἐκεῖ διδάξας καὶ πεῖραν λαβὼν αὐτῶν ἀπιστίας͵ διὰ τοῦτο εἶπεν· οὔπω ἥκει ἡ ὥρα μου.” Μάξιμος Ὁμολογητής, Περὶ διαφόρων ἀποριῶν, ἑν. 35.

[4] “Ἐπειδὴ γὰρ ἄνυδρός ἐστιν ἡ Παλαιστίνη καὶ οὐκ ἦν πολλαχοῦ κρήνας καὶ πηγὰς εὑρίσκειν͵ ἐπλήρουν ἀεὶ τὰς ὑδρίας ὕδατος͵ ὥστε μὴ τρέχειν εἰς ποταμοὺς εἴποτε ἀκάθαρτοι γένοιντο, ἀλλ΄ ἐγγύθεν ἔχειν τοῦ καθαρσίου τὸν τρόπον. Καὶ τί δήποτε πρὶν ἢ γεμίσαι οὐκ ἐποίησε τὸ σημεῖον͵ ὃ πολλῷ θαυμαστότερον ἦν; Ἕτερον γάρ ἐστιν ὕλην ὑποκειμένην εἰς ποιότητα μεταβαλεῖν͵ καὶ αὐτὴν τὴν οὐσίαν ἐξ οὐκ ὄντων ποιῆσαι· θαυμαστότερον μὲν γὰρ ἐκεῖνο. Ἀλλ΄ οὐχ οὕτως ἂν ἔδοξεν εἶναι πιστὸν τοῖς πολλοῖς. Διὰ τοῦτο γοῦν πολλάκις τῶν θαυμάτων περικόπτει τὸ μέγεθος ἑκὼν͵ ὥστε εὐπαράδεκτον μᾶλλον γενέσθαι. Καὶ τίνος ἕνεκεν͵ φησὶν͵ οὐχὶ τὸ ὕδωρ αὐτὸς παρήγαγε͵ καὶ τότε τὸν οἶνον ἔδειξεν͵ ἀλλὰ τοῖς διακόνοις ἐκέλευσε; Διὰ τὴν αὐτὴν πάλιν αἰτίαν͵ καὶ ἵνα αὐτοὺς μάρτυρας ἔχῃ τοῦ γινομένου τοὺς ἀντλήσαντας καὶ ὅτι οὐδεμία φαντασία ἦν τὸ τελούμενον. ... Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὰ κατὰ τῆς Ἐκκλησίας ἀναφυόμενα δόγματα ἀνατρέπει. Ἐπειδὴ γὰρ εἰσί τινες οἳ τοῦ κόσμου δημιουργὸν ἕτερον εἶναί φασι͵ καὶ οὐκ αὐτοῦ ἔργα τὰ ὁρώμενα͵ ἀλλ΄ ἑτέρου τινὸς ἐναντίου θεοῦ· καὶ τούτων ἐπιστομίζων τὴν μανίαν͵ οὕτω τὰ πλείονα ποιεῖ τῶν θαυμάτων ἐκ τῶν ὑποκειμένων οὐσιῶν. Εἰ γὰρ ἐναντίος ὁ δημιουργὸς ἦν αὐτῷ͵ οὐκ ἂν τοῖς ἀλλοτρίοις ἐχρήσατο πρὸς τὴν τῆς οἰκείας δυνάμεως ἐπίδειξιν. Νῦν μέντοι δεικνὺς ὅτι αὐτός ἐστιν ὁ ἐν ταῖς ἀμπέλοις τὸ ὕδωρ μεταβάλλων καὶ τὸν ὑετὸν διὰ τῆς ῥίζης εἰς οἶνον τρέπων͵ ὅπερ ἐν τῷ φυτῷ διὰ πολλοῦ χρόνου γίνεται͵ τοῦτο ἀθρόον ἐν τῷ γάμῳ εἰργάσατο.” Χρυσοστόμου, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.135.

[5] “Αἱ ὑδρίαι ἐπειδὴ ἕξ εἰσιν δηλοῦσιν τὴν ποιητικὴν τῶν ἀγαθῶν ἕξιν διὰ τὸ καὶ τὸν Κύριον ἐν ἓξ ἡμέραις τὸν ὁρατὸν δημιουργῆσαι κόσμον. Ὁ δὲ ἀρχιτρίκλινος ὁ διακριτικός ἐστιν νόμος· διὰ τοῦτό φησιν· πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον προτίθησιν καὶ τότε τὸν ἐλάσσω· ὁ γὰρ ἀκραιφνὴς καὶ διακριτικὸς νόμος διακρίνων ἔδει͵ φησίν͵ τὸν νοῦν πρῶτον τῇ ἐπιγνώσει εἰς τὸν αἴτιον ἀναδραμεῖν καὶ εἶθ΄ οὕτως εἰς τὰ μετ΄ αὐτόν͵ ὅπερ ὁ Ἀδὰμ οὐκ ἐποίησεν ἢ καὶ ὅτι τὴν τοῦ Κυρίου διδασκαλίαν ἔδει πρώτην ποθῆναι τοῦ νόμου καὶ τῶν προφητῶν.” Μαξίμου τοῦ Ὁμολογητοῦ, Ἀπορούμενα καὶ ἀμφιβαλλόμενα, ἑν. 35.

[6] “Γεγονότος ἄρα τοῦ σημείου καὶ φανερώσαντος τοῦ Χριστοῦ τὴν δόξαν αὐτοῦ͵ ὡς εἰς τίνα πεπιστεύκασιν οἱ μακάριοι μαθηταί; ἆρα εἰς ἄνθρωπον ἅγιον ἁπλῶς; καίτοι πρὸ τοῦ σημείου ἠκολούθησαν αὐττεθαυμακότες ὡς ἅγιον· ἀλλὰ τεθέανται διὰ τοῦ σημείου τὴν ὑπὲρ ἄνθρωπον δύναμίν τε καὶ ἐξουσίαν ἔχοντα. οὐκοῦν πεπιστεύκασιν ὡς εἰς Θεόν. ἰστέον δὲ ὅτι πολλοὶ τῶν ἁγίων πολλὰ πεποιήκασι καὶ παράδοξα καὶ ἐθαυμάσθησαν μέν͵ ἐπίστευσε δὲ εἰς αὐτοὺς οὐδείς.” Τρίτη οἰκουμενικὴ σύνοδος, 1,1,5.117.

[7] “Διὰ τοῦ ἐκβάλλειν τὰ πρὸς τὴν θυσίαν ἐπιτήδεια ζῶα δείκνυσιν ὅτι καιρὸς λοιπὸν παύσασθαι τὴν νομικὴν λατρείαν καὶ τὴν σκιὰν καταλῆξαι τῇ τῆς ἀληθείας παρουσίᾳ. Τὸ δὲ καὶ φραγέλλιον ἐκ σχοινίων ποιῆσαι καὶ ἀπειλῆσαι πληγὰς ἐπανατείνειν αὐτοῖς͵ δηλοῖ ὅτι οἱ τὴν νομικὴν τιμῶντες λατρείαν μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν͵ ἅτε πνεῦμα δουλείας ἔχοντες καὶ τὸ ἐλευθεροῦσθαι παραιτούμενοι͵ ὑπὸ μάστιγας ἔσονται δουλοπρεπεῖς. Ὅρα τὴν καταφρόνησιν αὐτῶν· ἐν τῷ ναῷ γὰρ ἐκαπήλευον͵ καὶ οἱ μὲν ἐπώλουν τὰ πρὸς θυσίαν ἐπιτήδεια τοῖς χρῄζουσι͵ πρόβατα λέγω καὶ βόας καὶ περιστεράς͵ ὡς ὁ Ἰωάννης ἐδήλωσε͵ καὶ εἴ τι τοιοῦτον· οἱ δὲ ἠγόραζον. Κολλυβισταὶ δέ εἰσιν οἱ τραπεζῖται· κόλλυβος γὰρ ὁ ὀβολὸς καὶ κολλυβίζω λέγεται τὸ καταλλάσσω (ὡς ἡ συνήθεια καταλλάσσει τὰ ὀνόματα). Εἰσῆλθεν οὖν ὁ Χριστὸς εἰς τὸ ἱερὸν μετὰ παῤῥησίας ὡς Δεσπότης καὶ τὴν ἐκβολὴν τῶν ῥηθέντων ἐποιήσατο͵ τήν τε κατὰ πάντων ἐξουσίαν ὡς Θεός, ἣν εἶχε͵ παραγυμνῶν͵ καὶ τῇ ἀναμαρτησίᾳ τεθαῤῥηκώς͵ καὶ τοῦτο δὲ προδηλῶν τὴν ἐκβολὴν τῶν δι΄ αἵματος θυσιῶν͵ ἅμα δὲ καὶ παιδεύων ἡμᾶς ὑπὲρ τῆς Ἐκκλησίας παῤῥησιάζεσθαι. Ἔδει δὴ οὖν προσκυνῆσαι μᾶλλον αὐτῷ ὡς Θεῷ· οἱ δὲ τοῦτο μὲν οὐ πεπράχασιν· ἐζήτουν δὲ αὐτὸν ἀπολέσαι͵ ἀλλ΄ οὐχ εὕρισκον· ὁ γὰρ λαὸς ἐξεκρέματο αὐτοῦ ἀκούων͵ φορτικωτέραν τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις καὶ ἅπασι τοῖς ἡγουμένοις τῶν Ἰουδαίων ἀποφαίνων τὴν κόλασιν͵ μήτε προσιεμένοις τὴν πίστιν ἀλλὰ καὶ τοῖς ἑτέροις ἐπισκήπτουσιν. Κυρίλλου Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Λουκᾶν -ἐκ Σειρᾶς, PG 72.881.

[8] “Ναὸς τοιγαροῦν οὐκ ἂν λέγοιτό τι κυρίως καὶ ἀληθῶς μὴ ἐνοικοῦντος ἐν αὐτῷ τοῦ Θεοῦ. Ὥσπερ οὖν καὶ ἐφ΄ ἡμῶν οὐκ ἄν τις ὀνομάσαι τὸ σῶμα ναὸν τῆς ἐνοικούσης ἐν αὐτῷ ψυχῆς· ναοὶ δὲ τότε χρηματίζομεν͵ ὅτε διὰ τῆς εἰς Χριστὸν πίστεως τὸ Πνεῦμα ἡμῖν τὸ ἅγιον ἐνοικίζεται. Ναὸς δὲ τὸ σῶμα τοῦ Χριστοῦ δικαίως τε καὶ ἀληθῶς· ἐν αὐτῷ γὰρ εὐδόκησεν ἐγκατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς͵ ὡς ὁ Παῦλός φησιν· ἀλλ΄ ἔστι δῆλον ὡς ὁ Θεὸς Λόγος ὁ ἐνοικήσας ἐστί.” Κυρίλλου Ἀλεξανδρείας, Θησαυρὸς περὶ ἁγίας Τριάδος, PG 75.540.

[9] “Οὐ προσεῖχε τοῖς ἔξωθεν ῥήμασι͵ ταῖς καρδίαις ἐμβατεύων αὐταῖς καὶ πρὸς τὴν διάνοιαν εἰσιών· καὶ τὴν πρόσκαιρον αὐτῶν θερμότητα εἰδὼς σαφῶς͵ οὐκ ἐθάῤῥει αὐτοῖς ὡς μαθηταῖς ἀπηρτισμένοις͵ οὐκ ἐνεχείριζε πάντα τὰ δόγματα αὐτοῖς ὡς ἤδη βεβαίως πιστοῖς γενομένοις. Τὸ δὲ τὰ ἐν τῇ καρδίᾳ τῶν ἀνθρώπων εἰδέναι͵ τοῦ πλάσαντος κατὰ μόνας τὰς καρδίας ἐστὶ Θεοῦ. Σὺ γὰρ͵ φησίν, ἐπίστασαι καρδίας μονώτατος. Οὐκ ἐδεῖτο τοίνυν μαρτύρων ὥστε τῶν οἰκείων πλασμάτων μαθεῖν τὴν διάνοιαν· ὅθεν οὐδὲ ἀπὸ τῆς προσκαίρου πίστεως αὐτοῖς ἐθάῤῥει. Ἄνθρωποι μὲν γὰρ οὔτε τὰ παρόντα͵ οὔτε τὰ μέλλοντα εἰδότες͵ πολλάκις καὶ τοῖς δολερῶς προσιοῦσι καὶ τοῖς μικρὸν ὕστερον ἀποστησομένοις͵ ἅπαντα χωρίς τινος ὑποστολῆς καὶ λέγουσι καὶ ἐγχειρίζουσιν· ὁ δὲ Χριστὸς οὐχ οὕτως. ῎Ηδει γὰρ αὐτῶν τὰ ἀπόῤῥητα πάντα σαφῶς. Τοιοῦτοι πολλοὶ καὶ νῦν εἰσι͵ τὸ μὲν τῆς πίστεως ὄνομα ἔχοντες͵ εὐρίπιστοι δὲ καὶ εὐάγωγοι. Διὰ τοῦτο οὐδὲ νῦν ὁ Χριστὸς ἑαυτὸν ἐμπιστεύει͵ ἀλλὰ τὰ πλείονα ἀποκρύπτεται. Καθάπερ γὰρ ἡμεῖς οὐ τοῖς ἁπλῶς φίλοις͵ ἀλλὰ τοῖς γνησίοις θαῤῥοῦμεν· οὕτω καὶ ὁ Θεός.” Χρυσοστόμου, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.143.

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.html

ΕΠΙΚΟΙΝΩΝΙΑ