The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

15

 

1 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, [1] καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι. 2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, [2] αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ. [3]  

μπελὼν ἡ ψυχὴ͵ τὴν καρποφορίαν ἀξίαν τῆς ἐξ ἀρχῆς φυτείας καὶ τῆς τοῦ Θεοῦ γεωργίας ἀπαιτουμένη. Ἐφυτεύθη γὰρ ἀληθινὴ κατ΄ εἰκόνα τοῦ ἀληθινοῦ Θεοῦ γενομένη· γεωργεῖται δὲ ταῖς κατὰ μέρος ἐπιμελείαις τοῦ Κτίσαντος͵ ὃς τὸ μὲν καρποφοροῦν καθαίρει͵ ἵνα πλείονα καρπὸν φέρῃ. Ἐὰν γὰρ ἑαυτοὺς ἐπιδῶμεν τῇ καθαρότητι τοῦ βίου͵ συλλαμβάνεται ἡμῖν πρὸς τὴν ἀπὸ τῶν παθῶν κάθαρσιν ὁ Θεὸς͵ τελειῶν τὴν περὶ τὸ ἀγαθὸν σπουδὴν καὶ προθυμίαν. Ὥσπερ οὖν κλαδεύεται ἄμπελος ἀπὸ τῆς ἐν τοῖς περιττοῖς φορᾶς κωλυομένη͵ οὕτω καὶ ψυχῆς τὴν περὶ τὰ μάταια σπουδὴν περικόπτομεν͵ πᾶσαν αὐτῆς τὴν δύναμιν ἐπὶ τὴν τῶν σπουδαίων ἔργων καρποφορίαν ταμιευόμενοι͵ μήπως͵ ὑλομανήσασα ἐν τῷ ἐπιδεικτικῷ κόσμῳ͵ πρὸς τὴν τῶν ἀνθρώπων ἀρέσκειαν τὴν ὅλην ἑαυτῆς δύναμιν ἐκκενώσῃ͵ οἱονεὶ περὶ φύλλα καὶ ἕλικας͵ τὸ σχῆμα τοῦ κόσμου͵ ἀσχοληθεῖσα. Ἀλλὰ καὶ σκάπτεται ἡ ψυχὴ πάντα εἰς τὴν ἰδίαν τροφὴν οἰκειοῦσα τὰ παρακείμενα καὶ οὕτως ἑαυτὴν εὐτρεπίζουσα πρὸς τὴν ὑποδοχὴν τῶν διδαγμάτων τοῦ Πνεύματος. Ὥσπερ γὰρ μὴ σκαφεῖσα ἄμπελος ἀδιάπνευστός ἐστι καὶ τῆς ἐκ τοῦ ὕδατος ὠφελείας διὰ τὴν πυκνότητα τῆς παρακειμένης γῆς ἀνεπίδεκτος͵ οὕτως ἡ μὴ ἀποσκευασαμένη τὰ σωματικὰ ψυχὴ καὶ ἐκ τοῦ βάρους αὐτῶν ἀναπνεύσασα͵ ἄγονος διαμένει τῷ βάρει τῶν ὑλικῶν πεπιλημένη͵ καὶ διὰ τοῦτο͵ τῆς ἄνωθεν μὴ μεταλαμβάνουσα βοηθείας͵ ἄκαρπος μένει. Τῆς δὲ ἀκάρπου ψυχῆς ἀφίσταται μὲν τὸ Πνεῦμα τὸ ἅγιον· πίπτουσι δὲ οἱ φραγμοί͵ αἱ τῶν Ἀγγέλων βοήθειαι, εἰσπίπτουσι δὲ οἱ ξένοι οἱ διοδεύοντες ἡμᾶς͵ αἱ τῶν περὶ τὴν γνῶσιν ἁμαρτημάτων ἐνεργητικαὶ δυνάμεις. Τά τε πάθη προκαταλαβόντα λυμαίνει͵ ὑὸς δίκην ἀλόγιστα ὁρμῶντος καὶ καλινδουμένου ταῖς δυσωδίαις. Καὶ τότε πληροῦται ἐπὶ τὴν τοιαύτην ψυχὴν τὸ Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι. [4] 

3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. [5]  

τοῦ Σωτῆρος ἡμᾶς διακαθαίρει λόγος͵ καίτοι τῆς καθ΄ ἡμᾶς γεωργίας ἀνατεθειμένης τῷ Θεῷ καὶ Πατρί. αὐτὸς γάρ ἐστιν ὁ ζῶν καὶ τομώτατος αὐτοῦ λόγος͵ ὁ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν͵ καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. καθικνούμενος γὰρ εἰς τὰ βάθη τῆς ἑκάστου ψυχῆς͵ καὶ τὸν ἐν ἑκάστῳ κεκρυμμένον σκοπὸν ἀκατακάλυπτον ἔχων ὡς Θεός͵ τοῖς μὲν εἰκαίοις ἡμῶν σπουδάσμασι τὴν ὀξεῖαν ἐπάγει τομὴν διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας· τοῦτο γὰρ οἶμαι νομιοῦμεν τὴν ἀποκάθαρσιν, τὰ δὲ ὅσα πέφυκεν ὠφελεῖν ἡμᾶς εἰς ἔφεσιν ἀρετῆς͵ ταῦτα πολυπλασιάζεσθαι ποιεῖ πρὸς καρποφορίαν͵ ἣ νοεῖται κατ΄ εὐσέβειαν. [6] 

4 μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μένητε.  

καρπὸς γὰρ οὐδεὶς ἐν ἡμῖν ἀρετῆς ἀναβλαστήσει ποτὲ τῆς εἰς Χριστὸν συναφείας ἐκπεπτωκόσιν. ἐξηρτημένοις γεμὴν τοῦ καταπιαίνειν ἰσχύοντος καὶ ἀποτρέφοντος εἰς εὐσέβειαν καθάπερ ὕδατι ζωοποιῷ τῇ τοῦ Πνεύματος χορηγίᾳ καὶ χάριτι͵ καὶ τὸ δύνασθαι καρποφορεῖν προσέσται ῥᾳδίως. καὶ τοῦτο εἰδὼς ὁ Μονογενὴς ἐν εὐαγγελίοις ἔλεγεν Εἴ τις διψᾷ͵ ἐρχέσθω πρός με καὶ πινέτω, ὃ καὶ σφόδρα καλῶς διερμηνεύων ἡμῖν ὁ πνευματοφόρος Εὐαγγελιστὴς διεμαρτύρατο λέγων Τοῦτο δὲ εἶπε͵ φησὶ͵ περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. [7] Εὔδηλον οὖν ὅτι, ὡς μένει ὁ Πατήρ ἐν τῷ ἰδίῳ Υἱῷ καί ὁ Υἱός ἐν τῷ κόλπῳ τῷ πατρικῷ κατά φύσιν, οὕτω καί οἱ διά τοῦ θείου Πνεύματος ἀναγεννηθέντες καί τοῦ Χριστοῦ καί Θεοῦ κατά τήν αὐτοῦ δωρεάν γενόμενοι ἀδελφοί καί υἱοί Θεοῦ καί θέσει θεοί, μένουσιν ἐν τῷ Θεῷ καί ὁ Θεός ἐν αὐτοῖς κατά χάριν. Οἱ οὖν μή γεγονότες τοιοῦτοι, μηδέ πράξει καί γνώσει καί θεωρίᾳ καθόλου ἀλλοιωθέντες, πῶς οὐκ αἰσχύνονται χριστιανούς ἑαυτούς ὀνομάζειν; Πῶς δέ καί στόμα τολμῶσιν ἀνοίγειν καί λαλεῖν ἀναιδῶς περί τῶν μυστηρίων Θεοῦ τῶν ἀποκεκρυμμένων, ἐπί ἀμελείας ὡς ἐπί στρωμνῆς κατακείμενοι; Πῶς μετά χριστιανῶν συναριθμεῖν οὐκ ἐρυθριῶσι; Πῶς τῶν ἱερέων συγκάθεδροι καί τοῦ σώματος καί αἵματος τοῦ Δεσποτικοῦ ἱερουργοί καί λειτουργοί οὐ φρίττουσι γίνεσθαι; Ὅλως ἔνθεν ἐπαπορῶ, ἀλλ᾿ ἡ τύφλωσις, ὡς εἴρηται, τοῦ νοός καί ἡ συνεπομένη ἀναισθησία καί ἄγνοια καί ἡ τικτομένη ἐκ τούτων οἴησις, ὡς πηλόν παρασκευάζει πατεῖν τόν ὄντως χρυσόν, τόν τιμιώτατον λίθον, αὐτόν τόν Κύριον ἡμῶν Ἰησοῦν, τόν Χριστόν. Ὤ τῆς φρικτῆς τόλμης, ὡς ἐπί βάθραν ὑψηλήν ἐπιβαίνειν αὐτούς ποιεῖ καί ἵστασθαι ἐπ᾿ αὐτήν, ἵν᾿ ἕκαστος τούτων τοῖς πολλοῖς ὑπερέχων δείκνυται καί περίβλεπτος. Χριστιανούς οὖν τούς τοιούτους, ποῖος ἄρα χριστιανός ὀνομάσει; [8] 

5 ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. [9] 

οὐ λέγομεν δὲ ὅτι ἡ βασιλεία τῶν οὐρανῶν ὧδε τέλος ἔχει͵ ὡς ἀποκλείοντες τὰ μέλλοντα͵ ἀλλ΄ ὅτι ἀπεντεῦθεν ἔστι κοινωνῆσαι τῷ ἁγίῳ πνεύματι καὶ ἐνεργῶς πιστεῦσαι περὶ τῆς αἰωνίου ζωῆς διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως κατὰ τὸ εἰρημένον· εἰ γὰρ τὸ πνεῦμα Χριστοῦ ἐνοικεῖ ἐν ὑμῖν ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἡμῖν. ταῦτα δὲ οὐκ ἔστιν ἀτεκμάρτου πίστεως τὸ εἰπεῖν· ἑαυτοὺς δοκιμάζετε͵ εἴ ἐστε ἐν τῇ πίστει͵ ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς; εἰ μήτι ἄρα ἀδόκιμοί ἐστε διὰ τοῦτο μηδὲν σωματικὸν μεριμνᾶν κελεύει πρὸς τὸ ἀπερισπάστῳ μνήμῃ τὴν ἐλπίδα κρατεῖν. οὕτω γὰρ κατοικήσει τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν. ὑποδεικνύει δὲ δι΄ αὐτῶν τῶν πραγμάτων͵ ὅτι αὐτός ἐστιν ἡ παρὰ τοῦ ἁγίου πνεύματος λύτρωσις. Ὅσοις οὖν πόνος περὶ σωτηρίας͵ δεηθῶμεν πρῶτον μὴ ἐπιλανθάνεσθαι τῆς αὐτοῦ προνοίας τοῦ ὑποφέρειν πόνον καὶ ὀνειδισμόν͵ ἔχοντες τὴν βοήθειαν καὶ κατὰ σκοπὸν τρέχοντες ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως͵ ἕως καταντήσωμεν εἰς ἄνδρα τέλειον͵ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ͵ διὰ τῆς ἐπιχορηγίας τοῦ πνεύματος͵ οὗ καὶ τὴν ἀπαρχὴν ἐλάβομεν οἱ δι΄ ἀκοῆς πιστεύσαντες ἐπ΄ ἐλπίδι τῆς τελείας καὶ ἐνεργοῦς πίστεως. οὐ γὰρ περὶ ψιλῆς γνώσεως λαλοῦμεν͵ ἀλλὰ γνώσεως ἀληθείας ἐν μυστηρίοις θεοῦ. ἡ μὲν γὰρ ἔξωθεν γνῶσις διὰ τῶν συμβάσεων καὶ τῆς περὶ τῶν φανερῶν ἐλπίδος προσγίνεται καὶ ὑποδεικνύει τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ ἐκ τῶν ἔξωθεν μερικῶς τὴν πεῖραν τῶν κεκρυμμένων λαμβάνει. ὁ δὲ τὰ γήϊνα ὑπερβὰς οὐ μόνον ἔργῳ͵ ἀλλὰ καὶ ἐννοίᾳ͵ οὗτος ἀπερισπάστῳ νοῒ παραμένει τῇ πνευματικῇ θύρᾳ καὶ παρακαλεῖ τὸν κύριον τοῦ εἰσελθεῖν͵ καὶ ὅταν ἀκουσθῇ͵ οὐκέτι ἐν γνώσει ἢ σημειώσει τῶν ἔξωθεν͵ ἀλλ΄ ἐνεργὴς ἡ πληροφορία γίνεται τῷ τοιούτῳ. καὶ ἡ γνῶσις μὲν τῆς αὐτῆς ἐστι δωρεᾶς͵ ἀλλ΄ οὐκ ἀναλογεῖ πρὸς τὴν ὠφέλειαν οὐδὲ γὰρ τὸν κάματον ἴσον ἔχει. [10]  Καί πειθέτωσάν σε καί αἱ πέντε μωραί παρθένοι καί οἱ πολλά σημεῖα καί θαύματα ἐν τῷ τοῦ Χριστοῦ ὀνόματι πεποιηκότες, οἵ διά τό μή ἔχειν ἐν ἑαυτοῖς τήν ἀγάπην καί τήν τοῦ Παναγίου Πνεύματος χάριν ἤκουσαν ἀπό τοῦ Κυρίου· “Ἀπέλθατε ἀπ᾿ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας! Οὐ γάρ οἶδα ὑμᾶς πόθεν ἐστέ“, καί οὐ μόνον οὗτοι ἀλλά μετά τούτων καί πολλοί ἕτεροι, οἵτινες παρά μέν τῶν ἁγίων ἐβαπτίσθησαν ἀποστόλων καί τῶν μετά ταῦτα ἁγίων, τῆς δέ χάριτος τοῦ Ἁγίου Πνεύματος μή καταξιωθέντες διά πονηρίας ὑπερβολήν, οὔτε βίον ἄξιον τῆς κλήσεως ἧς ἐκλήθησαν ἐπεδείξαντο, οὔτε τέκνα Θεοῦ ἐχρημάτισαν, ἀλλ᾿ ἔμειναν σάρκες ὄντες καί αἵματα, μηδέ ὅτι ἐστι Πνεῦμα πιστεύσαντες ἤ ζητήσαντες ἤ λαβεῖν προσδοκήσαντες.Ὅθεν οἱ τοιοῦτοι οὐδέ τῶν τῆς σαρκός ἐπιθυμιῶν οὐδέ τῶν ψυχικῶν παθῶν δεσπόται ποτέ γενέσθαι ἰσχύσουσιν, οὔτε τι γενναῖον ἐν ἀρεταῖς ἐπιδείξονται, φησί γάρ ὁ Κύριος· “Οὐ δύνασθε χωρίς ἐμοῦ ποιεῖν οὐδεν”. Ἀλλά παρακαλῶ, πατέρες καί ἀδελφοί, σπουδάσωμεν ἡμεῖς ὅση δύναμις, ἵνα μέτοχοι ἔνθεν ἤδη τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς καταξιωθῶμεν γενέσθαι. [11] Ἀλλ᾿ οὐδέ τῆς τοιαύτης χάριτος καί δωρεᾶς ἔτυχέ τις, εἰ μή πρότερον ἑαυτόν ἀπηρνήσατο, καθώς ἐνετείλατο ὁ Σωτήρ καί ἡμεῖς λεπτότερον ἐδηλώσαμεν, τῷ Κυρίῳ δηλονότι ἐν ὅλῃ καρδίᾳ εὐπροθύμως δουλεύσας καί ἀγαπήσας αὐτόν. Εἰ δέ μή ταύτην ἀναφαίρετον εἴληφε, μηδείς ἑαυτόν ἀπατάτω, γινωσκέτω δέ τοῦτο, ὡς οὐδέ τῆς μετά Θεοῦ ἑνώσεως τῆς ἐν νοερᾷ αἰσθήσει καί γνώσει καί θεωρίᾳ γινομένης κατηξιώθη ἤ καταξιωθήσεται πώποτε. Οἱ γάρ χρηματίσαντες ἄνδρες τέλειοι ἐν τῇ μεθέξει τῆς τοῦ Θεοῦ χάριτος καί τήν πνευματικήν ἡλικίαν ἐν τῷ ῥηθέντι μέτρῳ τελείαν κτησάμενοι ὅλοι γίνονται μετά τοῦ Θεοῦ, ὁρῶντες αὐτόν τοσοῦτον ὅσον ὁρῶνται καί αὐτοί ὑπ᾿ αὐτοῦ. Μένει γάρ γνωστῶς ὁ Θεός ἐν αὐτοῖς καί αὐτοί γνωστῶς ἐν τῷ Θεῷ μένουσιν ἀχωρίστως καί ἀδιαστάτως. [12] 

6 ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται. 7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, [13] ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται.  

Ὁ ἐγνωκὼς τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν͵ οὗτος εἴληφε πεῖραν τῆς θείας δυνάμεως καὶ ὁ τοιοῦτος δι΄ αὐτῆς τὰ μὲν κατορθώσας͵ τὰ δὲ σπεύδων κατορθῶσαι͵ οὐκ ἐξουθενεῖ ποτ οὐδένα ἀνθρώπων. Οἶδε γὰρ ὅτι ὥσπερ αὐτῷ ἐβοήθησε καὶ πολλῶν παθῶν καὶ χαλεπῶν λευθέρωσεν͵ οὕτω δυνατός ἐστι καὶ πᾶσι βοηθῆσαι ὅτε θέλει καὶ μάλιστα τοῖς δι΄ αὐτὸν ἀγωνιζομένοις· εἰ καὶ κρίμασί τισιν ὑφ΄ ἓν ἅπαντας τῶν παθῶν οὐκ ἀπαλλάττει͵ ἀλλ΄ ἰδίοις καιροῖς͵ ὡς ἀγαθὸς καὶ φιλάνθρωπος ἰατρός͵ ἕκαστον τῶν σπευδόντων ἰᾶται. [14] 

8 ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε, καὶ γένησθε ἐμοὶ μαθηταί.  

Δειλὴν καὶ ἄνανδρον τὴν ψυχὴν ἡ ἀμάθεια ποιεῖ, ὡσπεροῦν μεγάλην καὶ ὑψηλὴν ἡ τῶν οὐρανίων δογμάτων παίδευσις... Ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ πρὶν ἢ μαθεῖν ἅπερ ἐχρῆν καὶ τῆς τοῦ Πνεύματος ἀξιωθῆναι δωρεᾶς, ὕστερον μέντοι λεόντων ἐγένοντο θρασύτεροι. Καὶ Πέτρος κορασίου οὐκ ἐνεγκὼν ἀπειλήν͵ κατὰ κεφαλῆς ἐκρέματο καὶ ἐμαστιγοῦτο καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα, ἀλλ΄ ὥσπερ ὄναρ πάσχων ἃ ἔπασχεν͵ οὕτως ἐπαῤῥησιάζετο, ἀλλ΄ οὐ πρὸ τοῦ σταυροῦ. [15]  μῖν τοῖς εἰς αὐτὸν πιστεύσασιν͵ οὐχ ἕτερός τις μεσολαβήσας τὸν παρ΄ αὐτοῦ διεπόρθμευσε λόγον͵ ἀλλ΄ οὐδὲ μεσίτης γέγονε τῶν θελημάτων αὐτοῦ πρὸς ἡμᾶς͵ καθάπερ ἀμέλει Μωυσῆς τοῖς ἐξ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ͵ ἤγουν οἱ μετὰ Μωυσέα προφῆται τοῖς κατ΄ αὐτοὺς͵ ἀλλ΄ αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Χριστός. διδακτοὶ δὲ Θεοῦ διὰ τοῦτο πάντες ἡμεῖς. οὐκ ἂν οὖν ὅλως αὐτοῦ γεγόναμεν μαθηταὶ͵ οὐκ ἂν ἐτέκομεν τὸν τῆς φιλοθεΐας καρπὸν καὶ τοῦτον πολύν͵ εἰ μὴ ἐδοξάσθη δι΄ ἡμερότητος ὁ Πατὴρ͵ εὐδοκήσας ἐν ἡμῖν͵ ὡς καὶ ἄνθρωπον γενέσθαι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Λόγον. [16] 

9 καθὼς ἠγάπησέ με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. 10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. [17] 

Διαμείνωμεν δὲ ζῶντες τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ εἰπόντι· Ὁ ἐμοὶ διακονῶν ἐμοὶ ἀκολουθήτω͵ ἐν τῷ φυλάσσειν πρῶτον μὲν τὸ αὐτοῦ τοῦ Κυρίου πρόσταγμα͵ εἰπόντος· Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων͵ ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα͵ καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· ἔπειτα δὲ καὶ τὸ τοῦ Ἀποστόλου παράγγελμα͵ γράψαντος· Εἴτε ἐσθίετε͵ εἴτε πίνετε͵ εἴτε τι ποιεῖτε͵ πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Κατορθοῦται δὲ τούτων ἕκαστον͵ ἐὰν ἄξια τῆς ἐπουρανίου κλήσεως φρονοῦντες͵ ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτευώμεθα καὶ δυνηθῶμεν ἀληθεύοντες εἰπεῖν· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς͵ κρίναντες τοῦτο͵ ὅτι͵ εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν͵ ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν͵ ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν͵ ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Καὶ οὕτω κατορθοῦται τὸ Μείνατε ἐν τῇ ἀγάπῃ μου. [18] 

11 Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. [19] 12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.  

Οὐ γὰρ προϋπηργμένων ὑμῖν κατορθωμάτων ὄφλημα ὑμῖν ἀπέδωκα͵ ἀλλ΄ αὐτὸς κατῆρξα͵ φησίν. Οὕτω καὶ ὑμᾶς εὐεργετεῖν τοὺς φιλτάτους χρὴ καὶ μὴ ὀφείλοντας αὐτοῖς. Καὶ ἀφεὶς εἰπεῖν τὰ θαύματα͵ ἃ ἔμελλον ποιεῖν͵ ἀπὸ τῆς ἀγάπης αὐτοὺς χαρακτηρίζει. Τί δή ποτε; Ὅτι τοῦτο μάλιστά ἐστι τὸ δεικνύον ἀνθρώπους ἁγίους. Πάσης γάρ ἐστιν ἀρετῆς ὑπόθεσις. Διὰ τούτου μάλιστα καὶ σωζόμεθα πάντες. Τοῦτο γάρ ἐστιν εἶναι͵ φησί͵ μαθητήν. Οὕτως ὑμᾶς ἅπαντες ἐπαινέσονται͵ ὅταν ἴδωσιν ὑμᾶς μιμουμένους τὴν ἐμὴν ἀγάπην. Τί οὖν; οὐ πολλῷ μᾶλλον τὰ θαύματα δείκνυσι τοῦτο; Οὐδαμῶς. Πολλοὶ γὰρ ἐροῦσι· Κύριε͵ οὐκ ἐν τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν; καὶ πάλιν χαιρόντων αὐτῶν ὅτι τὰ δαιμόνια αὐτοῖς ὑπακούει͵ φησί· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει͵ ἀλλ΄ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ μὴν τοῦτο τὴν οἰκουμένην ἐπηγάγετο͵ ἐπειδὴ ἐκεῖνο προῆν· εἰ δὲ μὴ ἦν ἐκεῖνο͵ οὔτε τοῦτο παρέμενεν. Τοῦτο γοῦν εὐθέως αὐτοὺς ἐποίησε καλοὺς καὶ ἀγαθούς, καὶ τὸ τὴν καρδίαν πάντων καὶ τὴν ψυχὴν εἶναι μίαν. Εἰ δὲ διέστησαν ἀπ΄ ἀλλήλων͵ ἅπαντα ἂν ἀπολώλει. Οὐκ ἐκείνοις δὲ ταῦτα διελέγετο μόνοις͵ ἀλλὰ καὶ πᾶσι τοῖς μέλλουσι πιστεύειν εἰς αὐτόν. [20]  Τὸ καθὼς ἠγάπησα ὑμᾶς δύο ὑποσημαίνει. καθὼς προῖκα καὶ δωρεὰν μὴ προαγαπηθεὶς ὑφ΄ ὑμῶν, ἐγὼ προλαβὼν ἠγάπησα ὑμᾶς͵ οὕτω καὶ ὑμεῖς ὀφείλετε ἀλλήλους ἀγαπᾶν προφθάνοντες ἀλλήλους εἰς αὐτὸ τοῦτο. ἀλλὰ δεῖ πῶς ἀγαπᾶν͵ μέχρι τίνος καὶ τοῦτο; καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς μέχρι θανάτου· ἐγὼ γὰρ οὕτως ἠγάπησα ὑμᾶς ὥστε τὸν ὑπὲρ ὑμῶν ἀναδέχομαι θάνατον. [21] 

13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. 14 ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. 15 οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. [22] 16 οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ,τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν. 17 ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.  

Καὶ τὸ δὴ θαυμαστὸν τῆς ἀγάπης͵ ὅτι τὰ μὲν ἄλλα ἀγαθὰ ἔχει παρεζευγμένα τὰ κακά· οἷον ὁ ἀκτήμων φυσᾶται πολλάκις διὰ τοῦτο͵ ὁ λέγειν εἰδὼς καὶ δοξομανίαν νοσεῖ͵ ὁ ταπεινόφρων δι΄ αὐτὸ τοῦτο πολλάκις κατὰ τὸ συνειδὸς μέγα φρονεῖ, ἡ δὲ ἀγάπη πάσης τῆς τοιαύτης ἀπήλλακται λύμης· κατὰ γὰρ τοῦ ἀγαπωμένου οὐκ ἄν τις ἐπαρθείη ποτέ. ... Τὴν γὰρ γῆν οὕτως ὡς τὸν οὐρανὸν οἰκήσει͵ πανταχοῦ γαλήνης ἀπολαύων͵ καὶ μυρίους ἑαυτῷ πλέκων στεφάνους. Ὁ γὰρ τοιοῦτος καὶ φθόνου καὶ ὀργῆς καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας καὶ πονηρᾶς ἐπιθυμίας καὶ παντὸς ἔρωτος ἀτόπου καὶ παντὸς νοσήματος καθαρεύουσαν διατηρήσει τὴν ἑαυτοῦ ψυχήν. Ὥσπερ γὰρ ἑαυτὸν οὐκ ἄν τις ἐργάσαιτό τι κακόν͵ οὕτως οὐδὲ τοὺς πλησίον οὗτος. Τοιοῦτος δὲ ὢν μετ΄ αὐτοῦ στήσεται τοῦ Γαβριὴλ ἐπὶ τῆς γῆς βαδίζων. [23]  Πάλιν λέγω͵ καὶ λέγων οὐ παύσομαι. Μακάριος ἄνθρωπος ὁ πάντα περιφρονήσας τὰ γήϊνα καὶ φθειρόμενα͵ καὶ τὴν ἀγάπην κτησάμενος. Τοιούτου ὁ μισθὸς καθ΄ ἑκάστην ἡμέραν αὐξάνει. Τοιούτου ὁ μισθὸς καὶ ὁ στέφανος ἡτοίμασται͵ ἡ βασιλεία τῶν οὐρανῶν κεχάρισται. Τοῦτον πάντες Ἄγγελοι μακαρίζουσι· τοῦτον ἐπαινοῦσι πᾶσαι αἱ τῶν οὐρανῶν δυνάμεις· τοῦτον μετὰ χαρᾶς ὑποδέξονται οἱ χοροὶ τῶν Ἀρχαγγέλων. Τούτῳ ἀνοιχθήσονται προθύμως αἱ πύλαι τῶν οὐρανῶν͵ καὶ μετὰ παρρησίας εἰσελεύσεται͵ καὶ ἐν τῷ θρόνῳ τοῦ Θεοῦ παραστήσεται͵ καὶ τῇ δεξιᾷ τοῦ Θεοῦ στεφανωθήσεται͵ καὶ αὐτῷ συμβασιλεύσει εἰς τοὺς ἀπεράντους αἰῶνας. [24] 

18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25 ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. [25] 26 ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.  

οὕτω γὰρ ἂν οὐκ εἰς πολύθεον ἡμῖν μυθολογίαν ἡ τῶν ἐκκλησιαστικῶν δογμάτων οἰχήσεται δύναμις͵ ἀλλ΄ εἰς ἕνα θεότητος λόγον ἡ ἁγία Τριὰς ἀνασφίγγεται. ἐν ταὐτῷ τοιγαροῦν καὶ τῆς οὐσίας τὴν ἑνότητα παραδεικνύς͵ ἑαυτοῦ τέ φημι καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρός͵ πνεῦμα τῆς ἀληθείας τὸν Παράκλητον εἶναι λέγων͵ παρὰ τοῦ Πατρὸς ἐκπορεύεσθαί φησιν͵ ἀπελέγχει τε σαφῶς καὶ ἀναμφιλόγως θεομάχον ὁλοκλήρως τὸν χριστομάχον. ὁ γὰρ ὅλως ἐμπαροινεῖν ἐθελήσας τῷ Υἱῷ͵ πεπλημμεληκὼς ἂν εἰκότως καὶ εἰς αὐτὸν νοοῖτο τὸν ἐξ οὗπέρ ἐστιν. Ὅταν τοίνυν ἔλθῃ ὁ Παράκλητός φησι τὸ πνεῦμα τῆς ἀληθείας͵ τουτέστι τὸ ἐμὸν ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται͵ ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. μαρτυρήσει δὲ πῶς; ἐνεργῆσαν γὰρ ἐν ὑμῖν τε καὶ δι΄ ὑμῶν τὰ παράδοξα μάρτυς ἔσεται δίκαιός τε καὶ ἀληθὴς τῆς ἐμῆς θεοπρεποῦς ἐξουσίας καὶ τῆς ἐν δυνάμει μεγαλειότητος. ἐμὸν γὰρ Πνεῦμα τὸ ἐνεργοῦν ἐν ὑμῖν· ὥσπερ δὲ ἐμὸν οὕτω καὶ τοῦ Θεοῦ καὶ Πατρός. συγκαθυβρίσθαι τοιγαροῦν ἀνάγκη νοεῖν τοὺς δι΄ ἑνὸς τοῦ ἀγαθοῦ Πνεύματος τὰ παράδοξα πρὸς πληροφορίαν τῆς πίστεως ἐνεργήσαντας ὡς ἐν προσώπῳ Χριστοῦ͵ ἐν ᾧ κατῴκησε κατὰ τὸν Παῦλον͵ οὐχὶ μέρος τι τῆς ἀφράστου θεότητος͵ ἀλλ΄ ὅλον τὸ πλήρωμα σωματικῶς. Μαρτυροῦντος δὲ τοῦ Πνεύματος συνεπιμαρτυρήσετέ φησι καὶ ὑμεῖς αὐτοί. γεγόνατε γὰρ αὐτόπται καὶ θεωροὶ τῶν παρὰ τοῖς ἰδίοις τετελεσμένων͵ ἀεὶ συνόντες ὡς μαθηταί. [26]

 

 

 

 


[1] “Ἄμπελος δὲ οἰστικὴ τοῦ ἰδίου καρποῦ ἡ πνευματικὴ θεωρία τῆς ἀληθείας ἐστίν͵ καὶ ἡ κατ΄ αὐτὴν πεποιωμένη λογικὴ οὐσία͵ ἐκπεφυκυῖα ἐκ τῆς ἀμπέλου τῆς ἀληθινῆς μετουσίας τρόπῳ”.   Δίδυμος ὁ Τυφλός, Εἰς Ζαχαρίαν, βιβλ. 2, ἑν. 333. “Εἰ δέ αὐτός μέν ἡ ἄμπελος, ἡμεῖς δέ τά κλήματα, ἐάν μή τήν πρός αὐτόν γινώσκομεν πάντως ἕνωσιν, ἄψυχοι καί ἄκαρποι καί ξύλα ξηρά, ὕλη πυρός ἀσβέστου τυγχάνομεν. Εἰ δέ καί οἱ τρώγοντες αὐτοῦ τήν σάρκα καί πίνοντες αὐτοῦ τό αἷμα ζωήν αἰώνιον ἔχουσι κατά τό θεῖον αὐτοῦ λόγιον, ταῦτα δέ ἡμεῖς ἐσθίοντες οὐδέν τῆς αἰσθητῆς τροφῆς πλέον γενόμενον ἐν ἡμῖν αἰσθανόμεθα οὐδέ ζωήν ἄλλην ἐν γνώσει λαμβάνομεν, ἄρτον λοιπόν μόνον ψιλόν, οὐδέ δέ καί Θεόν μετελάβομεν”.   Συμεὼν ὁ Νέος Θεολόγος, Λόγος Ι’, σ. 315.

[2] “Ἡ ἄμπελος οἶνον ποιεῖ· ὁ οἶνος μέθην· ἡ μέθη ἔκστασιν· οὐκοῦν καί ὁ ἐνεργής λόγος, ὅπερ ἐστίν ἡ ἄμπελος, γεωργούμενος ταῖς ἀρεταῖς γεννᾷ τήν γνῶσιν· ἡ δέ γνῶσις γεννᾷ τήν καλήν ἔκστασιν, τήν τόν νοῦν τῆς κατ᾿ αἴσθησιν σχέσεως ἐξιστῶσαν”.   Μάξιμος ὁ Ὁμολογητής, Πρὸς Θαλάσσιον, μστ’.

[3] “Τί οὖν; ἐνεργείας δεῖται ὁ Υἱός; Ἄπαγε· τὸ γὰρ ὑπόδειγμα τοῦτο οὐ τοῦτο δηλοῖ. Ὅρα γοῦν μεθ΄ ὅσης ἀκριβείας ἐπέρχεται τὴν παραβολήν. Οὐ γὰρ τὴν ῥίζαν ἀπολαύειν τῆς ἐπιμελείας τοῦ γεωργοῦ͵ ἀλλὰ τὰ κλήματά φησιν. Ἡ ῥίζα δὲ δι΄ οὐδὲν παρείληπται ἐνταῦθα͵ ἀλλ΄ ἵνα μάθωσιν ὅτι τῆς αὐτοῦ δυνάμεως χωρὶς οὐδὲν ἐργάζεσθαι δύνανται͵ καὶ ὅτι οὕτως αὐτοὺς ἡνῶσθαι δεῖ τῇ πίστει͵ ὡς τὸ κλῆμα τῇ ἀμπέλῳ”.   Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.411.

[4] Μ. Βασίλειος (ἀμφιβ.), Εἰς τὸν Ἠσαΐαν, κεφ. 1, ἑν. 21.

[5] μὲν γὰρ σάρκινος ἄνθρωπος͵ ἀγύμναστον ἔχων πρὸς θεωρίαν τὸν νοῦν͵ μᾶλλον δὲ ὅλον͵ ὥσπερ ἐν βορβόρῳ͵ τῷ φρονήματι τῆς σαρκὸς κατορωρυγμένον φέρων͵ ἀδυνατεῖ πρὸς τὸ πνευματικὸν φῶς τῆς ἀληθείας ἀναβλέψαι. Διὸ ὁ κόσμος͵ τουτέστιν ἡ τοῖς πάθεσι τῆς σαρκὸς δεδουλωμένη ζωή͵ οἷον ὀφθαλμὸς ἀσθενὴς φῶς ἡλιακῆς ἀκτῖνος͵ τὴν τοῦ Πνεύματος χάριν οὐχ ὑποδέχεται. Τοῖς μέντοι μαθηταῖς ἑαυτοῦ καθαρότητα ζωῆς ἐκ τῶν διδαγμάτων αὐτοῦ μαρτυρήσας ὁ Κύριος͵ τὸ καὶ ἐποπτικοῖς ἤδη εἶναι καὶ θεωρητικοῖς τοῦ Πνεύματος ἀποδίδωσιν. ῎Ηδη γάρ͵ φησίν͵ ὑμεῖς καθαροί ἐστε͵ διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. Ὅθεν ὁ μὲν κόσμος οὐ δύναται λαβεῖν· οὐ γὰρ θεωρεῖ αὐτό· Ὑμεῖς δὲ γινώσκετε αὐτό͵ ὅτι παρ΄ ὑμῖν μένει. Ταὐτὰ λέγει καὶ Ἠσαΐας· Ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ͵ καὶ δοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ΄ αὐτῆς͵ καὶ Πνεῦμα τοῖς πατοῦσιν αὐτήν. Οἱ γὰρ καταπατοῦντες τὰ γήϊνα καὶ ὑπεράνω αὐτῶν γενόμενοι͵ ἄξιοι τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος μεμαρτύρηνται. Τὸ οὖν ἀχώρητον μὲν τῷ κόσμῳ͵ τοῖς ἁγίοις δὲ μόνοις διὰ καθαρότητα τῆς καρδίας θεωρητόν͵ τί χρὴ νομίζεσθαι͵ ἢ τὰς ποταπὰς τιμὰς συμμέτρους ὑπάρχειν αὐτῷ;”   Μ. Βασίλειος, Περὶ ἁγ. Πνεύματος, κεφ. 22, ἑν. 53.

[6] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 554.

[7] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 559.

[8] Συμεὼν ὁ Νέος Θεολόγος, Λόγος ΙΕ’, σ. 227-8.

[9] “Τοῦτο εἴρηκε διὰ τὴν εὐσεβῆ μνήμην͵ ὥστε ἀκρίτως ἐπιτηδεύειν πᾶν πρᾶγμα͵ ἀλλὰ πρῶτον αὐτοῦ δέεσθαι καὶ πάντα δι΄ αὐτοῦ πειρᾶσθαι ποιεῖν. ἐν ἐκείνοις γὰρ εὐοδούμεθα͵ ἐν οἷς αὐτὸν ἐπικαλούμεθα͵ ἐν ἐκείνοις ὀδυνώμεθα͵ ἐν οἷς αὐτοῦ ἐπιλανθανόμεθα. οὐ χρὴ οὖν ἀβοηθήτως τὶ ποιεῖν ἢ λαλεῖν ἢ πολεμεῖν ἢ ταράσσεσθαι πρὸς τὰ πράγματα͵ ἐπειδὴ πλεῖον ἑαυτοὺς καταβάλλομεν͵ πρῶτον μὴ ζητήσαντες τὸν ἔχοντα τὴν ἐξουσίαν. μόνος γὰρ αὐτὸς κατευθύνει τὸν ἄνθρωπον͵ πάντα προφθάνων ἐν τοῖς θαυμασίοις τοῦ πνεύματος. ἐπιτελέσαι θέλεις τι ἔργον; αὐτῷ πρόσευξαι. λαλῆσαι θέλεις; αὐτοῦ μνημόνευσον. θέλεις ῥυσθῆναι τῶν κακῶν; τὸν κύριον ἐπικάλεσαι. ἀφανίζει σε ἁμαρτία; ἀμνός ἐστιν ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν. φοβεῖ σε ἄνθρωπος; πύργος ἐστὶν ἰσχῦος ἀπὸ προσώπου ἐχθροῦ. θροοῦσι δαίμονες; ἐπιτιμᾷ καὶ ἀφανίζονται. κρατεῖ ἀφροσύνη; ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. κατέχει δειλία; αὐτὸς δίδωσι θάρσος. ἐνεργεῖ λύπη; ἡ μνήμη αὐτοῦ ἐμποιεῖ χαράν. οὐχ εὑρίσκεις ἔξοδον τῶν διαλογισμῶν; ἐγώ εἰμι͵ φησίν͵ ἡ θύρα τῶν προβάτων. πάντα ἐν αὐτῷ ἐστι͵ καθὼς εἶπεν· ὅτι πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός. σὺ οὖν ἐν πᾶσιν αὐτῷ πίστευε καὶ θάρσει ἐπ΄ αὐτῷ. τοῦτο δὲ μόνον φοβοῦ καὶ παρακάλει͵ μήποτε αὐτοῦ ἐπιλάθῃ πλανηθεὶς ὑπὸ τῶν πνευμάτων. ὅταν δέ σε ἀφελκύσωσι͵ σὺ μὴ προσομιλήσῃς͵ μηδὲ τῷ πράγματι μηδὲ τῷ πνεύματι͵ χωρὶς εὐχῆς. ἀλλὰ ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ΄ αὐτόν͵ καὶ αὐτὸς ποιήσει. Ὥστε οὖν οὐδὲν ἕτερον παρ΄ ἡμῶν ἐπιζητεῖ ἢ τὴν εἰς αὐτὸν ἐλπίδα περὶ παντὸς πράγματος͵ καὶ μέντοι κατὰ τὸ μέτρον τῆς ἐλπίδος͵ οὕτω καὶ ἡ ἀντίληψις γίνεται”.   Μακάριος, 64 Ὁμιλίες, ὁμ. 38, κεφ. 2, ἑν.1-4.

[10] Μακάριος, 64 Ὁμιλίες, ὁμ. 38, κεφ. 2, ἑν.2-10.

[11] Συμεὼν ὁ Νέος Θεολόγος, Λόγος Η’, σ. 166-7.

[12] Συμεὼν ὁ Νέος Θεολόγος, Λόγος Δ’, σ. 196-7.

[13] “ὅτι δὲ μόνη καὶ καθ΄ ἑαυτὴν ἡ πίστις, τῆς ἐκ τῶν ἔργων φαιδρότητος οὐ λαχοῦσα τὴν συνδρομήν͵ ἀποχρώντως οὐχ ἕξει εἰς τὸ δύνασθαι προξενεῖν τὴν εἰς Θεὸν οἰκειότητα͵ σημαίνει λέγων καὶ ὁ Χριστοῦ μαθητής Σὺ πιστεύεις ὅτι εἷς ὁ Θεός· καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίττουσιν. εἶτα προσερεῖ τις ἤδη τοῖς ἀρκέσειν αὐτοῖς γυμνήν τε καὶ μόνην οἰομένοις τὴν πίστιν εἰς τὸ δύνασθαι τὴν ἄνωθεν οἰκειότητα περιποιεῖν Ἆρα καὶ αὐτὸ τῶν δαιμόνων τὸ στῖφος ἀναδραμεῖται πρὸς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν͵ ἐπείπερ οἶδεν ἕνα τε καὶ ὄντα πεπίστευκε; καὶ πῶς ἂν εἴη τοῦτό γε; τὸ γὰρ εἰδέναι μόνον ἀχρεῖον͵ ὅτι Θεός ἐστιν εἷς ὁ πάντων ποιητής τε καὶ γενεσιουργός· δεῖν δὲ οἶμαι τῇ πίστει συμπαρομαρτεῖν καὶ τῆς εἰς αὐτὸν εὐλαβείας τὸ καύχημα”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 563.

[14] Μάξιμος ὁ Ὁμολογητής, Περὶ ἀγάπης, 2.39.

[15] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.409.

[16] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 567.

[17] “ἵνα μὴ λέγωσιν͵ ὅτε πᾶσιν ἡμᾶς ἐξεπολέμωσας͵ τότε ἡμᾶς ἀφίης καὶ ἀναχωρεῖς· δείκνυσιν ὅτι οὐκ ἀφίησιν͵ ἀλλ΄ οὕτως αὐτοῖς κεκόλληται͵ ἐὰν θέλωσιν͵ ὡς τὸ κλῆμα ἐν τῇ ἀμπέλῳ. Καὶ πάλιν ἵνα μὴ θαῤῥήσαντες͵ ὕπτιοι γένωνται͵ οὐ φησὶν ἀκίνητον εἶναι τὸ καλὸν ἐὰν ῥᾳθυμῶσιν. Εἶτα ἵνα μὴ εἰς ἑαυτὸν περιστήσῃ τὸ πρᾶγμα καὶ πεσεῖν παρασκευάσῃ μᾶλλον͵ φησίν· Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ. Πανταχοῦ γὰρ τὴν ἑαυτοῦ καὶ τὴν τοῦ Πατρὸς δείκνυσιν ἀγάπην πρὸς αὐτούς. Οὐκ ἄρα τὰ Ἰουδαίων δόξα͵ ἀλλὰ ταῦτα͵ ἃ ἔμελλον λαμβάνειν. Εἶτα ἵνα μὴ λέγωσιν͵ Ἐξεπέσομεν τῶν πατρῴων͵ ἐγκατελείφθημεν͵ γυμνοὶ καὶ ἔρημοι πάντων ἐγενόμεθα· Εἰς ἐμέ͵ φησί͵ βλέπετε, ἠγάπημαι παρὰ τοῦ Πατρός͵ ἀλλ΄ ὅμως πάσχω ταῦτα τὰ προκείμενα. Οὐ τοίνυν οὐδὲ ὑμᾶς διὰ τὸ μὴ ἀγαπᾷν ἐγκαταλιμπάνω νῦν. Εἰ γὰρ ἐγὼ ἀναιροῦμαι καὶ οὐ ποιοῦμαι τοῦτο τεκμήριον τοῦ μὴ ἀγαπᾶσθαι παρὰ τοῦ Πατρός͵ οὐδὲ ὑμᾶς θορυβεῖσθαι χρή. Ἂν γὰρ ἐπὶ τῆς ἀγάπης μένητε τῆς ἐμῆς͵ οὐδὲν ὑμᾶς ταῦτα τὰ δεινὰ παραβλάψαι δυνήσεται εἰς τὸν τῆς ἀγάπης λόγον”.   Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.412-13.

[18] Μ. Βασίλειος, Εἰς τὸ Βάπτισμα, PG 31.1553.

[19] “Ταῦτα τοίνυν πάντα͵ φησί͵ διείλεγμαι πρὸς ὑμᾶς ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ͵ τουτέστιν͵ ἵν΄ ἐπ΄ ἐκείνοις ἐθέλητε διευθυμεῖσθαι μόνοις ἐφ΄ οἷσπερ κἀγώ͵ ἵνα πρὸς ἀγῶνας ἀνδρίσησθε καὶ τὴν ἐπὶ τοῖς σωζομένοις ἐλπίδα περιζωσάμενοι͵ κἄν τι διὰ τοῦτο συμβαίνῃ παθεῖν͵ μὴ πρὸς ἀκηδίας ἀδρανεῖς καταφέρησθε μᾶλλον, χαίρητε δὲ τότε πλουσιώτερον͵ ἐπείπερ καὶ δι΄ ὑμῶν ἀναπληροῦται τὸ θέλημα τοῦ πάντας ἀνθρώπους θέλοντος σώζεσθαι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ἔχαιρον γὰρ ἐπὶ τούτοις κἀγὼ καὶ λίαν ἡδίστους ἐλογιζόμην τοὺς πόνους. ὅταν τοίνυν͵ φησί͵ τοιαύτην ἕλησθε ἔχειν χαρὰν ἣν ἐμαυτῷ πρέπειν ἐλογισάμην͵ τότε τελείαν αὐτὴν ἕξετε καὶ ὁλόκληρον. Πληρεστάτην γὰρ ὄντως καὶ τελείαν εἶναι χαρὰν λογιζόμεθα τὴν ἐν Θεῷ καὶ διὰ Θεὸν καὶ ἐπ΄ ἔργοις ἀγαθοῖς διὰ τὸ πεπηγὸς καὶ ἀκλόνητον τῆς ἐλπίδος, καὶ ὅτι γέγονεν ἐφ΄ οἷς ἦν εἰκὸς οὐχὶ μόνους ἡμᾶς͵ ἀλλὰ καὶ αὐτὸν ἡσθῆναι τὸν Ἰησοῦν· ἀτελῆ δὲ χαρὰν τὴν ἐν κόσμῳ φαμὲν διά τε τὸ εὐπαράφορον καὶ τὸ ἐφ΄ οἷς ἥκιστα χρῆν τελουμένην ὁρᾶσθαι͵ τουτέστι͵ πράγμασι κοσμικοῖς͵ ἃ φαντασμάτων καὶ σκιᾶς ἐξίπταται δίκην. ὥσπερ τέλειον μῖσος εἶναί φαμεν τὸ δικαίως τε καὶ ὀρθῶς ἐπί τισι παρ΄ ἡμῶν γινόμενον· ὥσπερ οὖν ἀμέλει καὶ ὁ μακάριος Δαυεὶδ περὶ τῶν ἀνθεστηκότων τῇ δόξῃ τοῦ Θεοῦ φησι Τέλειον μῖσος ἐμίσουν αὐτούς· τελείαν δὲ ἀγάπην τὴν ὁλοκλήρως ἀνακεῖσθαι Θεῷ παρασκευάζουσαν τοὺς ἑλόντας αὐτὴν ἐν Θεῷ καὶ διὰ Θεὸν͵ οὐ τὴν ἐπί τισιν ἐπιγείοις καὶ λόγου μηδενὸς ἀξίοις πράγμασιν”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 574-5.

[20] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.394.

[21] Φώτιος, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 83.

[22] σπερ οὖν εἴ τινα ἄνωθεν ἐκ τῆς κορυφῆς τοῦ οὐρανοῦ διακύψαντα ἀθρόον εἴδομεν͵ καὶ ἐπαγγελλόμενον τὰ ἐκεῖ μετὰ ἀκριβείας ἐρεῖν͵ πάντες ἂν ἐπεδράμομεν· οὕτω καὶ νῦν διατεθῶμεν. Ἐκεῖθεν γὰρ ἡμῖν ὁ ἀνὴρ οὗτος διαλέγεται. Οὐ γάρ ἐστιν ἐκ τοῦ κόσμου τούτου͵ καθώς φησι καὶ αὐτὸς ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου· καὶ τὸν Παράκλητον ἔχει φθεγγόμενον ἐν ἑαυτῷ τὸν πανταχοῦ παρόντα͵ τὸν οὕτως ἀκριβῶς εἰδότα τὰ τοῦ Θεοῦ͵ ὡς τὰ ἑαυτῆς οἶδεν ἡ τῶν ἀνθρώπων ψυχή· τὸ Πνεῦμα τῆς ἁγιωσύνης͵ τὸ Πνεῦμα τὸ εὐθές͵ τὸ ἡγεμονικόν͵ τὸ χειραγωγοῦν εἰς τοὺς οὐρανούς͵ τὸ ποιοῦν ὀφθαλμοὺς ἑτέρους͵ τὸ παρασκευάζον τὰ μέλλοντα ὡς τὰ παρόντα ὁρᾷν͵ τὸ καὶ μετὰ σαρκὸς τὰ ἐν τοῖς οὐρανοῖς κατοπτεύειν παρέχον. Πολλὴν τοίνυν παρέχωμεν τὴν ἡσυχίαν διὰ παντὸς αὐτῷ τοῦ βίου· μηδεὶς νωθής͵ μηδεὶς ὑπνηλός͵ μηδεὶς ῥυπώδης ἐνταῦθα εἰσιὼν μενέτω· ἀλλὰ μεταστήσωμεν ἑαυτοὺς πρὸς τὸν οὐρανόν· ἐκεῖ γὰρ ταῦτα φθέγγεται τοῖς ἐκεῖ πολιτευομένοις”.   Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.26-27.

[23] Χρυσόστομος, Εἰς τὴν Α’ Πρὸς Κορινθίους, PG 61.271.

[24] Ἐφραῖμ ὁ Σῦρος, Περὶ ἀγάπης, 127.

[25] “τί τῶν γεγονότων διὰ Χριστοῦ μίσους ἤγουν ἀπεχθείας ἄξιον; ὅτι θανάτου καὶ φθορᾶς ἐξείλετο; ὅτι πλεονεξίας ἀπήλλαξε διαβολικῆς καὶ τὴν τῆς ἁμαρτίας κατέλυσε τυραννίδα καὶ τὸ δοῦλον ὡς πρὸς υἱότητα τὴν ὡς πρὸς Θεὸν ἀνεκόμισεν; ὅτι ἐκ φιλανθρωπίας καὶ ἀμνησικακίας δικαίους ἀπέφηνε τοὺς ταῖς ἁμαρτίαις νενεκρωμένους; ὅτι Πνεύματος Ἁγίου καὶ θείας φύσεως ἀπέδειξε κοινωνοὺς καὶ αὐτὸ δὲ ἡμῖν τὸ τῶν ἁγίων ἀγγέλων προὐξένησεν οἰκητήριον καὶ βάσιμον ἀνθρώποις ἔδειξε τὸν οὐρανόν; πῶς οὖν ἔτι δίκαιον μισεῖσθαι τὸν τούτων ἡμῖν γεγονότα χορηγὸν καὶ πρύτανιν͵ καὶ οὐχὶ μᾶλλον ἀσιγήτοις εὐφημεῖσθαι δοξολογίαις καὶ ἀκαταλήκτοις εὐχαριστίαις ἀντιγεραίρεσθαι παρ΄ ἡμῶν; ἀλλ΄ οὐδὲν οἶμαι τὸν ἄτεγκτον μεθίστησιν Ἰουδαῖον εἰς τὸ βούλεσθαι φρονεῖν ἅπερ ἔδει φρονεῖν. μεμίσηκε γὰρ δωρεὰν͵ ὃν ἐξ ὅλης διανοίας ἀγαπᾶν ἔδει μᾶλλον καὶ ταῖς ἐκ τῆς εὐπειθείας καταστέφειν τιμαῖς”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 605.

[26] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 609.

 

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.html

ΕΠΙΚΟΙΝΩΝΙΑ