Home Page

On Line Library of the Church of Greece


Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΔΙΠΤΥΧΑ ΚΑΙ ΔΕΗΣΕΙΣ

 ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΠΟΛΥΤΟΝΙΚΑ - TO READ POLYTONIC GREEK

 

Τούτου ψαλλομένου, ὁ ἱερεὺς κλινόμενος ἐπεύχεται μυστικῶς:

 

Τοῦ ἁγίου Ἰωάννου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ Ἁγίου (δεῖνος) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (καὶ μνημονεύει ὀνομαστὶ ὧν βούλεται)  καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε· Μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς, ἐν τῇ γαλήνῃ αὐτῶν, ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.[1]

 

Εἶθ' οὕτως ὑψῶν εὐλογεῖ τὸ Ἀντίδωρον, λέγων:

 

Μέγα τὸ ὄνομα τῆς Ἁγίας Τριάδος, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

(ἐκφώνως:)  ν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.[2]

 

Ὁ διάκονος:

 

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.

 

Ὁ λαός:

 

Καὶ πάντων καὶ πασῶν.

 

Ὁ ἱερεὺς κλινόμενος ἐπεύχεται μυστικῶς:

 

Μνήσθητι, Κύριε, τῆς πόλεως, ἐν ᾗ παροικοῦμεν, καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.

 

(ἐκφώνως:) Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Ὁ ἱερεὺς εὐλογῶν τὸν λαόν:

 

Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ἡμῶν.[3]

 

Ὁ λαός:

 

Καὶ μετὰ τοῦ πνεύματός σου.

 

Ὁ διάκονος:

 

Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

πὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

πως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος, δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

 

Τούτων λεγομένων, ὁ ἱερεὺς ἐπεύχεται μυστικῶς:

 

Σοὶ παρακατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς Τραπέζης, μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.

 

Ὁ διάκονος (ἐξακολουθῶν):

 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

Τὴν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

 

Ὁ λαός:

 

Σοί, Κύριε.

 

Ὁ ἱερεὺς ἐκφώνως:

 

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαι Σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν:

 

Ὁ λαός:

 

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 

Ὁ ἱερεύς:

 

τι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Ὁ ἱερεύς:

 

Εἰρήνη πᾶσι.

 

Ὁ λαός:

 

Καὶ τῷ πνεύματί σου.

 

Ὁ διάκονος:

 

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

 

Ὁ λαός:

 

Σοὶ Κύριε.

 

Ὁ ἱερεύς:

 

Εὐχαριστοῦμέν σοι, Βασιλεῦ ἀόρατε, ὁ τῆ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιουργήσας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτός, Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς· οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοὶ τῶ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν· τοῖς πλέουσι σύμπλευσον· τοῖς ὁδοιποροῦσι συνόδευσον· τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

 

(ἐκφώνως:)  Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 


Σημειώσεις

[1] Α΄ Τιμ. 2.2.

[2] Β΄ Τιμ. 2.15.

[3] Β' Ἰω. 3, Τῖτ. 2.13.

 

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Αρχική σελίδα  |  Επόμενη σελίδα 

 

MYRIOBIBLOS HOME  |  TOP OF PAGE