Home Page

On Line Library of the Church of Greece


Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΘΕΙΑ ΚΟΙΝΩΝΙΑ 

 ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΠΟΛΥΤΟΝΙΚΑ - TO READ POLYTONIC GREEK

 

Ὁ ἱερεύς μυστικῶς:

 

Πρόσχες Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου, καὶ τοῦ τιμίου Αἵματος, καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.

 

Ὁ ἱερεὺς καὶ ὁ διάκονος προσκυνοῦσιν λέγοντες μυστικῶς:

 

Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με  (τρίς). Εἶτα ὁ διάκονος ἐκφωνεῖ:

 

Πρόσχωμεν.

 

Καὶ ὁ ἱερεύς, ὑψῶν τὸν ἅγιον Ἄρτον, ἐκφωνεῖ:

 

Τὰ Ἅγια τοῖς ἁγίοις.

 

Ὁ λαός:

 

Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός.[1]  Ἀμήν.

 

Εἶτα ψάλλει τὸ κοινωνικὸν τῆς ἡμέρας (εἰς τὸν ἦχον, εἰς ὃν ἐψάλη καὶ τὸ Χερουβικόν). Τῇ μὲν Κυριακῇ τό: Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Εἰ δὲ τύχοι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ ἀπόδοσις αὐτῆς, ψάλλεται τὸ κοινωνικὸν τῆς ἑορτῆς.[2]

 

Ὁ διάκονος πρὸς τὸν ἱερέα:

 

Μέλισον, δέσποτα, τὸν ἅγιον Ἄρτον.

 

Ὁ ἱερεύς, μελίζων αὐτὸν εἰς μερίδας τέσσαρας μετὰ προσοχῆς καὶ εὐλαβείας, λέγει:

 

Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος· ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.

 

Καὶ τίθησιν αὐτὰς σταυροειδῶς ἐν τῷ ἁγίῳ δίσκῳ οὕτως:

 

ΙΣ

ΝΙ   

  KΑ

ΧΣ

Καὶ λαβὼν τὴν ἄνω κειμένην μερίδα, τὴν ἔχουσαν τοὺς χαρακτῆρας ΙΣ, ποιεῖ σὺν αὐτῇ σταυρὸν ἐπάνω τοῦ ἁγίου Ποτηρίου, λέγοντος τοῦ Διακόνου:

 

Πλήρωσον, δέσποτα, τὸ ἅγιον Ποτήριον.

 

Καὶ ῥίπτει τὴν μερίδα ἐντὸς τοῦ ἁγίου Ποτηρίου λέγων:

 

Πλήρωμα Ποτηρίου πίστεως, Πνεύματος Ἁγίου.

 

Ὁ διάκονος:

 

μήν.

 

Καὶ λαβὼν τὸ Ζέον, λέγει πρὸς τὸν ἱερέα:

 

Εὐλόγησον, δέσποτα, τὸ ζέον.

 

Ὁ ἱερεύς:

 

Εὐλογημένη ἡ ζέσις τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁ διάκονος ἐγχέει ἐκ τοῦ Ζέοντος τὸ ἀρκοῦν σταυροειδῶς ἐν τῷ ἁγίῳ Ποτηρίῳ, λέγοντος τοῦ ἱερέως:

 

Ζέσις πίστεως, Πνεύματος ἁγίου.

 

Ὁ διάκονος:

 

μήν.

 

Ὁ ἱερεύς:  

Πρὸ τῶν θυρῶν τοῦ Ναοῦ σου παρέστηκα, καὶ τῶν δεινῶν λογισμῶν οὐκ ἀφίσταμαι, ἀλλὰ σύ, Χριστὲ ὁ Θεός, ὁ Τελώνην δικαιώσας καὶ Χαναναίαν ἐλεήσας, καὶ τῷ Ληστῇ Παραδείσου πύλας ἀνοίξας, ἄνοιξόν μοι τὰ σπλάγχνα τῆς φιλανθρωπίας σου, καὶ δέξαι με προσερχόμενον καὶ ἁπτόμενόν σου, ὡς τὴν πόρνην, καὶ τὴν αἱμόῤῥουν· ἡ μὲν γάρ, τοῦ κρασπέδου σου ἁψαμένη, εὐχερῶς τὴν ἴασιν ἔλαβεν· ἡ δέ, τοὺς σοὺς ἀχράντους πόδας κρατήσασα, τὴν λύσιν τῶν ἁμαρτημάτων ἐκομίσατο. Ἐγὼ δὲ ὁ ἐλεεινός, ὅλον σου τὸ Σῶμα τολμῶν δέξασθαι, μὴ καταφλεχθείην· ἀλλὰ δέξαι με, ὥσπερ ἐκείνας, καὶ φώτισόν μου τὰ τῆς ψυχῆς αἰσθητήρια, καταφλέγων μου τὰ τῆς ἁμαρτίας ἐγκλήματα, πρεσβείαις τῆς ἀσπόρως τεκούσης σε, καὶ τῶν ἐπουρανίων Δυνάμεων· Ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἕργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

 

δοὺ βαδίζω πρὸς θείαν κοινωνίαν.

Πλαστουργὲ μὴ φλέξῃς με τῇ μετουσίᾳ.

Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.

Ἀλλ' οὖν κάθαρον ἐκ πάσης με κηλίδος.

 

Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου.

 

Θεουργὸν αἷμα φρῖξον, ἄνθρωπε, βλέπων·

Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων·

Θεοῦ τὸ σῶμα καὶ θεοῖ με καὶ τρέφει·

Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.

 

θελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.

 

ν ταῖς λαμπρότησι τῶν ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν Νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὔκ ἐστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος.

 

Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ' εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

 

Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου.

 

Ἱερεὺς καὶ διάκονος ἀνιστάμενοι ὑψοῦσι τὰς χεῖράς των ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, ἐπευχόμενοι μυστικῶς:

 

Εὐλογεῖτέ με θεῖοι Ἄγγελοι, Ἀρχάγγελοι, Ἀρχαί, Κυριότητες καὶ Ἐξουσίαι, τὰ πολυόμματα Χερουβεὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφείμ, τὸν ἀνάξιον (δεῖνα) ἱερέα (ἢ ἱερομόναχον).

 

Καὶ προσερχόμενος ὁ ἱερεὺς ἵνα κοινωνήσῃ, λέγει τῷ διακόνῳ, ἢ τῷ συλλειτουργῷ του ἢ τοῖς τυχὸν παρισταμένοις ἄλλοις Κληρικοῖς ὑποκλινόμενος:

 

δελφὲ καὶ συλλειτουργέ, συγχώρησόν μοι τῷ ἁμαρτωλῷ.

 

Ὁ διάκονος:

 

Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεός, ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ ἱερεύς:

 

Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με  (τρίς).

 

Καὶ πλησιάσας εἰς τὰ Ἅγια, μετὰ φόβου καὶ τρόμου, λαμβάνει ἓν μέρος ἐκ τοῦ ἁγίου Ἄρτου καὶ λέγει:

 

δοὺ προσέρχομαι τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι (τῷ δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,  εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Καὶ μεταλαμβάνει τοῦ ἁγίου Σώματος λέγων· Ἀμήν.

Εἶτα προσκαλεῖ τὸν διάκονον λέγων:

 

Διάκονε πρόσελθε.

 

Ὁ διάκονος:

 

δοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετάδος μοι. Δέσποτα (τῷ δεῖνι) τῷ ἀναξίῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Ὁ ἱερεὺς δίδωσι τῷ διακόνῳ τὴν μερίδα τοῦ ἁγίου Ἄρτου λέγων:

 

Μεταδίδοταί σοι (τῷ δεῖνι) τῷ εὐλαβεστάτῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Ὁ δὲ διάκονος λαμβάνει τὸν ἅγιον Ἄρτον καὶ ἀπέρχεται ὄπισθεν τῆς ἁγίας Τραπέζης καὶ μεταλαμβάνει.

 

Εἶτα ὁ ἱερεὺς λαμβάνει τὸ ἅγιον Ποτήριον καὶ λέγει:

 

τι μεταδίδοταί μοι (τῷ δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον καὶ πανακήρατον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Καὶ μεγαλαμβάνει τρίτον ἐξ αὐτοῦ. Καὶ ἀσπασάμενος τὸ ἅγιον Ποτήριον καὶ ὑψῶν αὐτὸ λέγει:

 

Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.

 

Καλεὶ δὲ τὸν διάκονον λέγων:

 

Διάκονε, ἔτι πρόσελθε.

 

Ὁ διάκονος:

 

δοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετάδος μοι Δέσποτα, (τῷ δεῖνι) τῷ ἀναξίῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον καὶ πανακήρατον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Εἶτα ἀσπάζεται τὸ ἅγιον Ποτήριον. Καὶ ὑψῶν αὐτὸ ὁ ἱερεὺς λέγει:

 

Τοῦτο ἥψατο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.

 

Μετὰ δὲ τὸ μεταλαβεῖν ὁ διάκονος συστέλλει τὰ Ἅγια, λέγων:

 

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σύ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ· διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

 

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου Σιών, σὺ δὲ Ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

 

θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς· μεθ' ἡμῶν ἀψευδῶς γὰρ ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣ οἱ πιστοὶ ἄγκυραν ἐλπίδος κατέχοντες ἀγαλλόμεθα.

 

Πάσχα τὸ μέγα καὶ ἱερώτατον Χριστέ· ὢ σοφία καὶ Λόγε τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.[3]

 

Καὶ ἀποσπογγίζει καλῶς τὸ ἅγιον Δισκάριον ἔνδον τοῦ ἁγίου Ποτηρίου, λέγων:

 

πόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ Αἵματί σου τῷ ἁγίῳ· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

 

Καὶ μετὰ τὸ ἀποσπογγίσαι τὸν ἅγιον Δίσκον καλῶς τινάζει καὶ τὸ κάλυμμα ἔνδον τοῦ ἁγίου Ποτηρίου, σκεπάζων αὐτὸ διὰ τοῦ καλύμματος. Πληρωθέντος τοῦ Κοινωνικοῦ, κρούει διὰ τοῦ συνεπτυγμένου Ἀστερίσκου τὸν ἅγιον Δίσκον σταυροειδῶς, καὶ τίθησι τὸν Ἀστέρα καὶ τὸ Κάλυμμα καὶ τὸν Ἀέρα ἐπὶ τοῦ ἁγίου Δίσκου. Μετὰ δὲ τὸ Ἀλληλούϊα τοῦ Κοινωνικοῦ, ὁ διάκονος ἀνοίγων τὰ βημόθυρα καὶ προσκυνήσας ἅπαξ, λαμβάνει μετ' εὐλαβείας παρὰ τοῦ ἱερέως τὸ ἅγιον Ποτήριον κεκαλυμμένον, καὶ ἐξελθὼν εἰς τὴν ὡραίαν Πύλην καὶ ὑψῶν αὐτό, ἐκφωνεῖ:

 

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

 

Ὁ λαός:

 

μήν, ἀμήν, ἀμήν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Ὁ ἱερεὺς μεταδιδοὺς τοῖς πιστοῖς ἐπὶ ἑκάστῳ λέγει:

 

δοῦλος τοῦ Θεοῦ (δεῖνα) μεταλαμβάνει τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

 

Ἐν δὲ τῷ κοινωνεῖν τοὺς πιστοὺς ὁ χορὸς ψάλλει:

 

Τοῦ δείπνου σου τοῦ μυστικοῦ...

 

Μετὰ τὸ κοινωνῆσαι ὁ ἱερεύς:

 

Σῶσον ὁ Θεὸς τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.[4]

 

Ὁ λαός:

 

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.

 

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.[5]

 

Εἶτα ὁ διάκονος ἀποθέτει τὸ ἅγιον Ποτήριον ἐπὶ τῆς ἁγίας Τραπέζης καὶ λέγει πρὸς τὸν ἱερέα:

 

ψωσον Δέσποτα.

 

Οὖτος δὲ θυμιᾷ τρὶς καὶ λέγει ἠρέμα:

 

ψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα Σου (τρίς).[6]

 

Καὶ ὁ μὲν Διάκονος, λαβὼν παρὰ τοῦ ἱερέως τὸν ἅγιον Δίσκον σὺν τοῖς λοιποῖς, ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀποθέτει αὐτά. Ὁ δὲ ἱερεύς, προσκυνήσας καὶ λαβὼν τὸ ἅγιον Ποτήριον ἐπικεκαλυμμένον, λέγει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης:

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

 

(ἐκφώνως δὲ στρεφόμενος πρὸς τὸν λαόν:)

 

Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν, ἀμήν, ἀμήν. Εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Καὶ τὸ τροπάριον:

 

Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.[7]

 

Ὁ διάκονος:

 

ρθοί. Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

 

Ὁ λαός:

 

Σοί Κύριε.

 

Ὁ ἱερεὺς ἀναγινώσκει τὴν εὐχαριστήριον εὐχήν:

 

Εὐχαριστοῦμέν σοι, Δέσποτα, φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων Μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου τοὺς πάντας, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα· εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντω τῶν Ἁγίων σου. Ἀμήν.

 

(Ἐκφώνως:)  Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.  

 


Σημειώσεις

[1] Α΄ Κορ. 8.6, Φιλιπ. 2.11.

[2] Σημ. ἱερομ. Γρηγορίου: Παλαιότερα τὸ Κοινωνικὸν ἦταν ὁλόκληρος ψαλμός, ἡ ψαλμωδία τοῦ ὁποίου συνεχιζόταν καὶ κατὰ τὴ διάρκεια τῆς κοινωνίας τῶν πιστῶν. Ἐξ αὐτοῦ καὶ ἡ ὀνομασία Κοινωνικόν. Τέτοιοι ψαλμοὶ ἦταν συνήθως οἱ ψαλμοὶ 22, 33, 116, 144.

[3] Ὄρθρος τοῦ Πάσχα.

[4] Ψαλ. 27.9.

[5] Ἑσπερινὸς Πεντηκοστῆς. Σημ. Καρμίρη: Εἴ ἐστι Δεσποτικὴ ἑορτὴ ἢ ἀπόδοσις αὐτῆς, ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς, ψάλλεται τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἀπὸ δὲ τοῦ ἁγίου Πάσχα μέχρι τῆς ἀποδόσεως αὐτοῦ ψάλλεται τὸ Χριστὸς Ἀνέστη. Τῷ δὲ Μεγ. Σαββάτῳ ψάλλεται: Μνήσθητι, Δέσποτα, καὶ ἡμῶν, καθὼς ἐμνημόνευσας τοῦ Λῃστοῦ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.

[6] Ψαλ. 56.6.

[7] Σημ. ἱερομ. Γρηγορίου: Ὁ ὕμνος αὐτός, κατὰ τὸ Πασχάλιον Χρονικόν, ἄρχισε νὰ ψάλλεται τὴν ὥρα αὐτὴ ἀπὸ τὸ ἔτος 624 μ.Χ. ἐπὶ πατριάρχου Κωνσταντινουπόλεως Σεργίου (Μ[igne] 92, 1001).

_________________________

   

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Αρχική σελίδα  | Επόμενη σελίδα 

 

MYRIOBIBLOS HOME  |  TOP OF PAGE