Home Page

On Line Library of the Church of Greece


Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ

 ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΠΟΛΥΤΟΝΙΚΑ - TO READ POLYTONIC GREEK

 

Ὁ διάκονος:

 

Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν Ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.

 

Ὁ λαός:

 

λεον εἰρήνης, θυσίαν αἰνέσεως.

 

Ὁ ἱερεύς, ῥιπίζων τὰ Ἅγια διὰ τοῦ Ἀέρος, ἐκφωνεῖ:

 

χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.

 

Καὶ στραφεὶς πρὸς τὸν λαὸν εὐλογεῖ αὐτὸν διὰ τοῦ Ἀέρος.

 

Ὁ λαός:

 

Καὶ μετὰ τοῦ πνεύματός σου.

 

Ὁ ἱερεύς, ὑψῶν ἀμφοτέρας τὰς χεῖρας, ἐκφωνεῖ:

 

νω σχῶμεν τὰς καρδίας.

 

Ὁ λαός:

 

χομεν πρὸς τὸν Κύριον.

 

Ὁ ἱερεύς:

 

Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

 

Ὁ λαός:

 

ξιον καὶ δίκαιον.

 

Ὁ ἱερεύς, ἀρχόμενος τῆς ἁγίας Ἀναφορᾶς, ἐπεύχεται μυστικῶς:

 

ξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες, καὶ παραπεσόντας ἀνέστησας πάλιν, καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες καὶ τὴν βασιλείαν σου ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Ὑἱῷ καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ, ὑπὲρ πάντων ὧν ἴσμεν καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς Λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας καίτοι σοι παρεστήκασι χιλιάδες ἀρχαγγέλων καὶ μυριάδες ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά.

 

(Ἐκφώνως:) Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα.

 

Ὁ λαός:

 

γιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ὁ ἐν τοῖς ὑψίστοις.[1]

 

Ὁ ἱερεὺς συνεχίζει ἐπευχόμενος μυστικῶς:

 

Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν: Ἅγιος εἶ καὶ πανάγιος Σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου. Ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.[2] Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτὶ ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς,[3] λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσί, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπὼν

 

(ἐκφώνως:)  Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ἡμῶν κλώμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.[4]

 

Ὁ λαός:

 

μήν.

 

Ὁ ἱερεύς (μυστικῶς):

 

μοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων

 

(ἐκφώνως:)  Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.[5]

 

Ὁ λαός:

 

μήν.

 

Ὁ ἱερεὺς ἐξακολουθεῖ ἐπευχόμενος μυστικῶς:

 

Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ Σταυροῦ, τοῦ Τάφου, τῆς τριημέρου Ἀναστάσεως, τῆς εἰς οὐρανοὺς Ἀναβάσεως, τῆς ἐκ δεξιῶν Καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν Παρουσίας.

 

(ἐκφώνως:)  Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.

 

Ὁ λαός:

 

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

 

Ὁ ἱερεύς (μυστικῶς):

 

τι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· κατάπεμψον τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα Δῶρα ταῦτα.

 

Ἔπειτα ὁ ἱερεὺς καὶ ὁ διάκονος προσκυνοῦσι τρὶς ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, εὐχόμενοι καθ' ἑαυτοὺς καὶ λέγοντες:

 

Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.

 

Ὁ διάκονος:

 

Εὐλόγησον, δέσποτα, τὸν ἅγιον Ἄρτον.

 

Ὁ ἱερεύς (ἀνιστάμενος σφραγίζει τρὶς τὸν ἅγιον Ἄρτον καὶ λέγει μυστικῶς):

 

Καὶ ποίησον τὸν μὲν Ἄρτον τοῦτον, τίμιον Σῶμα τοῦ Χριστοῦ σου.

 

Ὁ διάκονος:

 

μήν. Εὐλόγησον, δέσποτα, τὸ ἅγιον Ποτήριον.

 

Ὁ ἱερεύς:

 

Τὸ δὲ ἐν τῷ Ποτηρίῳ τούτῳ, τίμιον αἷμα τοῦ Χριστοῦ σου.

 

Ὁ διάκονος:

 

μήν. Εὐλόγησον, δέσποτα, ἀμφότερα τὰ ἅγια.

 

Ὁ ἱερεύς:

 

Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ.

 

Ὁ διάκονος:

 

μήν· Ἀμήν· Ἀμήν.

 

Καὶ λαβὼν τὸν δεδιπλωμένον Ἀέρα, ῥιπίζει δι' αὐτοῦ τὰ Ἅγια, ὡς καὶ πρότερον. Ὁ ἱερεὺς ἐξακολουθεῖ μυστικῶς ἐπευχόμενος:

 

στε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς Βασιλείας οὐρανῶν πλήρωμα, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν, ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Ἐγκρατευτῶν καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.

 

(ἐκφώνως:)  ξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

 

Ὁ λαός:

 

ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.[6]

 

 

 

 

 

 


Σημειώσεις

[1] Ἡσ. 6.3, Ματ. 21.9.

[2] Ἰω. 3.16.

[3] Ἰω. 6.51.

[4] Ματ. 26.26.

[5] Ματ. 26.27-28, Λουκ. 22.20.

[6] Σημ. Καρμίρη: Εἰ δέ ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ ἀπόδοσις αὐτῆς, ψάλλεται ὁ Εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ Κανόνος τῆς ἑορτῆς.

 

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Αρχική σελίδα  |  Επόμενη σελίδα 

 

MYRIOBIBLOS HOME  |  TOP OF PAGE