Home Page

On Line Library of the Church of Greece


Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΕΚΤΕΝΗΣ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ ΚΑΙ ΤΟ ΣΥΜΒΟΛΟ ΤΗΣ ΠΙΣΤΕΩΣ

 ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΠΟΛΥΤΟΝΙΚΑ - TO READ POLYTONIC GREEK

 

Ὁ διάκονος:

 

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

 

πὲρ τῶν προτεθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.[1]

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Τούτων δὲ ὑπὸ τοῦ Διακόνου λεγομένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν ἑξῆς εὐχὴν τῆς Προθέσεως, μετὰ τὴν ἐν τῇ ἁγίᾳ Τραπέζῃ ἀπόθεσιν τῶν θείων Δώρων:

 

Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος Ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων Σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν, καὶ προσάγαγε τῷ ἁγίῳ Σου θυσιαστηρίῳ. Καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν Σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν Σου, τοῦ γενέσθαι Σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός Σου τὸ ἀγαθὸν ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν Σου.

 

Ἐνῶ ὁ διάκονος ἐξακολουθεῖ λέγων:

 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

 

Ὁ λαός:

 

Παράσχου Κύριε.

 

Ὁ διάκονος:

 

Της παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

 

Ὁ λαός:

 

Σοὶ Κύριε.

 

Ὁ ἱερεὺς ἐκφώνως:

 

Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Ὁ ἱερεύς:

 

Εἰρήνη πᾶσι.

 

Ὁ λαός:

 

Καὶ τῷ πνεύματί σου.

 

Ὁ διάκονος:

 

γαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

 

Ὁ λαός:

 

Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

 

Ὁ ἱερεὺς προσκυνήσας τρὶς ἀσπάζεται τὰ Ἅγια οὕτως, ὥς εἰσιν ἐπικεκαλυμμένα, λέγων μυστικῶς:

 

γαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου καὶ ῥύστης μου (τρίς).[2]

 

Ὁμοίως καὶ ὁ διάκονος συμπροσκυνεῖ. Ἐνταῦθα γίνεται κατὰ τὴν τάξιν ὁ ἀσπασμός. Ὁ πρῶτος τῶν ἱερέων:

 

Χριστὸς ἐν τῷ μέσῳ ἡμῶν.

 

Καὶ ἐκεῖνοι:

 

Καὶ ἦν καὶ ἔστι καὶ ἔσται.

 

Ὁ διάκονος:  

Τὰς θύρας, τὰς θύρας.  Ἐν σοφίᾳ πρόσχωμεν.

 

Ὁ ἱερεύς, ἄρας τὸν Ἀέρα ἐπάνω τῶν τιμίων δώρων, κινεῖ αὐτὸν ἀνοικτόν, λέγων καθ' ἑαυτὸν τὸ Πιστεύω.

 

Ὁ λαός:

 

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.

Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.

Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα.

Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς.

Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.

Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

Προσδοκῶ ἀνάστασιν νεκρῶν.

Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

 

 


Σημειώσεις

[1] Ψαλ. 33.5.

[2] Σημ. Καρμίρη: Ἐνταῦθα γίνεται ὁ ἀσπασμὸς τῆς ἀγάπης καὶ τῆς εἰρήνης μεταξὺ τῶν ἐν τῷ Βήματι Κληρικῶν, τοῦ προεξάρχοντος λέγοντος: Ὁ Χριστὸς ἐν μέσῳ ἡμῶν, καὶ τῶν λοιπῶν ἀποκρινομένων: Καὶ ἔστι καὶ ἔσται. Εἶναι δὲ λείψανον τοῦ μεταξὺ ὅλων τῶν ἐκκλησιαζομένων διδομένου τοιούτου ἐν τῇ παλαιοχριστιανικῇ ἐποχῇ.

 

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Αρχική σελίδα  |  Επόμενη σελίδα

 

MYRIOBIBLOS HOME  |  TOP OF PAGE