Home Page

On Line Library of the Church of Greece


Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΕΚΤΕΝΗΣ ΚΑΙ ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ

 ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΠΟΛΥΤΟΝΙΚΑ - TO READ POLYTONIC GREEK

 

Εἶτα ὁ διάκονος, σταθεὶς πρὸ τοῦ ἱεροῦ Βήματος, λέγει τὴν Ἐκτενῆ:

 

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον (τρίς).

 

Ὁ διάκονος:

 

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον (τρίς).

 

Ὁ διάκονος:

 

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον (τρίς).

 

Ὁ διάκονος:

 

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον (τρίς).

 

Ὁ διάκονος:

 

τι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

 

Ὁ λαός:

 

Κύριε ἐλέησον (τρίς).

 

Ὁ διάκονος:

 

τι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον (τρίς).

 

Ὁ διάκονος:

 

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει καὶ ἐνορίᾳ ταύτῃ, τῶν ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἱερᾶς Ἐκκλησίας ταύτης.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον (τρίς).

 

Ὁ διάκονος:

 

τι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἀπανταχοῦ ὀρθοδόξων.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον (τρίς).

 

Ὁ διάκονος:

 

τι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

 

Τούτων λεγομένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν ἑξῆς εὐχὴν τῆς Ἐκτενοῦς ἱκεσίας:

 

Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν Σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους Σου, καὶ τοὺς οἰκτιρμούς Σου κατάπεμψον ἐφ' ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν Σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

 

Συμπληρωθείσης τῆς Ἐκτενοῦς, ὁ ἱερεὺς λέγει ἐκφώνως:

 

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Ὁ ἱερεὺς λαμβάνει τὸ ἅγιον Εὐαγγέλιον καὶ ποιεῖ σταυρὸν ἐπάνω τοῦ ἁγίου Ἀντιμηνσίου, ὁ δὲ διάκονος ἄρχεται τῆς δεήσεως ὑπὲρ τῶν Κατηχουμένων.

 

Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

Οἱ πιστοί, ὑπὲρ τῶν Κατηχουμένων δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

να ὁ Κύριος αὐτοὺς ἐλεήσῃ.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

Κατηχήσῃ αὺτοὺς τὸν λόγον τῆς ἀληθείας.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

ποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

νώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ Σῇ χάριτι.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

 

Τούτων λεγομένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν ἑξῆς ὑπὲρ τῶν Κατηχουμένων εὐχήν:

 

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ διὰ σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας τὸν μονογενῆ Σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους Σου τοὺς Κατηχουμένους, τοὺς ὑποκεκλικότας Σοι τὸν ἑαυτῶν αὐχένα, καὶ καταξίωσον αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἕνωσον αὐτοὺς τῇ ἁγίᾳ Σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ, καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ Σου ποίμνῃ.

 

(Ἐκφώνως:) να καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Ὁ ἱερεὺς ἐξαπλοῖ ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ Εἱλητόν, ὁ δὲ διάκονος λέγει:

 

σοι Κατηχούμενοι, προέλθετε· οἱ Κατηχούμενοι, προέλθετε· ὅσοι Κατηχούμενοι, προέλθετε. Μή τις τῶν Κατηχουμένων. Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. 

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν α΄ εὐχὴν τῶν πιστῶν:

 

Εὐχαριστοῦμέν Σοι, Κύριε, ὁ Θεὸς τῶν Δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ Σου θυσιαστηρίῳ, καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς Σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν· ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν Σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντὸς τοῦ λαοῦ Σου· καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν Σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός Σου τοῦ ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί Σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα, εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης ἐν τῷ πλήθει τῆς Σῆς ἀγαθότητος.

 

Ὁ διάκονος:

 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

Σοφία.

 

Ὁ ἱερεὺς ἐκφώνως:

 

τι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Ὁ διάκονος:

 

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν β΄ εὐχὴν τῶν πιστῶν:

 

Πάλιν καὶ πολλάκις Σοὶ προσπίπτομεν καὶ Σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου Σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε μετὰ φόβου καὶ ἀγάπης λατρεύειν Σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων Σου Μυστηρίων, καὶ τῆς ἐπουρανίου Σου βασιλείας ἀξιωθῆναι.

 

Ὁ διάκονος:

 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

Σοφία.

 

Εἶτα εἰσέρχεται εἰς τὸ ἱερόν, ὁ δὲ ἱερεὺς λέγει ἐκφώνως:

 

πως, ὑπὸ τοῦ κράτους Σου πάντοτε φυλαττόμενοι, Σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Καὶ ψάλλει τὸν Χερουβικὸν ὕμνον ἀργῶς καὶ μετὰ μέλους, εἰς τὸν κύριον ἦχον τῆς ἡμέρας:

 

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν, ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.

 

Τούτου δὲ ᾀδομένου, ὁ ἱερεὺς πρὸ τῆς ἁγίας Τραπέζης ἀναγινώσκει μυστικῶς τὴν εὐχήν:

 

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν Σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν Σοι μέγα καὶ φοβερὸν καὶ αὐταῖς ταῖς ἐπουρανίοις Δυνάμεσιν. Ἀλλ' ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν Σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος, καὶ Ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριος ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος καὶ Βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ, τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον. Ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν Σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου Σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς Ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ Σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν Σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἑμαυτοῦ αὐχένα, καὶ δέομαί Σου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ' ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων Σου· ἀλλ' ἀξίωσον προσενεχθῆναί Σοι ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου Σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετὰ τὴν εὐχὴν λέγουσιν αὐτός τε καὶ ὁ διάκονος τὸν Χερουβικὸν ὕμνον. Εἶτα, λαβὼν ὁ ἱερεὺς τὸ θυμιατήριον, θυμιᾷ κύκλῳ τὴν ἁγίαν Τράπεζαν, τὸ ἱερατεῖον καὶ τὰς δεσποτικὰς εἰκόνας καὶ τὸν λαόν, μικρὸν προελθὼν τῶν βημοθύρων· λέγει δὲ καθ' ἑαυτόν, εἰ μέν ἐστι Κυριακή, τὸ Ἀνάστασιν Χριστοῦ θεασάμενοι, καὶ τὸν ν΄ ψαλμόν· εἰ δὲ οὔ, λέγει τὸ Δεῦτε προσκυνήσωμεν (τρίς), καὶ εἶτα τὸν ν' ψαλμόν. Εἶτα οἱ ἱερουργοῦντες, προσκυνοῦντες τρὶς πρὸ τῆς ἁγίας Τραπέζης καὶ ἀσπαζόμενοι τὸ ἅγιον ἀντιμήνσιον λέγουσι καθ' ἑαυτοὺς τὰ κατανυκτικὰ ταῦτα τροπάρια:

 

μαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος υἱός· δέξαι με, Πάτερ, μετανοοῦντα καὶ ἐλέησόν με ὁ Θεός.

 

Κράζω σοι Χριστὲ Σωτὴρ τοῦ τελώνου τὴν φωνήν· Ἱλάσθητί μοι ὥσπερ ἐκείνῳ καὶ ἐλέησόν με ὁ Θεός.

 

Εἶτα εἰς ἕκαστος ὑποκλινόμενος τοῖς συλλειτουργοῖς λέγει:

 

Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ συλλειτουργοί.

 

Καὶ πρὸς τὸν λαὸν ὑποκλινόμενος, ἀπὸ τῆς Ὡραίας Πύλης, λέγει:

 

Τοῖς μισοῦσι καὶ ἀγαπῶσιν ἡμᾶς, ὁ Θεός, συγχώρησον.

 

Καὶ ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ προσκυνῶν τρὶς τὰ τίμια Δῶρα, λέγει ἐκ τρίτου:

 

Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.

 

Τὸ αὐτὸ ποιεῖ καὶ ὁ διάκονος. Εἶτα ὁ διάκονος:

 

παρον, Δέσποτα.

 

Ὁ ἱερεὺς ἄρας τὸν Ἀέρα ἐπιτίθησι τοῖς ὤμοις τοῦ διακόνου, λέγων:

 

ν εἰρήνῃ ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.[1]

 

Καὶ δίδει τὸ ἅγιον Δισκάριον εἰς τὸν διάκονον. Αὐτὸς δὲ λαμβάνει τὸ ἅγιον Ποτήριον, λέγων:

 

νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.[2]

 

Ὅταν δὲ ὁ λαὸς εἴπῃ τὸ Ὡς τὸν Βασιλέα, τότε σιγᾷ, καὶ ὁ διάκονος μετὰ τοῦ ἱερέως ἐξέρχονται ἐκ τῆς βορείας πύλης καὶ διέρχονται τὸ ἀριστερὸν κλῖτος καὶ τὸ μέσον τοῦ Ναοῦ ποιοῦντες τὴν μεγάλην Εἴσοδον, τοῦ διακόνου ἐκφωνοῦντος μεγαλοφώνως:

 

Πάντων ὑμῶν, καὶ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ· πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Ὁ ἱερεὺς μνημονεύει οὕτω:

 

Τοῦ ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦ φιλοχρίστου στρατοῦ. Τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃ, ἢ νήσῳ) ταύτῃ, τῶν ἐπιτρόπων, ἐνοριτῶν, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ Ναοῦ τούτου καὶ πάντων ἡμῶν τῶν προσελθόντων εἰς τὴν θείαν Μυσταγωγίαν ταύτην.

 

Τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων, ἀνακαινιστῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ Ναοῦ τούτου, τῶν ὑπὲρ πίστεως καὶ Πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Καὶ συμπληροῖ τὸν χερουβικὸν ὕμνον. Ὁ δὲ ἱερεὺς ἀποθέτων τὰ Δῶρα ἐπὶ τοῦ ἁγίου ἀντιμηνσίου, ἐπιλέγει:

 

εὐσχήμων Ἰωσὴφ ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.[3]

 

Ὁ δὲ διάκονος:

 

γάθυνον, Δέσποτα.

 

Καὶ ὁ ἱερεὺς θυμιᾷ τὰ Ἅγια, λέγων ἐκ τρίτου τὸ τέλος τοῦ ν' Ψαλμοῦ:

 

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

 

Ἀποδοὺς δὲ τὸ θυμιατὸν καὶ κλίνας τὴν κεφαλήν, λέγει τῷ διακόνῳ:

 

Μνήσθητί μου, ἀδελφὲ καὶ συλλειτουργέ.

 

Ὁ διάκονος:

 

Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Εἶτα ὁ διάκονος, ὑποκλίνας τὴν κεφαλήν, κρατῶν ἅμα καὶ τὸ Ὀράριον, λέγει:

 

Εὖξαι ὑπὲρ ἐμοῦ, δέσποτα ἅγιε.

 

Ὁ ἱερεύς:

 

Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.[4]

 

Ὁ διάκονος:

 

Αὐτὸ τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. Μνήσθητί μου, Δέσποτα ἅγιε.

 

Ὁ ἱερεύς:

 

Μνησθείη σου Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ διάκονος:

 

μήν.

 

Καὶ ἀσπασάμενος τὴν χεῖρα τοῦ ἱερέως ἐξέρχεται ἐν τῷ συνήθει τόπῳ καὶ ἅμα τῇ λήξει τοῦ Χερουβικοῦ ὕμνου λέγει τὴν Ἐκτενῇ.  

 


Σημειώσεις

[1] Ψαλ. 133.2.

[2] Ψαλ. 46.6.

[3] Ἀπολυτίκιο Μ. Σαββάτου.

[4] Λουκ. 1.35.

 

 

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Αρχική σελίδα  |  Επόμενη σελίδα 

 

MYRIOBIBLOS HOME  |  TOP OF PAGE