Home Page

On Line Library of the Church of Greece


Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΕΙΣΟΔΟΣ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ΚΑΙ ΙΕΡΑ ΑΝΑΓΝΩΣΜΑΤΑ

 ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΠΟΛΥΤΟΝΙΚΑ - TO READ POLYTONIC GREEK

 

Ψαλλομένου τοῦ τρίτου ἀντιφώνου γίνεται ἡ μικρὰ Εἴσοδος τοῦ Εὐαγγελίου. Λαβὼν ὁ ἱερεὺς τὸ Εὐαγγέλιον, δίδωσι τῷ διακόνῳ, καὶ οὕτως ἐξελθόντες ἀμφότεροι διὰ τοῦ βορείου μέρους, προπορευομένων αὐτῶν λαμπάδων ἢ καὶ ἑξαπτερύγων, ποιοῦσι τὴν μικρὰν εἴσοδον, καὶ στάντες ἐν τῷ μέσῳ τοῦ ναοῦ κλίνουσιν ἀμφότεροι τὰς κεφαλάς·

 

Ὁ διάκονος:

 

Τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ ἱερεὺς λέγει μυστικῶς τὴν εὐχὴν τῆς Εἰσόδου:

 

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν, εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁ διάκονος πρὸς τὸν ἱερέα:

 

Εὐλόγησον Δέσποτα τὴν ἁγίαν εἴσοδον.

 

Ὁ ἱερεὺς σφραγίζει τὰς ἁγίας θύρας λέγων:

 

Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, Κύριε, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Εἶτα ὁ διάκονος ἀπέρχεται πρὸς τὸν ἱερέα καὶ ἀσπάζεται τὸ Εὐαγγέλιον, εἰ πάρεστιν· εἰ δὲ μή, ἀσπάζεται τοῦτο ὁ ἱερεύς. Πληρωθέντος δὲ τοῦ τελευταίου τροπαρίου, ὁ διάκονος στὰς ἐν τῷ μέσῳ τοῦ ναοῦ, ἔμπροσθεν τοῦ ἱερέως, λέγει ἐκφώνως:

 

Σοφία· Ὀρθοί.

 

Ὁ ἱερεὺς καὶ ὁ διάκονος εἰσέρχονται διὰ τῆς ὡραίας πύλης εἰς τὸ Ἱερόν. Ὁ διάκονος ἀποτίθησιν ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ ἱερὸν Εὐαγγέλιον. Ὁ λαὸς ψάλλει τὸ εἰσοδικόν:

 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. 

 

Ὁ λαός:

 

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα.

 

Οἱ μὲν ἱερεῖς ψάλλουσι τὸ τῆς ἡμέρας πρῶτον Ἀπολυτίκιον, ὁ δὲ χορὸς τὰ λοιπὰ Ἀπολυτίκια. Εἶτα τὸ Κοντάκιον τῆς Ἐκκλησιαστικῆς περιόδου.[1]

 

Ὁ διάκονος:

 

Τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ ἱερεύς:

 

τι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί.

 

Ὁ διάκονος:

 

Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Καὶ ψάλλει τὸν τρισάγιον ὕμνον:

 

γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς). Ὁ β΄ χορός: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ὁ α΄ χορός: Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Ὁ β΄ χορός: Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Ὁ διάκονος: Δύναμις. Ὁ α΄ χορός: Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.[2]

 

Ὁ ἱερεὺς μυστικῶς τὴν εὐχὴν τοῦ Τρισαγίου:

 

Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.

 

(ἐκφώνως:)  τι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Εἶτα ὁ ἱερεὺς καὶ ὁ διάκονος λέγουσιν ἐναλλὰξ τὸν Τρισάγιον ὕμνον, ποιοῦντες ὁμοῦ τρία προσκυνήματα μετὰ σταυρῶν ἔμπροσθεν τῆς ἁγίας Τραπέζης. Μετὰ ταῦτα ὁ διάκονος πρὸς τὸν ἱερέα:

 

Κέλευσον, Δέσποτα.

 

Ἀπέρχονται εἰς τὴν καθέδραν, ἢ τὴν Πρόθεσιν, τοῦ ἱερέως λέγοντος:

 

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.[3]

 

Καὶ ἐπανερχομένων, ὁ διάκονος:

 

Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.

 

Ὁ ἱερεύς:

 

Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετὰ τὴν συμπλήρωσιν τοῦ Τρισαγίου ὁ διάκονος, ἐλθὼν ἔμπροσθεν τῶν ἁγίων θυρῶν, λέγει:

 

Πρόσχωμεν.

 

Ὁ ἀναγνώστης ἐκφωνεῖ τὸν στίχον τοῦ Προκειμένου καὶ τὴν ἐπιγραφὴν τοῦ ἀποστολικοῦ ἀναγνώσματος.

 

Ὁ διάκονος:

 

Σοφία. Πρόσχωμεν.

 

Καὶ ὁ ἀναγνώστης ἀναγινώσκει τὴν οἰκείαν περικοπὴν ἐκ τοῦ Ἀποστόλου, τοῦ ὁποίου πληρωθέντος λέγει ὁ ἱερεύς:

 

Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

 

Λαός:

 

λληλούϊα (τρίς).

 

Ἀναγινωσκομένου δὲ τοῦ Ἀποστόλου, ὁ μὲν Διάκονος θυμιᾷ κύκλῳ τὴν ἁγίαν Τράπεζαν, τὰς Δεσποτικὰς εἰκόνας καὶ τὸν λαόν, ἐκ τῶν ὡραίων Πυλῶν, ἢ τὸν Ἀρχιερέα, ὁ δὲ ἱερεὺς ἀναγινώσκει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης ταύτην τὴν εὐχήν:

 

λλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε, Δέσποτα, τὸ τῆς Σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν Σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων Σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν Σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁ δὲ Διάκονος μετὰ τὸ θυμίαμα, λαβὼν τὸ ἅγιον Εὐαγγέλιον καὶ προσελθὼν τῷ ἱερεῖ καὶ τὴν κεφαλὴν ὑποκλίνας, λέγει:

 

Εὐλόγησον, δέσποτα, τὸν εὐαγγελιστὴν τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (Ματθαίου ἢ Μάρκου ἢ Λουκᾶ ἢ Ἰωάννου).

 

Ὁ δὲ ἱερεὺς σφραγίζων αὐτόν, λέγει:

 

Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (δεῖνος) δῴη σοι ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ Εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ Αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.

 

Ὁ διάκονος:

 

μήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

 

Εἶτα λαβὼν ἐκ τῶν χειρῶν τοῦ ἱερέως τὸ ἅγιον Εὐαγγέλιον καὶ προσκυνήσας μετ' εὐλαβείας, αἴρει αὐτὸ καί, προπορευομένων λαμπάδων, ἀπέρχεται εἰς τὸν Ἄμβωνα, ἐνῷ ὁ ἱερεύς, μετὰ τὴν ἀνάγνωσιν τοῦ Ἀποστόλου, ἀπὸ τῆς πύλης τοῦ ἱεροῦ Βήματος ἐκφωνεῖ:

 

Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

 

Ὁ λαός:

 

Καὶ τῷ πνεύματί σου.

 

Ὁ διάκονος:

 

κ τοῦ κατὰ (δεῖνα) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

 

Ὁ ἱερεύς:

 

Πρόσχωμεν.

 

Ὁ λαός:

 

Δόξα Σοι, Κύριε, δόξα Σοι.

 

Καὶ ἀναγινώσκει ὁ διάκονος τὴν τεταγμένην περικοπὴν τοῦ ἁγίου Εὐαγγελίου, μεθ' ὃ ἱερεὺς λέγει:

 

Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ

 

ὁ δὲ λαὸς ψάλλει ἀργῶς:

 

Δόξα Σοι, Κύριε, δόξα Σοι.

 

Ἀκολουθεῖ ἡ ἑρμηνεία τῆς ἀναγνωσθείσης Εὐαγγελικῆς ἢ Ἀποστολικῆς περικοπῆς.

 


 

Σημειώσεις

[1] Σημ. Καρμίρη: (...) 1) τὸ ἀναστάσιμον ἀπολυτίκιον, εἴ ἐστι Κυριακή, τοῦ τυχόντος ἤχου, 2) τὸ ἀπολυτίκιον τροπάριον τοῦ τῆς ἡμέρας ἑορταζομένου τυχὸν Ἁγίου, 3) τὸ ἀπολυτίκιον τροπάριον τοῦ Ἁγίου τοῦ ναοῦ, 4) τὸ συνηθέστερον Θεοτοκίον κοντάκιον: Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε. Τῷ δὲ Σαββάτῳ ψάλλεται τό: Ὡς ἀπαρχὰς τῆς φύσεως τῷ φυτουργῷ τῆς κτίσεως. Εἰ δέ εἰσι προεόρτια ἢ μεθεόρτια Δεσποτικῆς ἢ Θεομητορικῆς ἑορτῆς, ψάλλεται τὸ τῆς ἑορτῆς. Ἐὰν δὲ ᾖ περίοδος Τριῳδίου ἢ Πεντηκοσταρίου, ψάλλεται τὸ κοντάκιον τῆς τυχούσης Κυριακῆς. Ἀπὸ δὲ τῆς Κυριακῆς τοῦ Πάσχα μέχρι τῆς ἀποδόσεως κατὰ πᾶσαν Κυριακὴν ψάλλεται τὸ κοντάκιον τοῦ Πάσχα: Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε.

[2] Σημ. Καρμίρη: Ἐὰν λειτουργῇ Ἀρχιερεύς, ἀκολουθεῖται ἡ ἑπόμενη τάξις. Οἱ χοροὶ ψάλλουσιν ἐναλλὰξ τὸ Ἅγιος ὁ Θεὸς δίς, εἶτα ψάλλεται τὸ τρίτον ὑπὸ τοῦ ἔνδον τοῦ Βήματος ἱεροῦ Κλήρου, τὸ τέταρτον ὑπὸ τοῦ α΄ χοροῦ, τὸ πέμπτον αὖθις ὑπὸ τοῦ ἱεροῦ Κλήρου, εἶτα ὑπὸ τῶν χορῶν τὸ Δόξα καὶ νῦν καὶ τὸ Ἅγιος ἀθάνατος. Ἀκολούθως ὁ μὲν ἱερὸς Κλῆρος ψάλλει ἐκ τοῦ Βήματος ἀργῶς τὸ Ἅγιος ὁ Θεός, εἰς στάσεις τέσσαρας, ὁ δὲ Ἀρχιερεὺς ἐξερχόμενος εἰς τὸν Σωλέαν εὐλογεῖ τὸν λαὸν διὰ τῶν δικηροτρικήρων, ἀναπέμπων τὴν ἑξῆς δέησιν: Κύριε, Κύριε ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά Σου. Οἱ χοροί: Εἰς πολλὰ ἔτη Δέσποτα. Εἶτα ὁ Διάκονος: Δύναμις, καὶ ὁ α΄ χορός: Ἅγιος ὁ Θεός· ὁ Διάκονος καὶ ὁ Ἀρχιερεύς: Κύριε σῶσον τοὺς εὐσεβεῖς, ἐπαναλαμβανόμενον ὑπὸ τῶν δύο χορῶν· ὁ Διάκονος: Κύριες σῶσον τοὺς εὐσεβεῖς, ἐπαναλαμβανόμενον ὑπὸ τοῦ α΄ χοροῦ· ὁ Διάκονος καὶ ὁ Ἀρχιερεύς: Καὶ ἐπάκουσον ἡμῶν. Τέλος ψάλλεται ἡ φήμη τοῦ τελεταρχοῦντος Ἀρχιερέως ὑπὸ τῶν ἐν τῷ Βήματι Κληρικῶν καὶ τῶν δύο χορῶν.

[3] Ψαλ. 117.26.

 

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Αρχική σελίδα  |  Επόμενη σελίδα 

 

MYRIOBIBLOS HOME  |  TOP OF PAGE