Home Page

On Line Library of the Church of Greece


Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΕΙΡΗΝΙΚΑ ΚΑΙ ΑΝΤΙΦΩΝΑ

 ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΠΟΛΥΤΟΝΙΚΑ - TO READ POLYTONIC GREEK

 

Λειτουργοῦντος ἑνὸς ἱερέως μετὰ διακόνου, ἢ καὶ χοροστατοῦντος ἀρχιερέως, ὁ διάκονος ἐξέρχεται ἐκ τοῦ ἱεροῦ Βήματος, καὶ λαβὼν εὐλογίαν παρὰ τοῦ ἱερέως, ἢ παρὰ τοῦ ἀρχιερέως (ἐὰν χοροστατῇ τοιοῦτος), καὶ προσκυνήσας τρίς, λέγει:

 

Εὐλόγησον, δέσποτα.

 

Ὁ ἱερεύς (ἐκφώνως, ὑψῶν ἅμα τὸ Εὐαγγέλιον καὶ ποιῶν τύπον σταυροῦ):

 

Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Ὁ διάκονος (εἰ δὲ οὐκ ἔστι διάκονος συλλειτουργῶν, ἅπαντα τὰ τοῦ διακόνου, πλὴν τοῦ Εὐλόγησον Δέσποτα, ἐκφωνεῖ ἔσωθεν τοῦ Βήματος ὁ ἱερεύς):

 

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦ φιλοχρίστου στρατοῦ τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ τοῦ συμπολεμῆσαι καὶ ὑποτάξαι ὑπὸ τὸ κράτος αὐτῶν, πάντα ἐχθρὸν καὶ πολέμιον, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ τῆς πόλεως (ἢ τῆς ἁγίας Μονῆς, ἢ τῆς χώρας, ἢ τῆς νήσου) ταύτης, πάσης πόλεως χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

πὲρ τοῦ ρυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

 

Ὁ λαός:

 

περαγία Θεοτόκε, σῶσον ἡμᾶς - Σοὶ Κύριε.

 

Τῶν ἀνωτέρω ὑπὸ τοῦ διακόνου ἐκφωνουμένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν τοῦ α΄ Ἀντιφώνου:

 

Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος· οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον, καὶ ποίησον μεθ' ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου.

 

(Ἐκφώνως:) τι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Καὶ ψάλλει τὸ πρῶτον ἀντίφωνον, συνοδευόμενον ἀπὸ τὸ ἐφύμνιον:[1]

 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς (τρίς).

 

Ὁ διάκονος:

 

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

 

Ὁ λαός:

 

Κύριε ἐλέησον.

 

Ὁ διάκονος:

 

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

 

Ὁ λαός:

 

περαγία Θεοτόκε, σῶσον ἡμᾶς - Σοὶ Κύριε.

 

Τῆς ἀνωτέρω Συναπτῆς ὑπὸ τοῦ διακόνου ἐκφωνουμένης, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν τοῦ β΄ Ἀντιφώνου:

 

Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.

 

(Ἐκφώνως:)  τι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Καὶ ψάλλει τὸ δεύτερον ἀντίφωνον, συνοδευόμενον ἀπὸ τὸ ἐφύμνιον:

 

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς Σοι ἀλληλούϊα (τρίς).

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ὁ διάκονος:

 

τι καὶ ἔτι...

 

Ὁ λαός:

 

μήν.

 

Ὁ διάκονος:

 

ντιλαβοῦ, σῶσον...

 

Ὁ λαός:

 

μήν.

 

Ὁ διάκονος:

 

Τῆς Παναγίας ἀχράντου...

 

Ὁ λαός:

 

μήν.

 

Τῆς ἀνωτέρω Συναπτῆς ἐκφωνουμένης, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν τοῦ γ' Ἀντιφώνου:

 

τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισί, συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου, τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος· Αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.

 

(Ἐκφώνως:)  τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:

 

μήν.

 

Καὶ ψάλλει τὸ τρίτον ἀντίφωνον, συνοδευόμενον ἀπὸ τὸ ἐφύμνιον:

 

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα.

 


Σημειώσεις

[1] Σημ. Καρμίρη: Εἰ μέν ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ μεθέορτα ἢ ἀπόδοσις αὐτῶν, ψάλλονται τὰ Ἀντίφωνα τῆς ἑορτῆς· εἰ δὲ μή, τὰ Τυπικά· ὧν ψαλλομένων, ὁ Διάκονος προσκυνήσας μεθίσταται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἀπελθὼν ἵσταται ἐνώπιον τῆς εἰκόνος τῆς Θεοτόκου, βλέπων πρὸς τὴν εἰκόνα τοῦ Χριστοῦ καὶ κρατῶν τὸ Ὀράριον διὰ τῶν τριῶν δακτύλων τῆς δεξιᾶς χειρός.

 

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Αρχική σελίδα  |  Επόμενη σελίδα

MYRIOBIBLOS HOME  |  TOP OF PAGE