Home Page

On Line Library of the Church of Greece


Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΑΠΟΛΥΣΗ 

 ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΠΟΛΥΤΟΝΙΚΑ - TO READ POLYTONIC GREEK

 

Ὁ ἱερεύς:  

ν εἰρήνῃ προέλθωμεν.

 

Ὁ λαός:  

ν ὀνόματι Κυρίου.

 

Ὁ διάκονος:  

Τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:  

Κύριε ἐλέησον (τρίς). Εὐλόγησον.

 

Ὁ ἱερεύς, ἔμπροσθεν τῆς εἰκόνος τοῦ Χριστοῦ, ἀναγινώσκει τὴν ὀπισθάμβωνον εὐχήν:

 

εὐλογῶν τοὺς εὐλογοῦντάς Σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ Σοὶ πεποιθότας, σῶσον τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας Σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου Σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ Σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ Σέ. Εἰρήνην τῷ κόσμῳ Σου δώρησαι, ταῖς Ἐκκλησίαις Σου, τοῖς Ἱερεῦσι, τοῖς Βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ Σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον, ἐκ Σοῦ τοῦ Πατρὸς τῶν φώτων. Καὶ Σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.[1]

 

Ὁ λαός:  

μήν.

 

Καὶ ψάλλει ἐκ τρίτου:  

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

 

Ὁ δὲ ἱερεὺς μεταβαίνων εἰς τὴν ἁγίαν Πρόθεσιν λέγει τὴν εὐχήν:  

Τὸ πλήρωμα τοῦ νόμου καὶ τῶν Προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁ διάκονος:  

Τοῦ Κυρίου δεηθῶμεν.

 

Ὁ λαός:  

Κύριε ἐλέησον.

 

Ὁ ἱερεύς:  

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ λαός:  

μήν.

 

Ὁ ἱερεύς:  

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

 

Ὁ ἀναγνώστης:  

Δόξα Πατρί. Καὶ νῦν. Κύριε ἐλέησον (γ). Δέσποτα ἅγιε, εὐλόγησον.

 

Καὶ ὁ ἱερεὺς ποιεῖ ἀπόλυσιν· καὶ εἴ ἐστι Κυριακή, λέγει:  

ἀναστὰς ἐκ νεκρῶν (εἰ δὲ μή, ἁπλῶς:) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.[2]

 

Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

Ὁ λαός:  

μήν. Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.

 

Ὁ ἱερεὺς εὐλογῶν τὸν λαὸν λέγει: 

Φυλάξαι Κύριος ὁ Θεὸς πάντας ὑμᾶς τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Εἶτα διανέμει τὸ ἀντίδωρον λέγων:  

Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐπὶ σέ.

 

Εἰς δὲ τὸν τελευταίως λαβόντα ἐπιλέγει:  

Τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ἐν τούτοις ὁ μὲν διάκονος ἀπελθὼν εἰς τὴν Πρόθεσιν συστέλλει τὰ Ἅγια μετὰ φόβου καὶ πάσης ἀσφαλείας, ὥστε μηδέν τι τῶν ἄγαν λεπτοτάτων ἐκπεσεῖν ἢ καταλειφθῆναι, καὶ ἀπονίπτεται τὰς χεῖρας ἐν τῷ χωνευτηρίῳ, λέγων καθ' ἑαυτὸν τὸν λγ΄ Ψαλμόν· ὁ δὲ Ἱερεὺς μετὰ τὴν διανομὴν τοῦ ἁγίου Ἀντιδώρου εἰσελθὼν εἰς τὸ ἅγιον Βῆμα ἀναγινώσκει τὴν Εὐχαριστίαν μετὰ τὴν θείαν Μετάληψιν, καὶ τέλος, ἐκδυθεὶς τὴν ἱερατικὴν στολὴν καὶ ἀσπασάμενος τὴν ἁγίαν Τράπεζαν, ἀπέρχεται τοῦ ἱεροῦ Ναοῦ.

 


Σημειώσεις

[1] Σημ. ἱερομ. Γρηγορίου: Στοὺς πρώτους αἰῶνες ἡ θεία Λειτουργία τελείωνε μὲ τὴν προτροπὴ τοῦ διακόνου Ἐν εἰρήνῃ προέλθωμεν. Ἡ φράση αὐτὴ σήμαινε τὸ τέλος τῆς εὐχαριστιακῆς Συνάξεως καὶ τὴν ἀπόλυση τῶν πιστῶν. Ἡ εὐχὴ ποὺ λέει τώρα ὁ λειτουργὸς προστέθηκε στὴ θεία Λειτουργία γύρω στὸν 7ο αἰώνα καὶ ὀνομάζεται ὀπισθάμβωνος γιατὶ ἀρχικὰ τὴν ἔλεγε στὸ μέσον τοῦ Ναοῦ πίσω ἀπὸ τὸν ἄμβωνα. Ἤδη ὅμως ὁ ἅγιος Συμεὼν Θεσσαλονίκης γράφει ὅτι ὁ ἱερεὺς "τὴν ὀπισθάμβωνον εὐχὴν ὑπὲρ τοῦ λαοῦ ἔξωθεν τοῦ ἱεροῦ βήματος, εἰς ἐπήκοον ἐκφωνεῖ" (Μ[igne]  155, 301c). Στὸ Ἅγιο Ὄρος σήμερα, ὁ λειτουργὸς ἀρχίζει τὴν εὐχὴ μέσα στὸ ἅγιο Βῆμα καὶ λέγοντας τὴ φράση Σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, βγαίνει ἀπὸ τὸ ἅγιο Βῆμα, εὐλογεῖ τὸ λαὸ καὶ συνεχίζει τὴν εὐχὴ μπροστὰ στὴν εἰκόνα τοῦ Χριστοῦ.

[2] Σημ. Καρμίρη: Εἴ ἐστιν Ἀρχιερεὺς χοροστατῶν, οὗτος μὲν εὐλογεῖ τὸν λαὸν διὰ τοῦ τιμίου Σταυροῦ, οἱ δὲ χοροὶ ἀμφότεροι ψάλλουσιν ὁμοῦ: Τὸν Δεσπότην καὶ Ἀρχιερέα ἡμῶν, Κύριε, φύλαττε· εἰς πολλὰ ἔτη Δέσποτα (τρίς). Εἰ οὐκ ἔστιν Ἀρχιερεύς, ὁ Ἱερεὺς εὐλογῶν τὸν λαὸν λέγει: Ἡ Ἁγία Τριὰς διαφυλάξαι πάντας ὑμᾶς. Καὶ ὁ λαὸς ἀντεπεύχεται αὐτῷ λέγων: Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.

 

 

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Αρχική σελίδα 

 

 Myriobiblos Etext Library

MYRIOBIBLOS HOME  |  TOP OF PAGE