The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

8

 

1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν· 2 ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3 ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ 4 λέγουσιν αὐτῷ· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπ' αὐτοφώρῳ μοιχευομένη· 5 ἐν δὲ τῷ νόμῳ ἡμῶν Μωϋσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν. 6 σὺ οὖν τί λέγεις; τοῦτο δὲ εἶπον ἐκπειράζοντες αὐτόν, ἵνα σχῶσι κατηγορίαν κατ' αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν. 7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνέκυψε καὶ εἶπεν αὐτοῖς· Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος βαλέτω λίθον ἐπ' αὐτὴν. 8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9 οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ' εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, καὶ κατελείφθη ὁ Ἰησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. 10 ἀνακύψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Γύναι, ποῦ εἰσιν; οὐδείς σε κατέκρινεν; 11 ἡ δὲ εἶπεν· Οὐδείς, Κύριε. εἶπε δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου καὶ ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.  

μοίως ὁ ἐπίσκοπος συντηρείτω͵ καθὸ δύναται͵ τοὺς μὴ ἡμαρτηκότας ἀναμαρτήτους μεῖναι͵ καὶ τοὺς ἀπὸ ἁμαρτιῶν ἐπιστρέφοντας θεραπεύων δεχέσθω. Ἐὰν δὲ μετεγνωκότα ἀνηλεὴς ὢν μὴ προσδέξηται͵ ἁμαρτήσει εἰς Κύριον τὸν Θεὸν αὐτοῦ͵ δικαιῶν ἑαυτὸν ὑπὲρ τὴν ἐκείνου δικαιοσύνην καὶ μὴ προσλαμβανόμενος ὃν προσεδέξατο διὰ Χριστοῦ͵ δι΄ ὃν ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις ὡς ἄνθρωπον͵ δι΄ ὃν εὐδόκησεν ἐκ γυναικὸς αὐτὸν γεννηθῆναι τὸν ποιητὴν ἀνδρὸς καὶ γυναικός· οὗ χάριν͵ μὴ φεισάμενος σταυρῷ καὶ θανάτῳ καὶ ταφῇ͵ συνεχώρησεν παθεῖν τὸν τῇ φύσει ἀπαθῆ͵ τὸν Υἱὸν τὸν ἀγαπητόν͵ τὸν Θεὸν Λόγον͵ τὸν τῆς μεγάλης αὐτοῦ βουλῆς ἄγγελον͵ ὅπως τοὺς ὑποκειμένους θανάτῳ ῥύσηται τοῦ θανάτου. Τοῦτον παροργίζουσιν οἱ μὴ προσδεχόμενοι τοὺς μετανοοῦντας. Οὗτος γὰρ Ματθαῖον ἐμὲ τελώνην ὄντα τὸ πρότερον οὐκ ἐπῃσχύνθη· καὶ Πέτρον͵ ἀρνησάμενον αὐτὸν διὰ δέος τρίτον καὶ διὰ μετανοίας ἐξιλεωσάμενον καὶ προσκλαύσαντα πικρῶς͵ προσήκατο καὶ ποιμένα τῶν ἰδίων ἀρνίων κατέστησεν· καὶ Παῦλον δὲ τὸν συναπόστολον ἡμῶν͵ πολλὰ τὸ πρότερον εἰς ἡμᾶς ἐντριψάμενον κακὰ καὶ βλασφημήσαντα εἰς τὸ ὄνομα τὸ ἅγιον͵ ἀπόστολον ἀντὶ διώκτου προεχειρίσατο͵ σκεῦος αὐτὸν ἐκλογῆς ἀναδείξας. [1] 

12 Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. 13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. 14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. 15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. 16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με πατήρ. 17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. 18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. 19 ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ᾔδειτε ἂν. 

Καὶ πρῶτον μὲν ἑαυτὸν τέθεικεν· Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ. Δείκνυσιν ἐνταῦθα τό τε ὁμότιμον͵ καὶ ὅτι οὐδὲν ὠφελοῦνται͵ τὸν Θεὸν λέγοντες εἰδέναι Πατέρα͵ αὐτὸν οὐκ εἰδότες. Καὶ τοῦτο αἴτιον εἶναί φησι͵ τὸ αὐτὸν μὴ θέλειν εἰδέναι. Λέγει οὖν ὅτι οὐ δυνατὸν εἰδέναι τὸν Πατέρα αὐτοῦ χωρίς͵ ἵνα κἂν οὕτως αὐτοὺς ἐπισπάσηται εἰς τὴν αὐτοῦ γνῶσιν. Ἐπειδὴ γὰρ ἀφιέντες αὐτόν͵ ἀεὶ τὸν Πατέρα ἐζήτουν μαθεῖν͵ λέγει· Οὐ δύνασθε εἰδέναι τὸν Πατέρα χωρὶς ἐμοῦ. Ὥστε οἱ τὸν Υἱὸν βλασφημοῦντες͵ οὐκ αὐτὸν βλασφημοῦσι μόνον͵ ἀλλὰ καὶ τὸν γεγεννηκότα. [2] 

20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ, [3] καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. [4] 21 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. [5] 22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; [6]  

Οἱ γὰρ ὅλως οὐ παραδεξάμενοι τὸν ὡς ἡμᾶς ἀφιγμένον ἐξ οὐρανῶν͵ ἵνα πάντας δικαιώσῃ διὰ τῆς πίστεως͵ πῶς οὐκ ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις ἀναμφιλόγως τεθνήξονται, καὶ τὸν καθαίρειν εἰδότα μὴ προσηκάμενοι͵ πῶς οὐ διηνεκῆ τὸν ἐκ τῆς ἑαυτῶν δυσσεβείας ἕξουσι μολυσμόν; τὸ δὲ τεθνάναι μὴ λελυτρωμένον͵ ἀλλ΄ ἔτι τῷ τῆς ἁμαρτίας κατηχθισμένον βάρει͵ ὅποι παραπέμψει τὴν τοῦ ἀνθρώπου ψυχήν͵ τίνι τῶν ὄντων ἀμφίβολον; ᾅδης γάρ͵ οἶμαι͵ τὸν τοιοῦτον ὁ βαθὺς ἐκδέξεται͵ καὶ ἐν σκότει διατελέσει μακρῷ͵ ἀλλὰ καὶ πῦρ οἰκήσει καὶ φλόγας͵ ἐκείνοις εἰκότως ἐναριθμούμενος͵ περὶ ὧν εἴρηταί που διὰ τῆς τοῦ προφήτου φωνῆς Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει͵ καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται͵ καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. ὧν ἵνα τὴν πεῖραν ἀποκερδάνωσιν͵ εἰς ταχεῖαν αὐτοὺς ἀποστροφὴν τῆς συνήθους ἀπειθείας πολυτρόπως ἐκάλει Χριστός͵ οὐχ ἁπλῶς ὡς ἀποδραμεῖται καὶ ἀποφοιτήσει λέγων͵ ἀλλὰ καὶ ὅσην ἐντεῦθεν ὑπομένουσι συμφορὰν ἀναγκαίως προτιθείς. [7] 

23 καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· [8] ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.  

Ὅταν λέγῃ Χριστός Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου͵ οὐχὶ πάντως ὡς ὑπάρχων ἐξ ἑτέρου κόσμου τὰ τοιαῦτά φησιν͵ ἀλλ΄ ὥσπερ δύο τινὰς τόπους σωματικώτερον ὁρίζων καὶ τιθεὶς͵ τῆς γενητῆς φύσεώς φημι καὶ τῆς ἀῤῥήτου καὶ ἐπάνω πάσης οὐσίας ἀνθρώπου͵ μένοντας Ἰουδαίους ἐν τῷ τῶν γενητῶν τόπῳ τίθησι λέγων Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ. [9] 

24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 25 ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ὅ,τι καὶ λαλῶ ὑμῖν. 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ' ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ' αὐτοῦ, ταῦτα λέγω εἰς τὸν κόσμον. 27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.  

Καταπλήττεται πάλιν τὴν τῶν Ἰουδαίων ἀναισθησίαν ὁ πνευματοφόρος͵ καὶ μάλα εἰκότως· τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀνοητότερον͵ οἵ γε καὶ μακροῦ πολλάκις πρὸς αὐτοὺς γεγονότος λόγου περὶ τοῦ Θεοῦ καὶ Πατρός͵ οὐδὲν ἐννοοῦσι περὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν ἀκροώμενοι λέγοντος Ἀλλ΄ ὁ πέμψας με ἀληθής ἐστι. τίς οὖν ἡ πρόφασις καὶ διὰ ποίαν αἰτίαν ὁ μακάριος Εὐαγγελιστὴς οὐκ ἐγνωκέναι φησὶν Ἰουδαίους ὅτι τὸν Θεὸν αὐτοῖς καὶ Πατέρα διὰ τούτων ἐσήμανεν ὁ Χριστός͵ ἀναγκαῖον εἰπεῖν. ἐπειδὴ γὰρ ἔφη πρὸς αὐτοὺς ὁ Σωτήρ Εἰ ἐμὲ ᾔδειτε καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε͵ ἵνα κἀν τούτῳ πάλιν ἀληθῆ λέγων εὑρίσκηται͵ τοὺς ἀγνοήσαντας τὸν Υἱὸν ἀγνοοῦντας εἰσφέρει καὶ τὸν Πατέρα. θύρα γὰρ ὥσπερ καὶ πύλη τις ἐστὶ τῆς εἰς τὸν Πατέρα γνώσεως ὁ Υἱός· διὰ τοῦτο καὶ ἔλεγεν Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι΄ ἐμοῦ. ὡς γὰρ ἐξ εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον ἀνατρέχων ὁ νοῦς ἐκ τοῦ παρεμπίπτοντος ἐκεῖνο φαντάζεται. ἦν οὖν ἀναγκαῖον ἐπιδεῖξαι τοὺς Ἰουδαίους οὐδὲν ἐννοοῦντας περὶ Πατρός͵ ἐπείπερ οὐκ ἠθέλησαν ἀναγώγως ἀπὸ τῆς γνώσεως τῆς τοῦ Υἱοῦ πρὸς τὴν ἐκείνου χειραγωγεῖσθαι κατάληψιν. διὰ τοῦτο γοργῶς ὁ Εὐαγγελιστὴς μονονουχὶ καὶ ἐπισημαίνεται͵ ὅτι λέγοντος τοῦ Χριστοῦ Ὁ πέμψας με ἀληθής ἐστιν͵ οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν. [10] 

28 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατὴρ μου, ταῦτα λαλῶ. [11] 29 καὶ ὁ πέμψας με μετ' ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ πατὴρ, [12] ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. [13] 

Ὅταν οὖν ὑψώσητέ φησι τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. ἀντὶ τοῦ Περιμενῶ τῆς ὑμῶν δυσσεβείας τὸ τέλος͵ οὐκ ἐποίσω δὲ πρόωρον ὑμῖν τὴν ὀργήν͵ ἐκδέξομαι τὸ παθεῖν καὶ τὸν θάνατον͵ ὑπομενῶ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο· ἀλλ΄ ὅτε σταυρῷ παραδῶτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἄνθρωπον γυμνὸν νομισθέντα παρ΄ ὑμῖν͵ τότε γνώσεσθε καὶ οὐχ ἑκόντες͵ φησίν͵ ὡς οὐ διέψευσμαι λέγων ὅτι ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. ὅταν γὰρ ἑαυτοὺς σκοτισθέντας βλέπητε͵ πεφωτισμένην δὲ τῶν ἐθνῶν τὴν ἀμέτρητον πληθὺν διὰ τὸ γενέσθαι με παρ΄ αὐτοῖς͵ πῶς οὐχὶ καὶ ἄκοντες συνερεῖτε λοιπὸν ὅτι φῶς εἰμι τοῦ κόσμου κατὰ ἀλήθειαν; ὅτι γὰρ ἔμελλεν τῆς Ἰουδαίων ἀποφοιτήσειν Συναγωγῆς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὁ Σωτήρ͵ οὐδενὶ μὲν ἀμφίβολον· πέπρακται γὰρ καὶ διήνυσται· πλήν ἐστί πως͵ μᾶλλον δὲ ἤδη σαφῶς καὶ ἐκ τῶν παρ΄ αὐτοῦ περιαθρῆσαι λόγων Ἕως γὰρ τὸ φῶς ἔχετε͵ περιπατεῖτε ἐν τῷ φωτὶ͵ ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ. ἡ γὰρ τοῦ φωτὸς συστολή τε καὶ ἀναχώρησις σκοτίας γένεσιν ποιεῖ͵ καὶ πάλιν ἡ τοῦ φωτὸς παρουσία σκοτίας ἀφανισμὸν ἐργάζεται. οὐκοῦν ἀποδείκνυται φῶς ὑπάρχων κατὰ ἀλήθειαν ὁ Χριστὸς͵ σκοτίσας μὲν Ἰουδαίους διὰ τῆς ἀπ΄ αὐτῶν ἀποστάσεως͵ καταφωτίσας δὲ τὰ ἔθνη διὰ τῆς εἰς αὐτὰ παρουσίας͵ καὶ πικρὸν μάθημα τοῖς Ἰουδαίοις ἡ τῶν δεινῶν γέγονε πεῖρα. [14] 

30 Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. 31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 33 ἀπεκρίθησαν αὐτῷ· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. 35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε.  

Τίνος ἐλευθερώσει͵ εἰπέ μοι; Ἁμαρτημάτων. Τί οὖν οἱ ἀλαζόνες ἐκεῖνοι; Σπέρμα Ἀβραάμ ἐσμεν͵ καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Κατέπεσεν εὐθέως αὐτῶν ἡ διάνοια· τοῦτο δὲ γέγονεν ἀπὸ τοῦ πρὸς τὰ κοσμικὰ ἐπτοῆσθαι. Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ͵ δηλοῦντος ἦν τὰ ἐν τῇ καρδίᾳ αὐτῶν͵ καὶ εἰδότος ὅτι ἐπίστευσαν μὲν͵ οὐκ ἔμειναν δέ. Καὶ μέγα ἐπαγγέλλεται͵ τὸ μαθητὰς αὐτοῦ ἐκείνους γενέσθαι. Ἐπειδὴ γάρ τινες ἀνεχώρησαν πρώην͵ αἰνιττόμενος αὐτούς φησιν͵ Ἐὰν μείνητε· ἐπεὶ κἀκεῖνοι ἤκουσαν καὶ ἐπίστευσαν͵ καὶ ἀνεχώρησαν͵ ἐπειδὴ οὐκ ἔμειναν. Πολλοὶ γὰρ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω͵ καὶ οὐκ ἔτι μετ΄ αὐτοῦ παῤῥησίᾳ περιεπάτουν. Γνώσεσθε τὴν ἀλήθειαν· τουτέστιν͵ Ἐμέ· Ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια”. [15] 

Εἰ οὖν ἡ φιλία ἐλευθεροῖ καὶ ἡ ἀλήθεια ἐλευθεροῖ καὶ ὁ σωτὴρ ἐλευθεροῖ͵ Χριστός ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία· ὅθεν καὶ πάντες οἱ ἔχοντες τὴν γνῶσιν τοῦ Χριστοῦ φίλοι ἀλλήλων εἰσίν. οὕτω καὶ τοὺς μαθητὰς φίλους εἴρηκεν ὁ σωτήρ͵ καὶ Ἰωάννης φίλος ἦν τοῦ νυμφίου͵ Μωσῆς καὶ πάντες οἱ ἅγιοι· καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶν φίλοι. [16] 

37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρὶ μου λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε. 39 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπον οὖν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν. 

ζητήσειε δ΄ ἄν τις εἰκότως͵ τί τὸ πεπεικὸς ἐπὶ τοῦ παρόντος τοὺς Ἰουδαίους οὐκέτι λέγειν Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν͵ ἢ ἕνα πατέρα ἔχομεν τὸν Ἁβραάμ͵ ἀλλ΄ εὐθὺς ἐπὶ τὸν ἕνα Θεὸν ἀναδραμεῖν. καί μοι δοκοῦσι τοιοῦτόν τι διεσκέφθαι καθ΄ ἑαυτούς. ἐπειδὴ γὰρ ὑποπλήττοντες τῇ λοιδορίᾳ τὸν Κύριον ὡς νενοθευμένης πρὸ γάμου τῆς μητρός͵ δύο πατέρας ἐπέγραφον αὐτῷ͵ ἀναγκαίως συνεργὸν ὥσπερ τινὰ τῆς ἐπὶ τούτῳ κακονοίας τὴν τοῦ ἑνὸς κλῆσιν ἐζήτουν λαβεῖν. δι΄ ὧν γὰρ αὐτοὺς ἕνα πατέρα τὸν Θεὸν ἔχειν διισχυρίζονται͵ διὰ τούτων αὐτῶν δύο τῷ Κυρίῳ πλαγίως ἐπονειδίζουσιν ἀντιπαριστάντες ὥσπερ τὸν ἕνα δυσίν. ἐνενόουν γὰρ ὅτι λέγοντες ἕνα πατέρα ἔχομεν τὸν Ἁβραάμ͵ πάντως ἂν ἠρνήσαντο τοὺς ἑτέρους͵ τὸν Ἰσαὰκ δὴ λέγω καὶ τὸν Ἰακὼβ καὶ τοὺς ἐξ ἐκείνου δυοκαίδεκα͵ ὅπερ εἰ δρῷεν͵ ἐδόκουν ἤδη καθ΄ ἑαυτῶν ἐξοπλίζεσθαι͵ μάχεσθαί τε τῷ ἰδίῳ θελήματι καὶ καυχήματι͵ τῆς τῶν πατέρων εὐγενείας τὸν Ἰσραὴλ ἀλλοτριοῦντες͵ συντρέχειν τε διὰ τούτου λοιπὸν ταῖς τοῦ Κυρίου φωναῖς. βλάβος τοιγαροῦν ἐκτρέχοντες τὸ ἐντεῦθεν αὐτοῖς ἀναφύεσθαι δοκοῦν͵ οὐκέτι μὲν λέγουσιν Ἕνα πατέρα ἔχομεν τὸν Ἁβραὰμ͵ ἐπιγράφουσι δὲ μᾶλλον ἑαυτοῖς ἕνα πατέρα τὸν Θεὸν͵ ταῖς εἰς λοιδορίας σφαλερωτάταις ἡδοναῖς καταθελγόμενοι μόναις͵ ἵνα καὶ μείζοσι περιπταίωσι ταῖς αἰτίαις͵ δυσσεβείας μὲν ἁπάσης ὄντες ἐργάται͵ ἐν πατρὸς δὲ τάξει λαβεῖν θαρσήσαντες τὸν ἁπάσης δυσσεβείας ἐχθρόν. [17] 

42 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλε. [18] 43 διατί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. [19] 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ.  

πᾶν γὰρ τὸ παρὰ τὴν ἀλήθειαν λεγόμενον ψεῦδός ἐστι πάντως καὶ οὐκ ἀλήθεια. Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ΄ αὐτῆς ἐκτίθεται τῆς ἀληθείας͵ εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί͵ ὡς ἀντὶ μὲν τοῦ Πατρὸς κτίστην αὐτὸν καὶ δημιουργὸν τοῦ Υἱοῦ ὀνομάζειν͵ ἀντὶ δὲ τοῦ Υἱοῦ ἔργον καὶ κτίσμα καὶ ποίημα͵ ἀντὶ δὲ τοῦ Ἁγίου Πνεύματος κτίσμα κτίσματος καὶ ἔργον ἔργου καὶ πάντα ὅσα τοῖς θεομάχοις περὶ αὐτοῦ λέγειν δοκεῖ͵ πάντα τὰ τοιαῦτα ἄρνησιν τῆς ἀποκαλυφθείσης ἡμῖν ἐν τῷ δόγματι τούτῳ θεότητος καὶ παράβασιν ὀνομάζομεν. ἅπαξ γὰρ μεμαθήκαμεν παρὰ τοῦ Κυρίου͵ πρὸς ὃ βλέπειν χρὴ τῇ διανοίᾳ͵ δι΄ οὗ γίνεται ἡ ἀπὸ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον τῆς φύσεως ἡμῶν μεταστοιχείωσις· τοῦτο δέ ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα. φοβερὸν οὖν εἶναί φαμεν καὶ ὀλέθριον παραλογίσασθαι μὲν τὰς θείας ταύτας φωνάς͵ ἀντεπινοεῖν δὲ τὰς ἐπὶ ἀθετήσει τούτων παρευρισκομένας͵ ὥσπερ ἐπιδιορθουμένους τὸν Θεὸν Λόγον τὸν νομοθετήσαντα ταύτας τὰς φωνὰς ἡμῖν ἐπὶ τῆς πίστεως ἔχειν. ἑκάστη γὰρ τῶν κλήσεων τούτων διὰ τῆς προσφυοῦς σημασίας νοουμένη κανὼν ἀληθείας καὶ νόμος εὐσεβείας τοῖς Χριστιανοῖς γίνεται. [20] 

45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ δὲ ἀλήθειαν λέγω, διατί ὑμεῖς οὐ πιστεύετέ μοι; 47 ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ. 

εἴπερ ὅσοι ἔλαβον τὸ Φῶς τὸ ἀληθινόν͵ ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον͵ οὐ τῷ εἶναι ἐκ τοῦ Θεοῦ εἰλήφασιν αὐτό (εἰ γὰρ τῷ εἶναι ἐκ τοῦ Θεοῦ εἰλήφεισαν αὐτό͵ οὐκ ἂν περὶ αὐτῶν ἀναγέγραπτο· Ὅσοι δὲ ἔλαβον αὐτόν͵ ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι͵ τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ)͵ δῆλον ὅτι οἱ μὴ ὄντες ἐκ τοῦ Θεοῦ͵ πρὶν μὲν λαβεῖν τὸ Φῶς τὸ ἀληθινόν͵ οὐδὲ ἐξουσίαν πως ἔχουσιν τοῦ τέκνα Θεοῦ γενέσθαι· ἐπὰν δὲ λάβωσιν αὐτό͵ τέκνα μὲν οὐδέπω γίνονται Θεοῦ͵ ἀλλ΄ ἐξουσίαν λαμβάνουσιν διὰ τοῦ εἰληφέναι τὸ Φῶς γενέσθαι τέκνα Θεοῦ. τότε γενόμενοι ἐκ τοῦ Θεοῦ καὶ τὰ ῥήματα ἀκούουσιν αὐτοῦ͵ οὐκέτι ἁπλούστερον πιστεύοντες μόνον ἀλλ΄ ἤδη καὶ διορατικώτερον κατανοοῦντες τὰ τῆς θεοσεβείας πράγματα. οἱ δὲ μὴ τοιοῦτοι φιλοτιμησάμενοι εἶναι, τέκνα μὲν οὐ γίνονται Θεοῦ͵ οὐδὲ ἐκ τοῦ Θεοῦ͵ καὶ διὰ τοῦτο οὐκ ἀκούουσιν τὰ ῥήματα αὐτοῦ οὐδὲ συνιᾶσιν τοῦ βουλήματος αὐτῶν· μένουσιν δὲ ἐν τῇ πρὸ τῶν τέκνων τοῦ Θεοῦ καταστάσει τῶν πεπιστευκότων μόνον͵ δοῦλοι Θεοῦ τῷ εἰληφέναι τὸ τῆς δουλείας εἰς φόβον πνεῦμα καὶ μὴ ἐσπουδακέναι προβῆναι καὶ προκόψαι ὥστε καὶ τὸ τῆς υἱοθεσίας χωρῆσαι͵ ἐν ᾧ κράζουσιν οἱ ἔχοντες αὐτό· Ἀββᾶ͵ ὁ πατήρ. [21] 

48 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; 49 ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.  

ζητεῖ ὁ Θεός͵ δοὺς ἡμῖν τὸν Υἱὸν ἑαυτοῦ͵ ἐν ἑκάστῳ τῶν εἰληφότων αὐτὸν τὴν δόξαν τοῦ Χριστοῦ· ἥντινα εὑρήσει μὲν ἐν τοῖς ἐπιμελουμένοις ἑαυτῶν καὶ ἐξεργαζομένοις τὰς ἐγκαταφυτευθείσας ἐπ΄ ἀρετῇ ἀφορμάς· οὐχ εὑρήσει δὲ ἐν τοῖς μὴ τοιούτοις͵ καὶ μὴ εὑρίσκων κρινεῖ ἐκείνους ἐν οἷς οὐχ εὑρίσκει τὴν δόξαν τοῦ Υἱοῦ ἑαυτοῦ͵ πρὸς οὓς ἐρεῖ· Διὰ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. [22] 

51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.  

Ὥσπερ ἐὰν ᾖ τις κεκτημένος πολλὴν περιουσίαν καὶ δούλους καὶ τέκνα͵ ἄλλην τροφὴν δίδωσι τοῖς δούλοις καὶ ἄλλην τοῖς ἰδίοις τέκνοις τοῖς ἐκ τοῦ σπέρματος γεγεννημένοις (ἐπειδὴ τὰ τέκνα κληρονομοῦσι τὸν πατέρα καὶ μετ΄ αὐτοῦ ἐσθίουσιν͵ ἀφωμοιωμένα τῷ πατρὶ αὐτῶν)͵  οὕτως καὶ ὁ Χριστὸς ὁ ἀληθινὸς δεσπότης πάντα αὐτὸς ἔκτισε καὶ τρέφει τοὺς πονηροὺς καὶ ἀχαρίστους͵ τὰ δὲ τέκνα͵ ἃ ἐγέννησεν ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ οἷς μετέδωκεν ἐκ τῆς χάριτος αὐτοῦ͵ ἐν οἷς ἐμορφώθη ὁ Κύριος͵ ἰδίαν ἀνάπαυσιν καὶ τροφὴν καὶ βρῶσιν καὶ πόσιν παρὰ τοὺς λοιποὺς ἀνθρώπους ἐκτρέφει καὶ δίδωσιν αὐτοῖς ἀναστρεφομένοις μετὰ τοῦ πατρὸς αὐτῶν Ἰησοῦ͵ ὥς φησιν ὁ Κύριος· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ͵ καὶ θάνατον οὐ μὴ θεωρήσῃ. οἱ γὰρ ἔχοντες τὴν ἀληθινὴν κληρονομίαν ὡς Υἱοὶ ἐκ Πατρὸς ἐπουρανίου γεγεννημένοι εἰσὶ καὶ εἰς τὸν οἶκον τοῦ Πατρὸς αὐτῶν διάγουσιν͵ ὥς φησιν ὁ Κύριος· ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ· ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα. εἴπερ οὖν καὶ ἡμεῖς βουλόμεθα ἐκ τοῦ Πατρὸς τοῦ ἐπουρανίου γεννηθῆναι͵ περισσόν τι παρὰ τοὺς λοιποὺς ἀνθρώπους ὀφείλομεν ποιεῖν͵ σπουδήν͵ ἀγῶνα͵ ζῆλον͵ ἀγάπην͵ πολιτείαν ἀγαθήν͵ ἐν πίστει καὶ φόβῳ εἶναι͵ ὡς βουλόμενοι τυχεῖν τηλικούτων ἀγαθῶν καὶ Θεὸν κληρονομῆσαι· Κύριος γὰρ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. καὶ οὕτως βλέπων ὁ Κύριος τὴν ἀγαθὴν προαίρεσιν καὶ τὴν ὑπομονὴν ποιεῖ τὸ ἔλεος αὐτοῦ͵ καὶ καθαρίσας ἡμᾶς ἀπὸ τοῦ ῥύπου τῆς ἁμαρτίας καὶ τοῦ πυρὸς τοῦ αἰωνίου τοῦ ὄντος ἐν ἡμῖν ἀξίους τῆς βασιλείας καθίστησιν ἡμᾶς. [23] 

52 εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα; 53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς; 54 ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστι· 55 καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν. καὶ ἐάν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν ψεύστης· ἀλλ' οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη. 57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 58 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. 59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως.

 

 


[1] Διαταγαὶ τῶν ἁγίων Ἀποστόλων, βιβλ. 2, κεφ. 24.

[2] Ἰωάννης Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.291.

[3] “τουτέστιν͵ εἰς αὐτοῦ τοῦ ναοῦ τὸ μεσαίτατον ἐν αὐτῷ τῷ ἱερῷ τοὺς περὶ τῶν τοιούτων ἐποιεῖτο λόγους”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 2.

[4] “Ἀπολογεῖται χρησίμως ὑπὲρ τοῦ σωτηρίου πάθους ὁ σοφώτατος Εὐαγγελιστὴς καὶ τὸν ἐπὶ τῷ σταυρῷ γεγονότα θάνατον οὐκ ἐξ ἀνθρωπίνης ἀνάγκης͵ ἤγουν ἐξ ἑτέρας πλεονεξίας ἀβουλήτως ἐπιδεικνύει τὸν θάνατον τὸν Ἰησοῦν παθόντα͵ ἑαυτὸν δὲ μᾶλλον ὑπὲρ ἡμῶν καθάπερ ἄμωμον θῦμα τῷ Θεῷ καὶ Πατρὶ διὰ τὴν ἐνοῦσαν αὐτῷ περὶ ἡμᾶς ἀγάπην ἱερουργήσαντα”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 1.

[5] “ἄριστα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός͵ οὐχ ὅτι ταῖς ἑαυτῶν ἁμαρτίαις ἐναποθανοῦνται μόνον͵ ἀλλ΄ ὅτι καὶ πρὸς τὰς ἄνω μονὰς οὐκ ἀναβήσονταί φησι· διπλῷ γὰρ ὥσπερ αὐτοὺς καταδήσας σχοινίῳ͵ τῆς ἐνούσης δυσβουλίας ἐξέλκειν ἐπείγεται, πανταχόθεν ἀνασώζων τὸ ἀπολωλὸς καὶ καταδεσμῶν τὸ συντετριμμένον καὶ ἀνορθῶν τὸ κατεῤῥαγμένον”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 7.

[6] “μὴ δυναμένους δὲ διὰ τὸ μὴ βούλεσθαι· εἰ γὰρ βουλόμενοι οὐκ ἐδύναντο͵ οὐκ ἂν εὐλόγως αὐτοῖς ἐλέγετο τὸ Ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε … διὸ καὶ λέγεται τοῖς μὴ καλῶς ζητοῦσιν τὸ Καὶ ζητήσετέ με οὐκ ἐναντίον τῷ Πᾶς ὁ ζητῶν εὑρίσκει. καὶ ἀεὶ δὲ διαφοραί εἰσιν τῶν ζητούντων τὸν Ἰησοῦν͵ οὐ πάντων γνησίως καὶ ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας καὶ τοῦ ὠφεληθῆναι ἀπ΄ αὐτοῦ ζητούντων αὐτόν”.   Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, βιβλ. 19, κεφ. 11-12, ἑν. 70.

[7] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 5-6.

[8] “ὅτε τοίνυν καὶ ἄγγελοι καταβαίνουσιν ἄνωθεν ἐξ οὐρανοῦ͵ τί μάτην ἐπικομπάζει Χριστὸς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ὅλην ὑπερέχοντι τὴν κτίσιν͵ τῷ ἄνωθεν ἥκειν φημί; ἀλλ΄ ἔστιν ἀνιδρωτὶ καὶ ἀταλαιπώρως σφόδρα συνιδεῖν τίς μέν ἐστι κατὰ φύσιν ὁ Μονογενής͵ τί δὲ οἱ παρ΄ αὐτοῦ γεγονότες ἄγγελοι· οὐκοῦν ἀναγκαίως οὐ τὸ κοινὸν δὴ τοῦτο τὸ ἐξ οὐρανοῦ καταβαίνειν τό Ἄνωθεν ἡμῖν σημαίνει͵ ἀλλ΄ ὅτι τῆς ἀνωτάτω καὶ ὑπερκειμένης τὰ πάντα φύσεως ἐξέλαμψεν ὁ Υἱός. οὐκοῦν τό Ἄνωθεν, ἐπὶ μόνου τοῦ Μονογενοῦς, τὸ ἐκ Θεοῦ κατὰ φύσιν καὶ οὐχ ἕτερον δηλοῖ”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 11.

[9] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 15.

[10] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 28-29.

[11] “ἐλάλει μὲν ἀνθρωπινώτερον͵ οὐχ ἑτέρως συνιέναι δυναμένων τῶν Ἰουδαίων͵ οὔτε μὴν ἀκρατῶς ἐπαΐειν ἀνεχομένων παρ΄ αὐτοῦ τὰ θεοπρεπῆ. ἐπὶ γὰρ τοιούτων καὶ λίθοις αὐτὸν κατασφενδονῶντες ἁλίσκονται͵ βλασφημίαν αὐτοῦ καθορίζοντες͵ ὅτιπερ ἄνθρωπος ὢν ἑαυτὸν ἐποίει Θεόν. ὑπεξελὼν τοιγαροῦν τῆς θεοπρεποῦς ἀξίας τὸ πλεῖον, καὶ πολὺ τῆς ἐπὶ τούτῳ λαμπρότητος ἀπαμφιέσας τὸν λόγον͵ ταῖς τῶν ἀκροωμένων ἀσθενείαις εὖ μάλα συμπλάττεται καί͵ ἐπείπερ τὴν ἐνοῦσαν αὐτοῖς διάνοιαν ἐρευνῶν εὑρίσκει Θεὸν οὐκ εἰδότας αὐτόν͵ ἀνθρωποπρεπῆ ποιεῖται τὸν λόγον͵ ἵνα μὴ πάλιν αὐτοῖς εἰς ὀργὴν ἀνακαίοιτο τὰ φρονήματα͵ καὶ τοῦ προσεδρεύειν κἂν γοῦν ἐκ μέρους αὐτῷ παραλόγως ἀποπηδήσειαν”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 37.

[12] “Ἐπειδὴ γὰρ εἴρηκεν ὅτι καθὼς ἐδίδαξέ με ὁ Πατὴρ ταῦτα λαλῶ͵ ἀναγκαίως ἤδη συνόντα τε καὶ ὁμοούσιον ἑαυτῷ δεικνύει τὸν Πατέρα͵ ἵνα πιστεύηται λοιπὸν τὰ ἐκείνου λαλῶν ὡς Θεὸς τὰ ἐκ Θεοῦ͵ καὶ ἀπὸ τῆς φυσικῆς τοῦ γεννήσαντος ἰδιότητος ἐπὶ τὸ λέγειν τὰ θεοπρεπῆ παρορμώμενος”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 49.

[13] “ἄγγελοι μὲν γὰρ καίτοι κατὰ πολὺ τῶν καθ΄ ἡμᾶς διαλλάττοντες καὶ στάσιν ἔχοντες ἑδραιοτέραν τὴν εἰς ἀρετήν͵ οὐ τετηρήκασι τὴν ἑαυτῶν ἀρχήν· διὰ γὰρ τὸ κατεσπᾶσθαί τινας ὅλως ἐκεῖθεν καὶ πεσεῖν εἰς ἁμαρτίαν͵ ὅλη κατηγορεῖται τῶν λογικῶν κτισμάτων ἡ φύσις ὡς ἁμαρτίας δεκτικὴ καὶ τροπῆς τῆς ἐπὶ τὸ χεῖρον ἀμοιρεῖν οὐκ ἰσχύουσα· ζῷον δὲ τὸ ἐπὶ τῆς γῆς λογικόν τε [καὶ] θεοείκελον͵ οὐδὲ ἐν μακροῖς ἐξώλισθε χρόνοις͵ ἀλλ΄ ἐν πρώτῳ πέπτωκε τῷ Ἀδάμ. οὐκοῦν ἀπείρηται παντελῶς τῇ κτίσει τὸ ἀμετάφορον καὶ ἄτρεπτον͵ καὶ τὸ ὡσαύτως ἔχειν δύνασθαι φυσικῶς· μόνῳ γὰρ ἁρμόσει τῷ κατὰ ἀλήθειαν ὄντι Θεῷ. τοῦτο δὲ ἐν Υἱῷ διαφαίνεται καλῶς· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν͵ ὡς ὁ Παῦλός φησιν͵ οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· Θεὸς οὖν ἄρα καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱὸς τοῦ ἁμαρτάνειν καὶ τρέπεσθαι μὴ εἰδότος, καὶ τὸ πρέπον τῇ ἰδίᾳ φύσει μὴ ἐκτρέχοντός ποτε. ὅταν οὖν τὰ ἀρεστὰ τῷ Πατρὶ ποιεῖν ὁμολογῇ πάντοτε͵ σκανδαλιζέσθω μηδείς͵ μηδὲ ἐν ἐλάττοσιν ἢ ἐν οἷς ἐστιν ὁ Πατήρ͵ ὑπάρχειν οἰέσθω τὸν ἐξ αὐτοῦ͵ φρονείτω δὲ μᾶλλον εὐσεβῶς͵ ὡς δὲ Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν εἰς ταυτοβουλίαν καί͵ ἵν΄ οὕτως εἴπω͵ ταυτοεργίαν ἀναβαίνει τῷ φύσαντι”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 53-54.

[14] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 33-34.

[15] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.296-7.

[16] Εὐάγριος, Εἰς Παροιμίας, Tischendorf, σ. 113.

[17] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 83-84.

[18] “εἰ μὲν οὖν τὸ λέγειν Ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον͵ τὴν ἐκ Πατρὸς ἄῤῥητόν τε καὶ ἄναρχον γέννησιν ἑαυτοῦ σημαίνει, τὸ δέ ῞Ηκω προστιθείς͵ τὴν ἐν τῷδε τῷ κόσμῳ πάροδον τὴν μετὰ σαρκός, καὶ οὐ δήπου φησὶν ἔναντι καὶ πρῶτον τότε ἐκ Θεοῦ καὶ Πατρὸς ἀναλάμψαι τὸν Θεὸν Λόγον͵ ὅτε γέγονεν ἄνθρωπος, τοῦτο γὰρ ἔν τισιν ἔδοξε τῶν ἀνοσίων αἱρετικῶν, ἐκλήψεται δὲ μᾶλλον καὶ ἀκολούθως τὸ εἰρημένον͵ καὶ νοήσει πάλιν εὐσεβῶς”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 85-86.

[19] “Τοῦτο δὲ ὑμῖν γίνεται διὰ τὸ χαμαίζηλον τῆς διανοίας͵ καὶ διὰ τὸ πολὺ μείζονα εἶναι τὰ ἐμά. Τί οὖν͵ εἰ μὴ δύναιντο συνιδεῖν; Ἐνταῦθα τὸ μὴ δύνασθαι͵ τὸ μὴ βούλεσθαί ἐστιν͵ ὅτι ταπεινοὺς ἑαυτοὺς εἶναι ἐπαιδεύσατε͵ ὅτι οὐδὲν μέγα φαντάζεσθε”.   Χρυσόστομος, Εἰς τὸ κατὰ Ἰωάννην, PG 59.300.

[20] Γρηγόριος Νύσσης, Ἀντιρρητικὸς πρὸς τὴν Εὐνομίου Ἔκθεσιν, ἑν. 3-5.

[21] Ὠριγένης, Εἰς τὸ κατὰ Ἰωάννην, βιβλ. 20, κεφ. 33, ἑν. 288-9.

[22] Ὠριγένης, Εἰς τὸ κατὰ Ἰωάννην, βιβλ. 20, κεφ. 38, ἑν. 350.

[23] Μακάριος, Πενήντα πνευματικὲς ὁμιλίες, ὁμιλία 13, στ. 20-42.

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.html

ΕΠΙΚΟΙΝΩΝΙΑ