Myriobiblos Home

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ   Home of the Greek Bible  ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ


ΑΠΟΚΡΥΦΑ

 

Πολυτονική γραμματοσειρά

 

"πειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων͵ καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ΄ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου͵ ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι͵ κράτιστε Θεόφιλε͵ ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν..."

Λουκᾶ 1.1-3.


Ὥσπερ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο͵ ἀλλὰ τούτων τινὲς μὲν ἦσαν ψευδοπροφῆται͵ τινὲς δὲ ἀληθῶς προφῆται͵ καὶ ἦν χάρισμα τῷ λαῷ διάκρισις πνευμάτων͵ ἀφ΄ οὗ ἐκρίνετο ὅ τε ἀληθὴς προφήτης καὶ ὁ ψευδώνυμος, οὕτω καὶ νῦν ἐν τῇ Καινῇ Διαθήκῃ τὰ Εὐαγγέλια πολλοὶ ἠθέλησαν γράψαι͵ ἀλλ΄ οἱ δόκιμοι τραπεζῖται οὐ πάντα ἐνέκριναν͵ ἀλλά τινα αὐτῶν ἐξελέξαντο.

Τάχα δὲ καὶ τὸ ἐπεχείρησαν λεληθυῖαν ἔχει κατηγορίαν τῶν χωρὶς χαρίσματος ἐλθόντων ἐπὶ τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων. Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν͵ ἀλλ΄ ἔγραψεν ἀπὸ ἁγίου Πνεύματος͵ ὁμοίως καὶ Μᾶρκος καὶ Ἰωάννης͵ παραπλησίως δὲ καὶ Λουκᾶς. Τὸ μέντοι ἐπιγεγραμμένον κατὰ Αἰγυπτίους Εὐαγγέλιον καὶ τὸ ἐπιγεγραμμένον τῶν Δώδεκα Εὐαγγέλιον οἱ συγγράψαντες ἐπεχείρησαν. ῎Ηδη δὲ ἐτόλμησε καὶ Βασιλείδης γράψαι κατὰ Βασιλείδην Εὐαγγέλιον. Πολλοὶ μὲν οὖν ἐπεχείρησαν, φέρεται γὰρ καὶ τὸ κατὰ Θωμᾶν Εὐαγγέλιον καὶ τὸ κατὰ Ματθίαν καὶ ἄλλα πλείονα. Ταῦτά ἐστι τῶν ἐπιχειρησάντων· τὰ δὲ τέσσαρα μόνα προκρίνει ἡ τοῦ Θεοῦ κκλησία.

Ὠριγένους, Εἰς τὸ Κατὰ Λουκᾶν, Rayer, Ὁμιλία 1, σ. 3.

 

Εἰσαγωγικὰ περὶ τῶν Ἀποκρύφων

Πρωτευαγγέλιο Ἰακώβου

 

 

Treasury of the Fathers

ΘΗΣΑΥΡΟΣ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ

Top of Page

ΕΠΙΚΟΙΝΩΝΙΑ