image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Ἡ ἕκτη Σύνοδος

20. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ ἕκτη σύνοδος(12) ἐν τῇ βασιλίδι μὲν τῶν πόλεων καὶ αὐτὴ τῶν μυστικῶν τῆς ἀληθείας θεαμάτων τὸ ἱερὸν ἐπήγνυτο θέατρον, ἑβδομήκοντα δὲ καὶ ἑκατὸν θεοφόροις ἀνδράσι τὸν ἀγῶνα ὑποδυομένη λαμπρῶς νικῶσαν ἀπεδείκνυ τὴν εὐσέβειαν. Ταύτης ἀρχηγοὶ καὶ τῶν ἄλλων προνομεύειν ἐκρίνοντο ἄξιοι Γεώργιός τε, ᾧ τῆς βασιλίδος πόλεως ὁ ἀρχιερατικὸς θεσμὸς ὑπῆρχεν ἐγκεχειρισμένος, καὶ Θεόδωρος καὶ Γεώργιος, ἐν πρεσβυτέρων ἀξιώματι κατειλεγμένοι, ἅμα διακόνῳ Ἰωάννῃ, οἳ ἀντὶ Ἀγάθωνος τοῦ ἁγιωτάτου πάπα 'Ρώμης εἰς τὴν τῶν ἐξάρχων τάξιν ἠριθμοῦντο• καὶ τοῦ τῆς Ἀλεξάνδρου δὲ μεγαλοπόλεως θρόνου Πέτρος μοναχὸς τὸν τόπον ἀνεπλήρου• μεθ' ὧν καὶ Γεώργιος μοναχὸς καὶ πρεσβύτερος εἰς τὸν βαθμὸν τῆς ἀρχιερατικῆς τῶν Ἱεροσολύμων παρήγγελλε καθέδρας.

21. Οὗτοι δὴ σὺν τοῖς ἄλλοις ἱεροῖς καὶ ἁγίοις πατράσι Σέργιον, Πύρρον, Παῦλον, Κωνσταντινουπόλεως κατάρξαντας, καὶ 'Ονώριον 'Ρώμης Κῦρόν τε Ἀλεξανδρείας καὶ Θεόδωρον τὸν τῆς Φαράν, τὴν ἀλληλόπλοκον τοῦ ψεύδους σειρὰν διαρρήξαντες, οὐ μὴν ἀλλὰ καὶ Μακάριον Ἀντιοχείας, ἅμα Στεφάνῳ τῆς αἱρέσεως μαθητῇ, σὺν γέροντί τινι ἀθλίῳ τοὔνομα Πολυχρονίῳ, ἐπιπλακέντας αὐτοῖς καὶ τῆς ἐκείνων δυσσεβείας ὑπερμαχεῖν μελετήσαντας, ὑπὸ δικαίαν καταδίκην ἐποιήσαντο, ὅτι μίαν θέλησιν καὶ μίαν ἐνέργειαν ἐπὶ Χρίστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τοῦ ἐκ δύο πεφυκότος φύσεων δυσσεβεῖ καὶ ἀλόγῳ φρονήματι ἐτόλμησαν ἀποφήνασθαι• μηδὲ τοῦτο λογισμοῖς ἀναλαβόντες οἱ ἀσύνετοι, ράδιον ὂν καὶ πρόχειρον εἰς κατάληψιν, ὡς οὐκ ἔστὶ τῆς αὐτῆς ἐνεργείας χωλὸν κατ' ἐξουσίαν ὀρθῶσαι, καὶ κόπους ὁδοιπορίας μετέρχεσθαι• οὐδὲ τυφλοὺς ὀμματῶσαι,(13) καὶ γῆν σιάλῳ δακτύλων ἔργοις φυρᾶσαι καὶ πηλὸν ποιῆσαι καὶ ἐπιβαλεῖν τοῖς ὄμμασιν•(14) οὐδὲ νεκρὸν ἀναστῆσαι, καὶ δακρύειν ἐπὶ τελευτήσαντι•(15) οὐ μὴν οὐδὲ τῆς αὐτῆς ἐστι θελήσεως παρελθεῖν αἰτεῖσθαι τὸ ποτήριον τοῦ θανάτου,(16) καὶ δόξαν καλεῖν καὶ βούλεσθαι τὸ ἀθέλητον.(17) Ἀλλὰ πῶς οὐχὶ συνήσθοντο διὰ τούτων καὶ τῶν φύσεων τὴν διαφορὰν ἐξαρνούμενοι; πᾶσα γὰρ φύσις πηγὴ ἐνεργείας, καὶ ταῖς διαφόροις ἐνεργείας αἱ φυσικαὶ θελήσεις συνδιασχίζονται• καὶ εἰ κατὰ τὴν ἐν αὐτοῖς πλάνην ἡ ἐνέργεια καὶ ἡ θέλησις μία, καὶ ἡ φύσις πάντως ἐξ ἧς ταῦτα μία• εἰ δὲ δύο αἱ φύσεις (οὔπω) γὰρ εἰς τοῦτο μανίας ἐξώκειλαν, ἐν ὀφθαλμοῖς ἔχοντες τὴν διασπορὰν τῶν καταρξάντων καὶ ἀπώλειαν), πῶς οὐχὶ ἑκατέρα πηγάσει τὴν οἰκείαν ἐνέργειαν καὶ τὴν θέλησιν;

22. Ἀλλ’οὗτοι μὲν τῆς ἰδίας αὐτῶν καὶ δυσφήμου δόξης οὐδὲν προτιμήσαντες, σὺν αὐτῇ ἐκείνῃ αἰωνίῳ κατεδικάσθησαν ἀναθέματι• δύο δὲ θελήσεις φυσικὰς καὶ δύο ἐνεργείας ἐπὶ τοῦ ἑνὸς Χριστοῦ τοῦ θεοῦ ἡμῶν τῶν θεοφόρων πατέρων ἱερολογήσας ὁ σύλλογος, ταῖς ἁπανταχοῦ ἐκκλησίαις τὸ διπλοῦν ὁμολογεῖν καὶ κηρύσσειν, ὥσπερ τῶν φύσεων, οὕτω καὶ τῶν ἐνεργειῶν καὶ θελήσεων, ὀρθοδόξως παραδεδώκασιν. Κωνσταντῖνος δὲ τηνικαῦτα, ὁ ἀπόγονος Ἡρακλείου, τὸν προγονικὸν τῆς βασιλείας κλῆρον ἐχρημάτιζεν ἀναδεδεγμένος, τά τε ἄλλα συμπράττων τῇ συνόδω καὶ τὸ ὀρθὸν τῆς ἐκκλησίας φρόνημα πρεσβεύων. Ἀλλ’ ἐν τούτοις μὲν καὶ ἡ ἕκτη.





Σημειώσεις

12. Τὸ 681 στὴν Κωνσταντινούπολι. Κύριο θέμα ὁ Μονοθελητισμός.

13. Ἰω. 4,6.

14. Ἰω. 9, 6.

15. Ἰω. 11.35.

16. Ματθ. 26,39.

17. Ἰω. 17, 4 ἑ.



Προηγούμενη Σελίδα