Φώτιος ὁ Μέγας
Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα
Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ
Ἡ τετάρτη Σύνοδος
14. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ τετάρτη σύνοδος(9) τὸν ἐν βασιλεῦσιν εὐσεβέστατον Μαρκιανὸν συμπαρόντα καὶ συμπνέοντα ἔχουσα, τῶν ἀληθινῶν μὲν δογμάτων ἀκροατήριον ἀνιέρου τὴν Καλχηδόνα, πόλιν Βιθυνίας οὖσαν ἐπίσημον• ἐν τριάκοντα δὲ καὶ ἑξακοσίοις τὸν ἀριθμὸν ἐξετείνετο. Ἧς λογάδες ἐχρημάτιζον Ἀνατόλιός τε ὁ τῆς βασιλίδος πόλεως τοὺς ἀρχιερατικοὺς θεσμοὺς ἐγκεχειρισμένος• καὶ δὴ Πασκασῖνός τε καὶ Λουκίνσιος, ἐπισκοπικῷ διαπρέποντες ἀξιώματι, σὺν Βονιφατίῳ πρεσβυτέρῳ τὸν τόπον ἐπέχοντες Λέοντος τοῦ ἁγιωτάτου πάπα 'Ρώμης, οὗ κλέος μέγα καὶ πολὺς ὁ ὑπὲρ τῆς εὐσεβείας ζῆλος• μεθ' ὧν Μάξιμός τε ὁ Ἀντιοχείας καὶ ὁ Ἱεροσολύμων Ἰουβενάλιος.
15. Οἵτινες Εὐτυχῆ τε τὸν δυστυχῆ καὶ τὸν προασπιστὴν αὐτοῦ τὸν ἀλαζόνα Διόσκορον(10) δυσσεβημάτων εἰσπράξεις ἀπῄτησαν. Καὶ γὰρ καὶ οὗτοι τὴν ἐκ διαμέτρου Νεστορίῳ πλάνην οἰκειωσάμενοι, εἰς τὴν ὁμοίαν ἐκείνῳ ἐξέπεσον ἀθλιότητα. Τὸν γὰρ ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐκ θεότητος καὶ ἀνθρωπότητος γνωριζόμενον καὶ ἐν ταύταις ταῖς δυσὶ προσκυνούμενον φύσεσιν, εἰς μίαν φύσιν τολμηρῶς καὶ ἀφρόνως ἀνεκίρνων καὶ συνέχεον ἐξ ὧν τῆς τε πατρικῆς οὐσίας ἑτερόφυλον καὶ τοῖς ἀνθρώποις ἑτεροφυᾶ οὐ συνίεσαν οἱ δείλαιοι συμπεραίνοντες. Εἰ γὰρ μία ἡ τοῦ Χριστοῦ φύσις, ἢ θεία πάντως ἢ ἀνθρωπίνη ἔσται. Ἀλλ’ εἰ μὲν μόνη θεία, ποῦ τὸ ἀνθρώπινον; εἰ δὲ ἀνθρωπίνη, πῶς οὐκ ἔξαρνοι τῆς θεότητος; εἰ δ' ἕτερόν τι παρὰ ταῦτα (τοῦτο γὰρ ὑπολείπεται, καὶ πρὸς τοῦτο μᾶλλον αὐτῶν νεύει τὸ φρόνημα), πῶς οὐχ ἑτεροφυὴς αὐτοῖς ὁ Χριστὸς καὶ τοῦ πατρὸς καὶ ἡμῶν ἀναπλασθήσεται; οὗ τί ἂν δυσσεβέστερον ἢ ἀφρονέστερον, ἄνθρωπον γενέσθαι φάσκειν τὸν τοῦ θεοῦ λόγον καὶ θεὸν ἐπί τε φθορᾷ τῆς ἰδίας θεότητος καὶ ἐπὶ ἀναιρέσει τῆς προσληφθείσης ἀνθρωπότητος; τοῦτο γὰρ ἕπεται πάντως τοῖς μηδετέρας φύσεως, ἀλλ’ ἑτέρας παρὰ ταύτας τὸν Χριστὸν εἰπεῖν ἐκτολμήσασιν.
16. Διὸ καὶ τῆς τοσαύτης δυσσεβείας οἱ τῶν Χριστομάχων τούτων δογμάτων εἰσηγηταὶ ἀξίαν τὴν δίκην δεδωκότες, ἀφῃρέθησάν τε τῆς ἱερωσύνης καὶ ἀπὸ πάσης τῆς ἐκκλησίας γεγόνασιν ἀνάθεμα, συναπελαθείσης αὐτοῖς καὶ τῆς Χριστομάχου αἱρέσεως• τὸ δὲ ὀρθὸν καὶ ἀπαράτρωτον τῆς ὀρθοδοξίας φρόνημα ἔτι μᾶλλον ταῖς γραφικαῖς τε καὶ πατρικαῖς μαρτυρίαις ἀνεκηρύχθη καὶ διέλαμψεν, ἕνα τὸν Χριστόν, ἤτοι μίαν αὐτοῦ τὴν ὑπόστασιν, καὶ δύο τὰς φύσεις, θεότητά τε καὶ ἀνθρωπότητα, ἀσυγχύτως καὶ ἀδιαιρέτως ἐνθεωρουμένας, τῶν τρισμακαρίστων ἀρχιερέων περιφανῶς θεολογησάντων καὶ παραδεδωκότων ἀδιστάκτως ὁμολογεῖν καὶ κηρύσσειν εἰς πάντα τῆς οἰκουμένης τὰ πέρατα. Δῆλον δὲ κἀντεῦθεν, ὡς δι’ὧν μὲν χωλοῖς αἱ βάσεις ὠρθοῦντο καὶ τυφλοῖς τὸ πάθος εἰς ὀμμάτων βλάστην ὑπεφύετο νεκροί τε τῶν πυλῶν ἀνεσπῶντο του ἅδου καὶ πρὸς τὸ ζῆν μετετάττοντο αἵ τὲ ἄλλαι θεοσημεῖαι, ἃς οὐ ράδιον ἀριθμεῖν, ἐπετελοῦντο καὶ ἐπεδείκνυντο, τῆς θείας φύσεως ἐναργῶς παρεδηλοῦτο τὸ ἀξίωμα• δι' ὧν δὲ κόπους καὶ πόνους καὶ δίψαν καὶ πεῖναν καὶ τὰ τούτοις ὑφίστατο συγγενῆ καὶ παραπλήσια, τῆς ἀνθρωπίνης οὐσίας ἐτρανοῦτο τὸ ἰδίωμα. Ὧν τὰ μὲν θεοπρεπῶς, τὰ δὲ ἀνθρωποπρεπῶς ὁ αὐτὸς Χριστός, ὁ ἀληθινὸς θεὸς ἡμῶν, ἐπιτελέσας καὶ διαπραξάμενος, μίαν μὲν αὐτοῦ καὶ ἑνιαίαν τὴν ὑπόστασιν, δύο δὲ καὶ διαφερούσας τὰς φύσεις ἐν ἀσυγχύτῳ ἑνώσει σαφῶς τε καὶ ἀναντιρρήτῳ λόγῳ παρέστησέν τε καὶ ἐπιστώσατο. Ἀλλ' ἐν τούτοις καὶ τὰ τῆς τετάρτης συνόδου.
Σημειώσεις
9. Τὸ 451 στὴ Χαλκηδόνα, ἀπέναντι ἀπὸ τὴν Κωνσταντινούπολη Κύριο θέμα ὁ Μονοφυσιτισμός.
10. Ὁ Εὐτυχής, ἀρχηγὸς τῆς αἱρέσεως τῶν Μονοφυσιτῶν ἦταν ἀρχιμανδρίτης στὴν Κωνστντινούπολι, ὁ Διόσκορος ἦταν πατριάρχης Ἀλεξανδρείας.
|