image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Ἡ τρίτη Σύνοδος

12. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ τρίτη σύνοδος(7) ἐν μὲν τῇ κατὰ τὴν Ἀσίαν Ἐφέσῳ συνεκροτήθη, εἰς διακοσίους δὲ ἐπληθύνετο• ἐν οἷς ἡγεμόνες ἐγνωρίζοντο Κύριλλός τε ὁ ἐν πατράσι περιώνυμος, ὃς δι’ἀρετήν καὶ σοφίας πλοῦτον τῆς Ἀλεξάνδρου μεγαλοπόλεως ἰθύνων τὸν θρόνον καὶ τοῦ Ρώμης Κελεστίνου τὴν καθέδραν ἀνεπλήρου καὶ τὸ πρόσωπον. Μεθ' ὧν καὶ Μέμνων, ὁ τῆς Ἐφεσίων ἐκκλησίας ἐμπεπιστευμένος τους οἴακας, καὶ δὴ καὶ ὁ Ἱεροσολύμων Ἰουβενάλιος• οἵτινες σὺν παντὶ τῷ τῆς συνόδου πληρώματι τὸν δυσσεβῆ Νεστόριον ὧν ἠσέβει δίκας, εἰσεπράττοντο. Ὃς ἐκ τῆς Ἀντιόχου τῆς πρὸς τῷ Ὀρόντῃ ὁρμώμενος, τὸν Κωνσταντινουπόλεως θρόνον οὐκ εὐαγῶς ἐγκεχείριστο• ἀλλ’ ὅ γε ταλαίπωρος οὗτος ἐκ τῶν Διοδώρου καὶ Θεοδώρου(8) θολερῶν τῆς ἀσεβείας ἐκροφήσας ναμάτων καὶ εἰς φρενῶν μέθην ἀκοαῖς ἐναπηρεύξατο. Χριστὸν γὰρ τὸν ἕνα υἱόν, τὸν ἀληθινὸν θεὸν ἡμῶν, ὃς δι’ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκὸς ἡμῖν παραπλησίως κοινωνήσας καὶ αἵματος καὶ εἰς ἑαυτὸν τὸ ἡμέτερον ὑποστησάμενος φύραμα, εἷς ἐκ δύο ἐχρημάτισὲ τῶν ἐναντίων, θεὸς ὁ αὐτὸς ὑπάρχων καὶ ἄνθρωπος, εἷς Χριστός, εἷς υἱὸς ὁ αὐτός, ἄνω ἐκ πατρὸς ἀμήτωρ καὶ κάτω ἐκ μητρὸς ἀπάτωρ ὁ αὐτὸς καὶ οὐκ ἄλλος, ἕν πρόσωπον, μία ὑπόστασις - τοῦτον δὴ τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦ τὸν Χριστὸν εἰς δύο τέμνειν καὶ διαιρεῖν ὑποστάσεις ὁ τρισάθλιος ἐκεῖνος οὐ πεφρικώς, τὸν μὲν ψιλὸν ἄνθρωπον καὶ χωρὶς τοῦ προσλαβόντος λόγου κατ' ἰδίαν ὑπόστασιν ἔπλαττεν, τὸν δὲ θεὸν ἀνὰ μέρος καὶ γυμνόν τοῦ προσλήμματος• ὥσπερ δεδοικὼς ὁ ἀνόητος, μή τι θεὸς πάθοι, τὸ οἰκεῖον πλάσμα δι’ἄφατον φιλανθρωπίαν εἰς θεραπείαν καὶ ἀνάπλασιν ὑποδυόμενος, οὐδὲ τοῦτο συνιδών, ὡς οἷς τὴν ἀνθρωπίνην φύσιν τῆς τοῦ λόγου ἐδίχαζεν ὑποστάσεως, ἀνίατον αὐτὴν καὶ ἀθεράπευτον ἀνεκήρυττεν καὶ τῆς ἰδίας ἔξαρνος σωτηρίας ἐγίγνετο. Ἀλλὰ γὰρ τοὺς λογισμοὺς ὅλως ἐκ τούτων διαστραφείς, οὐδὲ τὴν αὐτοῦ κατὰ σάρκα μητέρα, τὴν παναγίαν παρθένον, τὴν κυρίως καὶ ἀληθῶς τὸν θεὸν λόγον σεσαρκωμένον τεκοῦσαν, οὐδὲ ταύτην καλεῖν θεοτόκον ἠνέσχετο• ἀλλ’ὥσπερ τὸν υἱὸν ἀπεστέρει τῆς θεότητος, οὕτως ἠλλοτρίου καὶ τὴν γεννησαμένην τῆς θεοτόκου κλήσεως.

13. Διὸ τοῦτον ἀξίως τῆς τηλικαύτης ἀπονοίας καὶ τῆς βλασφήμου γλώσσης τῶν μακαρίων πατέρων ὁ σύλλογος πάσης τε ἱερωσύνης ἐγύμνωσεν καὶ σὺν τῷ οἰκείῳ καὶ βδελυρωτάτῳ φρονήματι τῷ αἰωνίῳ παρέπεμψαν ἀναθέματι. Τὸν δὲ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν μίᾳ καὶ τῇ αὐτῇ ὑποστάσει πατροπαραδότως καὶ ὁσιοπρεπῶς προσκυνεῖσθαι καὶ κηρύττεσθαι δογματίσαντες, ἀκολούθως καὶ τὴν πανάχραντον αὐτοῦ καὶ ἀειπάρθενον μητέρα κυρίως καὶ ἀληθῶς καλεῖσθαι καὶ ἀνευφημεῖσθαι θεοτόκον παραδεδώκασιν οἷς γὰρ τὸν θεὸν λόγον σαρκὶ γεννηθῆναι καταδεξάμενον τέτοκεν, θεοτόκος ἐνδίκως δοξολογεῖσθαι καὶ ὀνομάζεσθαι ἐξωσίωται. Ἀλλ’ ἐπὶ τούτοις μὲν καὶ αὕτη τὸ τέλος ἔσχηκεν, ἡνίκα τὸν νέον Θεοδόσιον ἡ 'Ρωμαϊκὴ πολιτεία γαληνοῖς ἑώρα ὀφθαλμοῖς τὴν πατρώαν καὶ βασίλειον ἀρχὴν ἐκ τριγονίας διανύοντα.





Σημειώσεις

7. Τὸ 431 στὴν Ἔφεσο. Κύριο θέμα ὁ Νεστοριανισμός.

8. Πρόκειται γιὰ τὸν Διόδωρο Ταρσοῦ καὶ τὸν Θεόδωρο Μοψουεστίας.



Προηγούμενη Σελίδα