image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Ἡ πρώτη Σύνοδος

6. Ἡ τοίνυν πρώτη καὶ οἰκουμενικὴ ἁγία σύνοδος ἐν τῇ κατὰ Βιθυνίαν Νικαίᾳ συνεκροτήθη•(1) ὀκτωκαίδεκα δὲ καὶ τριακόσιοι, θείων ἀρχιερέων ὁμήγυρις, τὴν τῆς ἀληθείας κρίσιν ἐνεχειρίζοντο. Ὧν ἦσαν προέχοντες Ἀλέξανδρός τε ὁ τὸν Κωνσταντινουπόλεως ἀρχιερατικὸν θρόνον λαχὼν διιθύνειν, ἀνὴρ βαθείᾳ μὲν πολιᾷ, παραπλησίῳ δὲ φρονήματι σεμνυνόμενος, βίου δὲ λαμπρότητι καὶ ὁσιότητι γνώμης καὶ πίστεως ἀκριβείᾳ τὴν εἰς τὸ θεῖον παρρησίαν πολλὴν οἰκειούμενος• καὶ δὴ καὶ Σίλβεστρος καὶ Ἰούλιος, τῆς 'Ρωμαϊκῆς ἐκκλησίας ἐπίσημοί τε καὶ διαβόητοι πρόεδροι, αὐτῶν μὲν οὐδέτερος παραγεγονώς, Βίτωνα δὲ καὶ Βικέντιον ἑκάτερος ἀνθ' ἑαυτοῦ κατὰ τὸν οἰκεῖον τῆς ἀρχιερατείας χρόνον τῇ κοινῇ παρεῖναι συνελεύσει προβαλλόμενοι, ἀνθρώπους ἀρετὴν τιμῶντας καὶ εἰς τὸ τοῦ πρεσβυτερίου ἀξίωμα παραγγέλλοντας. Οἷς καὶ ὁ Κοδρούβης ἐπίσκοπος συνετέτακτο, ὅς κατὰ τοὺς ἑλληνικοὺς διωγμοὺς τὴν κλῆσιν ἐπαληθεύουσαν ἔδειξεν• Ὅσιος γὰρ ὀνομαζόμενος, ἀβέβηλον αὐτοῦ τὴν ὁμολογίαν της εἰδωλικῆς λατρείας διετήρησεν. ὁ μέντοι Ἀλεξανδρείας Ἀλέξανδρος αὐτός τε παρῆν, ἱεροῖς κατορθώμασιν, ἦγεν δὲ συναγωνιστὴν ἑαυτῷ καὶ Ἀθανάσιον, ὅς τότε μὲν τοῦ τάγματος τῶν διακόνων ἡγεῖτο, μετ'οὐ πολὺ δὲ καὶ τοῦ ἀρχιερατικοῦ θρόνου κατέστη διάδοχος• ναὶ δὴ καὶ ὁ κλεινὸς Εὐστάθιος συμπαρῆν, τῆς Ἀντιοχέων ἐκκλησίας ἐγκαλλώπισμα, πίστεως μὲν ἐναστράπτων καθαρότητι, λόγων δὲ καὶ νοημάτων σωφροσύνῃ θαυμαζόμενος. Μεθ’ὧν καὶ ὁ Ἱεροσολύμων Μακάριος, πολλαῖς ἰδέαις ἀρετῶν ἐνευθηνούμενος, ἄλλοι τε πλεῖστοι ἀποστολικοῖς χαρίσμασι καὶ μαρτυρικοῖς παθήμασιν διαλάμποντες• ὧν Παφνούτιος καὶ Σπυρίδων Ἰάκωβός τε καὶ Μάξιμος ἀγαθοῦ καὶ θαυμασίου συστήματος ἀγαθοὶ καὶ θαυμάσιοι πρωτοστάται ἐγνωριζοντο. Ἐφ’οἷς ἅπασιν καὶ ὁ μέγας καὶ ἀξιάγαστος Κωνσταντῖνος τῆς 'Ρωμαϊκῆς ἀρχῆς ἰθύνων τὰ σκῆπτρα διέπρεπεν, τὴν τε σύνοδον ἀθροίζων καὶ λαμπροτέραν τῇ παρουσίᾳ ἀπεργαζόμενος.

7. Ἀλλ' ἐκ τοσούτων μὲν καὶ τοιούτων ὁ ἱερὸς ἐκεῖνος συνίστατο σύλλογος, Ἄρειόν τινα νεώτεροποιὸν δυσσεβείας δίκας εἰσπραττόμενος καὶ τὸ ἀποστολικὸν καὶ θεῖον κρατύνοντες κήρυγμα. Ἦν δ' οὗτος ὁ δείλαιος ἕλκων μὲν τὸ γένος ἐκ τῆς Ἀλεξάνδρου• εἰς κλῆρον δὲ καταλέγεις τῆς ἐκεῖσε ἐκκλησίας καὶ πρεσβυτέρου βαθμὸν ἀνελθών, πρότερον μὲν κατὰ τοῦ ἰδίου ποιμένος ὑπερήφανον ἀνέλαβεν φρόνημα, ἐκεῖθεν δὲ κατὰ τοῦ κοινοῦ ποιμένος καὶ δεσπότου παρέτεινε τὴν ἀπόνοιαν. Τὸν γὰρ υἱὸν καὶ λόγον τοῦ θεοῦ (ὢ τῆς τολμηρᾶς ἐκείνης καὶ γλώττης καὶ διανοίας) εἰς κτίσμα καὶ ποίημα κατεβίβαζεν, οὐδὲ τοῦτο συνιδεῖν ἐθέλων, κοινὸν ὑπάρχον πᾶσι καὶ αὐτοδίδακτον ὁμολόγημα, ὡς ἅπας υἱὸς τῆς αὐτῆς ἐστὶ τῷ γεγεννηκότι οὐσίας καὶ φύσεως, καὶ ὁ τὸν υἱὸν τάττων ἐν κτίσμασιν καὶ τὸν πατέρα κτίσμα προανηγόρευσεν, ὥσπερ ὁ τὸν πατέρα δημιουργικῆς οὐσίας καὶ ἀιδίου φύσεως εἰδὼς τῆς αὐτῆς εἶναι τὸν υἱὸν συνανομολογήσειεν. Ποῦ δ' ἂν εἴη τὸ γνήσιον της υἱότητος, ἄλλης μὲν οὐσίας τοῦ πατρός, ἑτέρας δὲ τοῦ υἱοῦ χρηματίζοντος; Πῶς δ’οὐ της ἑλληνικῆς πλάνης ἀνακύψει τὸ πολύθεον, εἰς ἐλάττω καὶ μείζω οὐσίαν τεμνομένης τῆς θεότητος, καὶ τῆς μὲν εἰς πρῶτον καὶ δημιουργὸν καὶ πρεσβύτερον θεὸν ἀφοριζομένης, τῆς δὲ εἰς δεύτερον θεὸν διακρινομένης καὶ ὑπουργὸν καὶ νεώτερον; ταῦτα γὰρ τῆς τοῦ Ἀρείου πονηρᾶς σπορᾶς τὰ γεννήματα.

8. Ἀλλὰ τοῦτον μέν, ὡς χείλη βλάσφημα κατὰ τοῦ πεποιηκότος ὁπλισάμενον, τῆς ἱερωσύνης ὁ ἱερὸς ἀπεγύμνωσεν ὅμιλος, τὴν δὲ δυσσεβεστάτην καὶ θεομάχον αὐτοῦ αἵρεσιν τῷ ἀναθέματι καθυπέβαλεν• ὁμοούσιον δὲ καὶ ὁμοφυῆ καὶ συναΐδιον τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ τῷ γεγεννηκότι πατρὶ καὶ τῆς αὐτῆς ἐξουσίας καὶ κυριότητος, ὡς οἱ θεῖοι χρησμοὶ καὶ τῶν εὐσεβούντων τὰ κοινὰ δόγματα, ἱερολογήσαντες διετράνωσαν, καλῶς εἰδότες καὶ ἐπισκοπήσαντες ὅτι, ὥσπερ τὸ εἰς ἕν συγκλείειν πρόσωπον τὴν τριαδικὴν μοναρχίαν καὶ κυριότητα Ἰουδαϊκόν ἐστι καὶ μισόχριστον, οὕτω καὶ τὸ κατατέμνειν εἰς ἀνίσους φύσεις καὶ ἀνομοίους οὐσίας τὴν ὑπερούσιον καὶ ὑπερφυῆ καὶ ἑνιαίαν θεότητα ἑλληνικὸν ὑπάρχει καὶ πολύθεον• ἀλλ' ἐν τούτοις μὲν ἡ ἁγία καὶ οἰκουμενικὴ πρώτη σύνοδος.





Σημειώσεις

1. Τὀ 325 μ.Χ. ἐπὶ Μ. Κωνσταντίνου. Κύριο θέμα ὁ Ἀρειανισμός.



Προηγούμενη Σελίδα