Φώτιος ὁ Μέγας
Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα
ΕΙΣΑΓΩΓΗ - ΜΕΤΑΦΡΑΣΗ - ΣΗΜΕΙΩΣΕΙΣ: ΠΑΝ. Κ. ΧΡΗΣΤΟΥ
Ἀπὸ περιοδ. ΕΠΟΠΤΕΙΑ, Φεβρουάριος 1992, Ἀθήνα
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ
Οἰκουμενικὲς Σύνοδοι
5. Οὕτω τοιγαροῦν φρονῶν καὶ πιστεύων κατὰ τὴν παράδοσιν τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, ὦ καλὸν ἄγαλμα τῶν ἐμῶν πόνων, τὰς ἁγίας καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους, τὰς μὲν ὡς διδασκάλους, τὰς δὲ ὡς προμάχους τῆς εὐσεβείας, ἀποδέχου καὶ περίεπε• δι' αὐτῶν γὰρ πᾶσα καινοτομία καὶ αἵρεσις ἀπελαύνεται, τὸ δὲ τῆς ὀρθοδοξίας ἀκήρατον καὶ ἀρχαιοπαράδοτον φρόνημα ταῖς τῶν εὐσεβούντων ψυχαῖς εἰς ἀδίστακτον σεβασμιότητα καθιδρύνεται. Ὧν ἀπάρχομαι τὴν ἀφήγησιν, χρόνον καὶ τόπον καὶ ἀριθμὸν τοῦ πλήθους καὶ τοὺς ἀρχηγοὺς ἑκάστης χάριν εὐμαθείας ταῖς οἰκείαις συνυποτυπούμενος πράξεσιν.
|