image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Οἱ λεπτομέρειες τῆς εὐνομίας

52. Οὕτω δὲ σεαυτὸν φιλίᾳ περιφράξας, ἔσο τοῖς μὲν εἰς ἑτέρους καὶ εἰς τὰ κοινὰ πλημμελοῦσιν ἀπαραίτητος, τοῖς δὲ εἰς σὲ ἁμαρτάνουσιν συμπαθέστατος. Διὰ μὲν γὰρ ἐκείνου εὐνομία ἔσται τῇ πολιτείᾳ καὶ ἡ σὴ περὶ τοὺς ἀρχομένους ἐπίδηλος σπουδὴ καὶ κηδεμονία• διὰ δὲ τούτου τὸ φιλάνθρωπόν τῆς γνώμης καὶ ὁ βασίλειος ὡς ἀληθῶς ἀνακηρύττεται τρόπος. Οἱ μὲν γὰρ τύραννοι τὰ κοινὰ τῶν ἀδικημάτων καὶ τὰ εἰς ἀλλήλους πολλάκις ὑπερορῶσιν, πικρῶς δὲ τὰ εἰς ἑαυτοὺς ἐξετάζουσιν βασιλέως δέ ἐστι καὶ ἀρχῆς ἐννομωτάτης ἔργον τὰ μὲν εἰς ἑαυτὸν φιλανθρώπως φέρειν, τὰ δὲ εἰς κοινὰ καὶ εἰς ἀλλήλους δικαίως διευθετεῖν καὶ διεξάγειν.

53. Ὥσπερ πολλῶν ἐπαίνων ἄξιος ὁ μεγάλην ἐξουσίαν τοῦ ἀδικεῖν λαβὼν καὶ τὰ δίκαια πράττων, οὕτω πολλῶν ὑπεύθυνος ψόγων ὁ μηδενὸς ἐνδεὴς τῶν ἀναγκαίων καὶ εἰς τὰ ἀλλότρια τάς χεῖρας ἐκτείνων. Ἄνδρὶ μὲν γὰρ πενομένῳ πρόφασις, εἰ καὶ παράλογος, τοῦ ἀδικεῖν ἡ πενία• ἀνὴρ δὲ δυναστείαν ἔχων καὶ ἀπορίαν οὐκ ἔχων ἀναπολόγητον ἔχει τὴν ἀπὸ τοῦ ἀδικεῖν ἁμαρτίαν.

54. Ὅσῳ δέ τις προέχει τῇ ἀρχῇ, τοσοὺτῳ χρεωστεῖ πρωτεύειν καὶ τῇ ἀρετῆ.(40) Ὁ δὲ τοὐναντίον ποιῶν τρία ἅμα καὶ κάκιστα ἐπιτελεῖ• ἀπόλλυσιν ἑαυτόν, τοὺς ὁρῶντας εἰς κακίαν παρακαλεῖ, βλασφημεῖσθαι παρασκευάζει τὸν θεὸν ὅτι τοιοὺτῳ τηλικαύτων ἐνεχείρισεν ἀρχήν. Διὰ τοῦτο παντὶ μὲν ἀνθρώπω φευκτέον ἡ κακία, μάλιστα δὲ τοῖς ἐν τῆ ἀρχῆ.

55. Ἄρχε τοίνυν τῶν ὑπηκόων μὴ πεποιθὼς τυραννίδι, ἀλλὰ τῇ τῶν ἀρχομένων εὐνοίᾳ(41) εὐνοίᾳ γὰρ μεῖζον ἀρχῆς βάθρον καὶ ἀσφαλέστερον ἢ φόβος. Τοῦτο δὲ ἀρετῶν τε κτῆσις ποιεῖ καὶ οἱ περὶ τὸ ὑπήκοον πόνοι καὶ φροντίδες. Οὕτω δὲ αὐτός τε ὡς ἀληθῶς βασιλικῶς καὶ ἡδέως βιώσεις κἀκείνοις ἐλευθέραν ἐπιβουλῆς καὶ συμφορῶν ἀλογίστων τὴν πολιτείαν συντηρήσας ἐλευθέραν ἐπιβουλῆς καὶ συμφορῶν ἀλογίστων τὴν πολιτείαν συντηρήσας ἀείμνηστον σαυτοῦ κλέος τὸν ἅπαντα χρόνον καταλείψας.

56. Νόμων τοὺς ἀκριβέστατους ἐπαινεῖ καὶ ἀποδέχου, καὶ πρὸς ἐκείνους βλέπων τὸν σεαυτοῦ ρύθμιζε βίον μὴ μέντοι κατὰ τὰς ἐκείνων ψήφους τὸ ὑπήκοον ἀπαραιτήτους εἰσπράττου τὰς τιμωρίας, ἀλλὰ διὰ τῶν φιλανθρωποτέρων μᾶλλον παιδαγώγει. Οὕτω τε γὰρ φοβερὸς δι’ὧν σεαυτὸν ἀκριβολογεῖς τοῖς ἁμαρτάνουσιν εἶναι δόξεις καὶ ἀνεπαχθὴς τοῖς ὑπηκόοις.

57. Δεῖ δὲ ἐγκρατῶς ἄρχειν, οὐ τῶ κολάζειν, ἀλλὰ τῷ δοκεῖν κολαστικὸν εἶναι.(42) Τοΰτο δὲ ἦθος εὐσταθὲς ποιεῖ καὶ ἡ τῶν οἰκείων τρόπων σεμνότης καὶ ἐπιμελεία• ὀργίλων δὲ μᾶλλον ἀνθρώπων ἢ φρονίμων αἱ κολάσεις, οἵτινες ἀπορίᾳ τοῦ δημαγωγεῖν σωφρόνως ἐπὶ τὸ κολάζειν τρέπονται ραδίως. Καὶ τὸ μὲν καὶ ὁ τυραννικώτατος πράξειεν ἄν, τὸ δὲ μόνος ὁ ἀρχικώτατος, εἴπερ ἄρχοντος ἀρετὴ μὴ φθείρειν, ἀλλὰ πλείους καὶ βελτίονας ποιεῖν τοὺς ἀρχομένους.

58. Ἄρχοντος μέν τινες ἔφησαν ἀρετὴν ἐκ μικρᾶς μεγάλην πόλιν ποιῆσαι•(43) ἐγὼ δὲ μᾶλλον ἂν φαίην τὸ ἐκ φαύλης σπουδαίαν παρασκευάσαι. Τοῦ μὲν γὰρ καὶ καιρῶν πολλάκις φορὰ γέγονεν παραιτία, τὰ δὲ οὐκ ἔστι μὴ οὐχὶ παρὰ τοῦ ἄριστα διοικοῦντος γενέσθαι. Ὂν σὺ παραζηλῶν δι’ ὧν κατορθοῖς, ἀρετῇ τὴν τῶν ἀρχομένων αὔξει πολιτείαν.

59. Ὥσπερ τεῖχος σαθρόν, κἄν οἰκίας ἔνδον ἒχῃ λαμπρὰς καὶ ἀέρων εὐκρασίαν καὶ ὠνίων ἀφθονίαν, ὅμως τὴν πόλιν ἐξευτελίζει, οὕτως οἱ περὶ τὸν ἄρχοντα φαῦλοι καὶ τὸν ἐκείνου συνδιαβάλλουσι τρόπον• οἱ γὰρ ἐκείνων τῆς πονηρίας λαμβάνοντες πεῖραν καὶ τὸν ὑπ' αὐτῶν δορυφορούμενοι παραπλήσιον ὑπολαμβάνουσιν εἶναι.(44)

60. Μηδενὸς παρανομίαν, κἄν δοκῇ δι’αὐτῆς εὐημερεῖν, ἐπαινέσῃς• ἐκεῖνόν τε γὰρ μᾶλλον εἰς κακίαν ὑπαλείψεις καὶ σεαυτὸν εἰς παραπλησίαν πρᾶξιν καιρὸν ἐπιζητεῖν ἀπελέγξεις. Ὁ γὰρ πρὸ καιροῦ ταῦτα δι' ὧν ἐπαινεῖ προθυμούμενος καὶ τιμῶν, τί ἂν οὐ ποιήσει τοιούτου καιροῦ παραπεπτωκότος;(45)

61. Ὁ τῶν ἀρχόντων τρόπος νόμος γίνεται τοῖς ὑπὸ χεῖρας. Εἴ τι οὖν τὸ πλῆθος ἐξαμαρτάνει, εἰς τὸν ἄρχοντα τὴν αἰτίαν ἀναπέμπει• πόσον οἴει σαυτὸν ἀρετῆς ἐπιμελεῖσθαι καὶ χρεωστεῖν ἀεὶ ἐπὶ τοῖς καλοῖς ἐγρηγορέναι;

62. Πάσης πράξεως βουλὴ προηγείσθω• οἱ γὰρ ἀνεπίσκεπτοι πράξεις ὡς τὰ πολλὰ σφαλεραί, καὶ τὸ κατορθούμενον δικαίως ἂν αἰτίας ἄλλης ἔργον νομισθείη μᾶλλον ἢ τῆς τοῦ πολλάκις παρασφαλέντος ὁρμῆς καὶ περιπετείας.(46)

63. Ἅπερ χεῖρες πολλῶν καὶ πολλάκις οὐκ εἰργάσαντο, ταῦτα βουλὴ μία καὶ ἐφάπαξ κατεπράξατο• διὸ εὐβουλίαν προτίμα πολυχειρίας.(47)

64. Προνοίας ἐπίκουρος ἡ μετάνοια. Ἃ τοίνυν ἐκείνην διέλαθεν καὶ ἐκπίπτει, αὕτη ταῦτα ἐπανελομένη διορθούσθω καὶ διασῳζέτω.

65. Ὁ φθόνος πάσῃ μὲν ψυχῇ μεγάλη νόσος, μεγίστη δὲ μάλιστα τοῖς ἐν ἐξουσίᾳ• ἀνάγκη γάρ, οἷς συνεργοῖς μέλλει χρῆσθαι καὶ βίου καὶ πόλεως πρὸς εὐδαιμονίαν, τούτους ὁρᾶν ὡς ἐχθροὺς διὰ τὴν ἐνοῦσαν ἀρετὴν καὶ ἐπιβουλεύειν ὡς πολεμίους• οὗ τι ἂν εἴη ὀλεθριώτερον ἢ ἀφρονέστερον;

66. Ὅσον δὲ δεῖ φυγεῖν τὸ φθονεῖν, τοσοῦτον διώκειν τὸ φθονεῖσθαι• ἀρχόντι δὲ μάλιστα πρέπει, ὧ μηδ' ἐξ ἑτοίμου ἡ ἀπὸ τῶν φθονούντων φέρεται βλάβη. Εἰ δεῖ δὲ ὅμως τὸν φθόνον περιστέλλειν (πολυμήχανον γὰρ καὶ πάντολμον τὸ θηρίον), οὐκ ἀρετῆς ἐλαττώσει, μετριότητι δὲ φρονήματος καὶ ἀφαιρέσει καὶ περικοπῆ τῆς ἐν τοῖς οὐκ ἀναγκαίοις ἐπιδείξεως καὶ πλεονεξίας τὰς αὐτοῦ βολίδας διακρουστέον.

67. Ὅταν τις ἄρχῃ ἑαυτοῦ, τότε νομιζέτω καὶ τῶν ὑπηκόων ἄρχειν ἀληθῶς(48) Ὅταν γὰρ ἴδωσι τὸν ἐφεστηκότα ἄρχοντα παθῶν καὶ κρατοῦντα ἡδονῶν, τότε πόθῳ καὶ ἑκόντες καὶ αὐτοὶ ὑποταγήσονται• ἂν δὲ ἀνδράποδον ἴδωσιν ἡδονῆς καὶ παθῶν, ἀφόρητον ἡγήσονται ἀνδραπόδῳ δουλεύειν αὐτοί.

68. Ἄριστον νόμιζε δικαστήν, ὃς τάχει μὲν λογισμῶν τὴν τοῦ δικαίου φύσιν θηρεύει, θηρεύσας δὲ σὺν ὀρθότητι προάγει• καὶ πρᾶξαι μὲν ἄνεσιν τοῖς ἀδικουμένοις ὀξύς, βραδὺς δὲ κολάσαι τοὺς ἁμαρτάνοντας• καὶ κρείττων μὲν χρυσίου, οὐκ ἐλάττων δὲ δυναστείας• καὶ κρατῶν μὲν ὀργῆς, οὐχ ἡττώμενος δὲ συμπαθείᾳ• καὶ μόνην μὲν συγγένειαν καὶ φιλίαν καὶ δόξαν οἶδεν ἐν τῷ δικάζειν τὴν δικαιοσύνην, μόνην δὲ ἀλλοτρίωσιν καὶ ἔχθραν καὶ ἀδοξίαν τὴν ἀδικίαν.

69. Μηδὲν τῆς πρὸς τὸ ὁμόφυλον διαθέσεως εὐχερῶς καὶ χωρὶς ἐμφανοῦς αἰτίας μεταβάλλοις. Εἰ γὰρ καὶ ὑπολανθάνουσαι παρ' αὐτῶν αἰτίαι τὴν πρὸς αὐτοὺς μεταβολὴν δικαίαν ποιοῦσιν, ἀλλ’οὖν οἱ ταύτας μὴ συνορῶντες οὐκ ἐκείνους αἰτιάσονταί τῆς σῆς περὶ αὐτοὺς ἀλλοιώσεως, σοῦ δ' ἀρρωστίαν καὶ εὐχέρειαν κατηγορήσουσι γνώμης.

70. Οὐχ οὕτως ἡ ἐν πολέμῷ ἀνδρεία τὸν ἄρχοντα κοσμεῖ καὶ σώζει, ὡς ἡ πρὸς τοὺς ὁμοφύλους εὐμένεια καὶ φιλανθρωπία. Πολλοὶ γὰρ πολεμίων κρατήσαντες ὑπὸ τῶν οἰκείων δι' ὠμότητα διεφθάρησαν• καὶ πολλοὶ παρὰ μικρὸν ἁλῶναι πολεμίοις κινδυνεύσαντες ὑπὸ τῶν ὁμοφύλων διεσώθησαν, οὐ δ' αὐτὸ τὸ ζῆν ὑπὲρ τῆς σωτηρίας προτιμησάντων τοῦ ἄρχοντος.

71. Ἄρχοντας δεῖ καθιστάναι μάλιστα μὲν πάσαις πλουτοῦντας ταῖς ἀρεταῖς, εἰ δὲ μή, πάντως γε δικαιοτάτους• καὶ γὰρ ἃ τοῖς ἄρχουσι παρανομεῖται, ταῦτα τὸ μῖσος καὶ τὴν ὀργὴν τοῦ πλήθους εἰς τὸν προχειρισάμενον ἀναφέρει.(49)

72. Πολλαχόθεν δεῖ τὸν ἄρχοντα θηρεύειν τῶν ὑπηκόων τὰς γνώμας, καὶ οὕτως κοινωνοῖς χρῆσθαι φιλίας καὶ ἀρχῆς καὶ βουλευμάτων• πρῶτον ἐξ ὧν τὰ κατὰ τὴν αὐτὸς αὐτοῦ οἰκίαν οἰκονομεῖ• δεύτερον ἐξ ὧν γυναικὶ τε καὶ παισὶ καὶ δούλοις συνδιατίθεται• τρίτον ἐξ ὧν κέχρηται τοῖς φίλοις• τέταρτον ἐξ ὧν πρὸς τοὺς ἐκ γειτόνων διάκειται• καὶ πέμπτον ἐξ ὧν ἔχθραν τε ἀναδέχεται καὶ ἀμύνεται, καὶ πάλιν οἷς κατατίθεται καὶ διαλύεται. Ἱκανὰ γὰρ ταῦτα φύσιν ἀνδρὸς τεκμηριῶσαι καὶ δεῖξαι γυμνὸν προσωπείου καὶ τοῖς ἐπὶ σκηνῆς ὑποκρίσεως τὸν ἄνθρωπον θεωροῦσιν.

73. Τότε κριτὴς ἄριστος ἒσῃ τῶν ἄλλων, ὅτε τὰ σαυτοῦ ἐπισκοπῶν λόγον ἑκάστης πράξεως ὑπὸ συνειδότι κριτῇ δίδως καὶ διόρθωσιν ἐπινοεῖς τῶν ἡμαρτημένων.(50) Ἐπεὶ πῶς τοὺς ἄλλους ἐπιτιμῶν οὐκ ἐρυθριάσεις, ἐφ’ οἷς αὐτὸς τὰ ὅμοια ἐξαμαρτάνεις; πῶς δὲ ἐκείνους οἵει σοι διατεθῆναι, ἡνίκα ἐν οἷς ἀνεύθυνόν σε καθορῶσιν, αὐτοὶ δίκας εἰσπράττεσθαι δικαιοῦνται;

74. Ἐπαίνει τὰς ἀρίστας πράξεις• ἐπαίνει δὲ μὴ λόγῳ μόνον, ἀλλὰ δι' ὧν αὐτός τε μάλιστα τὰ ὅμοια πράττοις καὶ δι' ὧν τοὺς μαθητὰς τῶν λοιπῶν προκρίνων ἐντίμους ἀποδεικνύοις• τὸ μὲν γὰρ καὶ τῶν τυχόντων, τὸ δὲ τῶν ἄρχειν ἀξίων.

75. Προνόει πάντων, τῶν μὲν ἐπιεικῶν, ὡς ἂν ἄριστοι γένωνται καὶ τῆς ὀφειλομένης αὐτοῖς ἀπολαύσωσι τιμῆς τε καὶ τοῦ προνομίου, τῶν δὲ μὴ τοιούτων, ὡς ἂν βελτιωθῶσιν τὰς γνώμας καὶ τῆς ἀπὸ τῶν νόμων ρυσθῶσιν ἀτιμίας• τοῦτο γὰρ ὡς ἀληθῶς ἀρχῆς ἐννόμου καὶ ἐπιστασίας.

76. Τὰς πρὸς ἀλλήλους τῶν ἀρχομένων ἔρεις εἰς τοὺς πολεμίους τρέπων ἐν τοῖς ὑπὲρ τῆς πατρίδος ἀγῶσιν μετατίθει. Τυράννων μὲν γὰρ στασιάζειν τὰ πλήθη, ἐν γὰρ τῇ κοινῇ φθορᾷ καὶ διχοστασίᾳ ἡ τυραννὶς τὴν ἀσφάλειαν ἔχει• ἄρχοντος δὲ καὶ βασιλέως ἀστασίαστον συντηρεῖν τὴν ὁμόνοιαν τῶν ὑπηκόων, ἐν γὰρ τῇ τῶν ἀρχομένων σωτηρίᾳ τὸ βάθρον αὐτοῖς πέπηγεν τῆς ἐξουσίας.

77. Ὥσπερ δεῖ τὸν ἄρχοντα φοβερὸν εἶναι τοῖς ἀδικοῦσιν, οὕτως φυλακὴν καὶ ἀσφάλειαν τῶν μηδὲν ἀδικούντων, ἀλλὰ κατὰ τοὺς νόμους πολιτευομένων.(51)

78. Τρία ἐστὶν ἐν ἀνθρώποις, τιμωρία, ψόγος, ἔπαινος, εἰ βούλει δέ, καὶ εὐεργεσία. Ἀλλὰ τῆς μὲν οἱ πολέμιοι ἄξιοι• ψόγου δὲ οἱ μέτρια τῶν πολιτῶν ἁμαρτάνοντες• ἐπαίνου δὲ καὶ εὐεργεσίας οἱ διαφέροντες κατορθώμασιν εἰ δέ τις εἰς τὴν τῶν πολεμίων τόλμην καὶ μίμησιν ἐξαχθείη, αὐτὸς καὶ τὴν ἐκείνων ποινὴν εἰς ἑαυτὸν ἐπιστρέφει. Ὁ δέ τι τούτων ἀμείβων καὶ τὴν διάταξιν ἐπαλλάσσων, οὗτος ἐχθρός τῆς πολιτείας πλέον ἢ οἱ πολέμιοι• ὅ τε γὰρ τοὺς πολεμίους εὐεργετῶν προδότης, ὅ τε τοὺς φαύλους ἐπαινῶν τὴν πόλιν ἀνατρέπει (ἐπὶ κακίαν γὰρ παρακαλεῖ τοὺς πολίτας), καί ὁ τοὺς κατορθοῦντας μὴ τιμῶν εἰς τὴν αὐτὴν ἀκοσμίαν τὴν πολιτείαν καταστρέφει.

79. Χαλεπὸν μὲν φόβον ἀγάπῃ κεράσαι• οἱ γὰρ φιλοῦντες ὡς ἐπὶ πᾶν τὸ δέος οὐκ ἔχουσιν καὶ οἱ δεδιότες φιλεῖν οὐκ ἐθέλουσιν. Σὺ δὲ δίελε• καί τοὺς μὲν ἀρίστους φιλεῖν παρασκεύασον (οὐδὲν γὰρ δεῖ δέος ἐπὶ τοῖς τοιούτοις), τοὺς δ' ἄλλους ἀνάγκη φοβεῖν, ἴνα τῶν φαύλων ἀπέχωνται. Φοβήσονται δὲ χωρὶς μίσους, ἂν μὴ μετ' ὀργῆς ὁρῶσι κολάζοντα, ἀλλ' ὡς πατέρα παιδεύοντα, καὶ ἐν μὲν τοῖς ἁμαρτήμασιν οὐχ ἡδέως τιμωρούμενον, ἐν δὲ ταῖς συμφοραῖς καὶ τοῖς δυστυχήμασιν ἀπροφασίστως ἐπικουρεῖν προθυμούμενον.

80. Οἱ χρώμενοι τοῖς ἐκ φύσεως πλεονεκτήμασιν εἰς πονηρίας ὑπηρεσίαν, ἀλλὰ μὴ πρὸς τὴν τῶν πλησίον εὐεργεσίαν, οὗτοι καὶ τὴν φύσιν φαυλίζουσιν καὶ τῷ δημιουργῷ τὴν περὶ αὐτοὺς φιλοτιμίαν εἰς ὕβριν καὶ ἀχαριστίαν περιτρέπουσιν.

81. Ὥσπερ αἰσχρὸν καὶ ταπεινὸν πρὸς ἡδονὴν ὁμιλεῖν τῷ πλήθει, οὕτως ἐπικίνδυνον καὶ σφαλερὸν ἀεὶ σοβαρεύεσθαι καὶ ὑπέρογκον ὁρᾶσθαι. Ἀεὶ τοιγαροῦν ἑκάτερον ἄκρον φυγόντα ὡς ἀρετὴν τὴν μεσότητα διώκειν καὶ καιροῖς ἰδίοις τὸ πρόσφορον ἀπονέμειν.

82. Προπετὴς ὅρκος πρόχειρος ἐπιορκία• ἄλλως τε δὲ καί τὸ ὀμνύειν ὅλως ἤθους οὐκ εὖ βεβηκότος οὐδὲ φρονήματος εὐγενοῦς• ὁ δ' εὐσταθὴς καὶ μεγαλόψυχος ἀνὴρ αἰσχυνθήσεται τοὺς λόγους ὅρκῳ πιστοὺς ἀποφαίνειν καὶ τὴν διὰ τῶν οἰκείων τρόπων πίστιν ἀτιμάζειν.(52)

Λίαν ἄρα συμφερόντως καὶ κηδεμονικῶς καὶ ὁ δεσποτικὸς νόμος τὸν ὅρκον κωλύει.(53)

83. Ἃ μὲν εὖ πάθοις, ἀεὶ μέμνησο• ὧν δ'ἂν εὖ ποιἠσαις, θᾶττον ἐπιλανθάνου• τὸ μὲν γὰρ χρηστότητος καὶ εὐγνωμοσύνης, τὸ δὲ καθαρᾶς μεγαλοψυχίας καὶ καθαρὰν φυλάττει τὴν εὐεργεσίαν.

84. Εὐεργεσίας καὶ συμφορὰς ὀνειδίζειν τῆς αὐτῆς εἶναι νόμιζε κουφότητος καὶ ἀπανθρωπίας.

85. Ἀπάτη μὲν πανταχοῦ ἀσθενείας ὁμολογία. Ἀλλ' εἰ μὲν ἐν φίλοις, κακόν τε ἔσχατον καὶ ὑπερβαλλούσης μοχθηρίας• εἰ δὲ πρὸς ἐχθροὺς καὶ πολεμίους, μηδὲν μὲν προειδότας, οὐ πόρρω στρατηγίας, κοινολογίας δὲ γενομένης, καὶ ταύτην οὐκ ἀθετοῦντας, πόρρω ἀριστείας καὶ ἀνδραγαθίας. Διὸ μηδὲ τοὺς πιστεύοντάς σοι πολεμίους ἀπάτῃ μετέρχου• εἰ γὰρ καὶ πολέμιοι, ἀλλ’ ὅμως οὐδὲν ἔλαττον ἀπατεὼν καὶ πλάνος ὁ τοὺς πεπιστευκότας ἐξαπατήσας.

86. Προδότην ὡς τὰ πολλὰ οἱ ἄνθρωποι προδιδόντα μὲν φιλοῦσι, προδεδωκότα δὲ μισοῦσι. Σὺ δὲ ἐπισκόπει• κἄν μὲ ἐπιβουλευθεὶς ὑπὸ τῶν οἰκείων καὶ χαλεπὰ παθῶν προὔδωκεν, οὐκ ἀνέλπιστόν ἐστι φίλον καὶ καλὸν γενέσθαι• ἂν δὲ μηδέν, καὶ σαυτοῦ μηδὲν ἔλαττον νόμιζε προδότην. Τὰ μὲν γὰρ ἀμείψασθαι κακοῖς τοὺς λελυπηκότας ἀνθρώπινον πάθος• τὸ δὲ τηλικαύτης ἄρξαι κακουργίας ἀνιάτου μοχθηρίας.

87. Χρυσὸς ἅπαντα τὰ ἀνθρώπινα στρέφει. Φύλαττε τοιγαροῦν τὸ τῆς πατρίδος ἀνύβριστον ἔθος, ἄχρηστον καὶ νομίζων καὶ πᾶσιν ἐπιδεικνὺς τὸν τοῖς φιλοῦσιν ἰσχυρὸν ἐπίβουλον χρυσόν.

88. Δεῖ τὰ μὲν ἰδίᾳ συμπίπτοντα εὐχαρίστως καὶ γενναίως φέρειν, τὰ δὲ τῶν ὑπηκόων συμπαθῶς καὶ οὐκ ἀναλγήτως• τὸ μὲν γὰρ κατερίας καὶ φρονήματος ἀνδρείου, τὸ δὲ ὀλιγωρίας, καί ἀνάξιον ἀρχικῆς προνοίας καὶ ἐπιστασίας.

89. Ἐχθροὺς ὁμοφύλους μὴ ἀμύνασθαι ἔστι μὲν θεῖος(54) καὶ φιλάνθρωπος νόμος, ἔστι δὲ καὶ πολὺ τὸ χρήσιμον ἐν αὐτοῖς τοῖς πράγματι παρέχων. Ὁ μὲν γὰρ ἀμυνόμενος ἔχει πάλιν χαλεπώτερον ἐχθρόν, ὁ δὲ εὐεργετῶν ἢ φίλον παρεσκεύασεν ἀντὶ ἐχθροῦ ἢ πάντως πραότερον ἐχθρόν.

90. Μηδὲν ὧν ἄλλοις ἒγνως ἐπαγγέλλειν φαίνου παραβαίνων. Ἡ γὰρ ἔν τισι ψευδολογία τὸν ὅλον τρόπον ἄπιστον δεικνύει, καὶ τοῖς διαψευσθεῖσιν οὐκ ἔστιν αἰσχύνη μὴ ἀμείβεσθαι τοῖς ὁμοίοις. Παντὶ μὲν οὖν ἀνθρώπῳ διὰ τοῦτο φευκτέον τὸ ψεῦδος, μάλιστα δὲ τοῖς ἐν δυναστεία• τοῖς μὲν γαρ ἄλλοις ἔσθ' ὅτε γίγνεται ἀπολογία ἡ ἀδυναμία, τοῖς δὲ οὐκ ἔστι καταφυγὴ μὴ οὐχὶ παντὶ τρόπω μοχθηροὺς τὰς γνώμας ἐλεγχθῆναι.

91. Τὰς μετὰ σφοδρότητος ὑποσχέσεις εὐλαβεῖσθαι χρή. Εἴτε γὰρ παράσχοις, τὴν πλείστην προαφεῖλες χάριν, τῇ σφοδρότητι τῆς ἐπαγγελίας ταύτην προκαταμερίσας καὶ εἰς δύο τὴν μίαν δωρεὰν κατασμικρύνας• εἴτε μὴ παράσχοις, διπλὴν ἀπήνεγκας τὴν αἰσχύνην, ὅτι τε σφοδρῶς ὑπέσχου καὶ ὅτι μηδὲν ὧν ὑπέσχου παρέσχες, καὶ δυσμενὴς ὤφθης ἀντὶ φίλου• ἀφεῖλες γὰρ ὃ παρέσχον αἱ ἐλπίδες. Ἄλλως τε δὲ καὶ αἱ σφοδραὶ ὑποσχέσεις ἁρμόζουσι τοῖς οὐ λίαν πιστευομένοις• ἐλέγχουσι δὲ καὶ ὡς οὐ κηδεμονίας μᾶλλον ἢ χρείας ὑποτεινόμεναι χάριν.

92. Ἄξιος χαρίτων ὁ εὐλαβούμενος αὐτῆς καὶ φύσιν καὶ προσηγορίαν, καὶ μὴ παυόμενος μελετᾶν, ἕως ἂν αὐτὴν ἀνταποδώσῃ. Ὥσπερ δὲ ἀνάξιος χαρίτων ὁ ἀχαριστίᾳ γνώμης ἀμείβων τὸν εὐεργέτην, οὕτως ἄξιος τοῦ τῆς εὐεργεσίας ἀξιώματος ὁ χαριζόμενος ἐφ' ᾦ μὴ ἀνταπολαβεῖν τὴν χάριν.

93. Μηδὲν παράνομον μηδὲ φίλοις χαρίζου• ἂν μὲν γὰρ ἐπιεικεῖς ὦσι, μισήσουσι μᾶλλον παρανομοῦντα ἢ φιλήσουσιν χαριζόμενον• ἂν δὲ φαῦλοι, διπλῆν ζημίαν ὑπέμεινες, κακοὺς εὐεργετῶν καὶ ἀγαθοῖς ἀπεχθανόμενος. Καὶ χωρὶς δὲ τούτων τέρψει προσκαίρῳ καὶ ἰδιωτικῇ ἀίδιον ὄνειδος ἀλλάξασθαι καὶ κοινὸν μεγάλης ἀνοίας.

94. Αἱ χάριτες ταῖς ἀναβολαῖς καὶ παρατάσεσιν τοῦ χρόνου ὥσπερ εἰς γῆρας ἐλθοῦσαι τὸ οἰκεῖον μαραίνονται κάλλος• τὸ γὰρ ἄνθος ἀποβαλοῦσαι τῆς προθυμίας, μεθ' ἧς ἀμήχανόν τινα καὶ λαμπρὰν ἐποιοῦντο τὴν τέρψιν, οὐ κὰθ’ ὥραν φέρουσι τὴν εὐφροσύνην.(55)

95. Ai χάριτες ἡμιτελεῖς οὖσαι οὐκ ἐθέλουσι χάριτες εἶναι, ἔσονται δέ, ἐπειδὰν τετελειωμέναι ὦσιν• ὁ δὲ ταύτας ἐξ ἡμισείας κατατιθεὶς ἑαυτὸν ἐζημίωσεν καὶ τὸν λαβόντα οὐκ εὒφρανεν. Ὁ γὰρ ἡμίτομον τὴν χάριν ἀπειληφῶς οὐχ οὕτως τῷ ἡμίσει εὐφρανθήσεται ὡς ὑπὲρ τοῦ ἀφαιρέματος ἀνιάσεται.

96. Ὁ τὰς χάριτας ὀνειδίζων ὅμοιός ἐστι γεωργῷ σπείροντι μὲν προθύμως, ἐπαφίεντι δὲ χοίρους καὶ θηρία τῷ σπόρῳ. Ὡς γὰρ ἐκεῖνος καὶ τὸ σπέρμα καὶ τὸν ἐξ αὐτοῦ λυμαίνεται καρπόν, οὕτω καὶ οὗτος καὶ τὰ καταβληθέντα καὶ τὴν βλαστάνουσαν αὐτῷ προσαπόλλυσιν εὐχαριστίαν.

97. Μὴ δὴ κατὰ πρώτας εὐεργετῶν, ἔπειτα δὲ ἀμελῶν, νόμιζε τὴν ἐξ ἀρχῆς σοὶ εὒνοιαν τοὺς εὐεργετηθέντας διαφυλάττειν. Πολλοὺς γὰρ αὐτὸς ἐγὼ πείρᾳ διέγνων ὅτι θαρρήσαντες τῷ πλήθει καὶ μεγέθει τῆς κατ' ἀρχάς, εὐεργεσίας, οὐδὲν ἐν τοῖς ἐφεξῆς ἐφρόντισαν ἐπιδείξασθαι τοιοῦτον• ἀρκέσειν γὰρ τοῖς εὐεργετηθεῖσιν πρὸς τὴν διὰ βίου εὐχαριστίαν τὴν κατ' ἀρχὰς ἤλπισαν φιλοτιμίαν, καὶ χρόνον οὐδένα ἂν ἐγγενέσθαι λήθης τοῖς εὖ πεπονθόσιν τῆς ἀγαθουργιας• τὸ δὲ οὐ μόνον οὐ κατὰ τὰς αὐτῶν ἐλπίδας ἀπέβη, ἀλλὰ καὶ εἰς τουναντίον ἐτράπη. Ἀλλὰ περὶ μὲν τῶν φαύλων τὴν προαίρεσιν οὐδὲν θαυμαστόν• οἱ γὰρ τοιοῦτοι οὐδὲ ρεούσης αὐτοῖς εἰς χεῖρας ἴσως τῆς εὐεργεσίας, οὐδὲ τότε γλώσσαις ἀνοθεύτοις ἠμείβοντο τὰς εὐεργεσίας. Πλὴν καὶ ἐπὶ τῶν ἄλλων τοὺς μὲν καλοκἀγαθίας ἐπιμελουμένους ἧν ἰδεῖν ὡς εἶχον μὲν μνήμην ὧν ἔτυχον ἀπολελαυκότες καὶ εὐλογεῖν οὐκ ἐξίσταντο τὸν εὐεργέτην, ὅμως δὲ μὴ τῶν ὁμοίων τυγχάνοντες οὐδ' αὐτοὶ καθαρὰν καὶ ἀκήρατον τὴν ἀρχαίαν διέσῳζον εὐγνωμοσύνην, ἀλλὰ τῷ χρόνῳ τὴν χάριν (οὐ γὰρ εἶχον ἐπιρροήν) ὑπομαραινόμενοι, τὸ σφοδρὸν καὶ ὡραῖον ἀπηνθίζοντο τοῦ φίλτρου. Οἱ δὲ μέσης νομιζόμενοι διαθέσεως, εὐεργετούμενοι μὲν εὐχαρίστως διέκειντο, ἀμεληθέντες δὲ οὐδ' αὐτοὶ τὴν πρότεραν διάθεσιν εἰς τοὐναντίον μεταβαλεῖν ἐνῃσχύνθησαν, μάλιστα βλέποντες ἑτέρους φιλοτιμιῶν ἀπολαύοντας. Οὐ γὰρ ἃ προπεπόνθασιν αὐτοί, καίτοι δέον, ἐλογίζοντο, οἷς δ' εὖ πάθοιεν οἱ πλησίον ἐνητένιζον, καὶ τούτοις παρακνιζόμενοι τὴν εὐφημίαν εἰς ἀχαριστίαν ἔτρεπον. Πολλῷ ἄρα λυσιτελέστερον ἄρχοντι καὶ ἐν πολιτείᾳ κατὰ μέρος καὶ διὰ βίου ταῖς δωρεαῖς ἢ ἀθρόον καὶ ἐφάπαξ οἰκειοῦσθαι τὸ ὑπήκοον• τὸ δὲ πλῆθος καὶ βάρος τῶν χαρίτων ἁρμόσει μᾶλλον τοῖς ὑπέρογκόν τι καὶ παράδοξον ἐπὶ κοινῇ σωτηρίᾳ, κατωρθωκόσιν ἢ τοῖς εἰς τὸ σπανιώτατον τῆς ἡμῶν ἐπικουρίας δεῖσθαι νομισθεῖσιν.

98. Θυμός ἐστιν ἔκστασις ἑκούσιος καὶ τῶν ἰδίων φρενῶν ἀλλοτρίωσις• ἃ γὰρ οἱ διὰ παντὸς μελαγχολῶντες κατεργάζονται, παραπλήσια τούτοις καὶ οἱ τῷ θυμῷ πληγέντες κατ'ἐκεῖνο καιροῦ διαπράττονται.

99. Ὥσπερ τὸ πῦρ τὴν τρέφουσαν ὕλην ἀφανίζει, οὕτω καὶ ὁ θυμὸς τὴν ἔχουσαν ψυχὴν κατεσθίει• πολλάκις δὲ καὶ φθορὰν ὁλόκληρον εἰργάσατο τοῦ ζώου.

100. Μηδαμῶς μηδένα μηδὲ δικαίως θυμῷ κολάσῃς• ὡς γὰρ ἂν ὁ πάσχων τὴν δίκην ὑφέξῃ, αὐτὸς ὅμως οὐδὲν ἔλαττον ἐξελεγχθήςῃ σφαλερῶς τῇ πράξει κεχρημένος. Διὸ καὶ κάλλιστά τις τῶν ἀρχαίων ἀπεθέσπισε πρὸς ἡμαρτηκότα• "ἐκόλασα ἂν σε, εἰ μὴ ἐθυμούμην».(56)

101. Τυφλόν ἐστι πάθος ὁ θυμὸς καὶ κρίνειν οὐκ ἔχων ἀπὸ τοῦ χείρονος τὸ κρεῖττον. Διὸ οὐδεμία ὄνησις παραίνεσις ὀργιζομένῳ• πεπαυμένῳ δὲ τὴν διὰ τῶν ἐλέγχων θεραπείαν προσενεκτέον κεράσαντι ἐπιεικείᾳ.(57) Οὔτε γὰρ τὰ δριμύτερα τῶν φαρμάκων ἄνευ μέλιτος τοῖς κάμνουσι προσάγειν ἐγνώκασιν οἱ ἰατροὶ οὔτε τοὺς ἀκράτους ἐλέγχους ἡ τῶν ἀπαιδεύτων δέχεται ψυχή.

102. Ὥσπερ ταχὺν ἐν ταῖς τῶν ἀξίων εὐεργεσίαις εἶναι προσῆκεν, οὕτως βραδὺν ἐν ταῖς τῶν αἰτίων τιμωρίαις• καὶ χαίρειν μὲν τιμῶντα τοὺς σπουδαίους, ἀνιᾶσθαι δὲ κολάζοντα τοὺς ὑπευθύνους.

103. Μηδενὶ μηδέποτε πιστεύσαντί σοι ἄπιστος ὀφθείης• ἂν γὰρ ἄπιστοι γενώμεθα τοῖς πεπιστευκόσιν, τίνες τοῖς ἄλλοις δόξομεν; καὶ μετὰ τίνων δὲ λοιπὸν ἀδεῶς καὶ ἡδέως βιώσομεν;

104. Οὐκ ἐθέλει τὸ εἶναι μετὰ τοῦ οἴεσθαι συνεῖναι. Διὸ ἐν οἷς ἂν τὴν οἴησιν ὁρᾷς, τὴν πράξιν ὑπερόριον νόμιζε καὶ διαπεφευγέναι τὸ εἶναι.

105. Αἰσχρόν ἐστιν ἀνδρῶν ἄρχοντα καὶ δεσπόζοντα γυναικὼν ἡττηθῆναι καὶ δοῦλον ἡδονῶν ὀφθῆναι. Ἢν δέ τις νόμῳ βοηθὸν ἐκτήσατο βίου, ταύτῃ συνοικῶν οὐχ ἁμαρτάνει.

106. Ἀγαμία μὲν θεῖον πρᾶγμα καὶ ὑπερφυὲς καὶ μεῖζον πολιτικῆς ἀρετῆς καὶ εὐνομίας• μονογαμία δὲ φύσεως ἀνθρωπίνης ἔργον εἴς τε γένους διαδοχὴν καὶ εἰς κοινωνίαν ἡμέρου καὶ φιλανθρώπου βίου καὶ πολιτείας εὐνομουμένης• πολυγαμία δὲ ὑπέραισχρον καὶ μιαρὸν καὶ τῆς τῶν ἀλόγων ἀκολασίας καὶ ἀκαθαρσίας.

107. Ἀλέξανδρος ὁ Μακεδών, Ἀσίας κύριος δόρατι γεγονώς, τὰς Περσίδας ἔλεγεν βολίδας ὀμμάτων εἶναι(58) ὁ δὲ σώφρων ὡς ἀληθῶς ἀνὴρ καὶ δεσποτικῶν φύλαξ ἐντολῶν οὐ τὰς Περσίδας μόνον, ἀλλὰ καὶ πάσης γυναικὸς ὄψιν ὡς ὀξὺ ψυχῆς βέλος καὶ θανατηφόρον φεύξεται καὶ ἀποστραφεῖται.

108. Ἦχος μὲν φωνῆς ἔπληξεν ἀκοήν, καὶ δι'αὐτῆς ἐνετυπώθη τὸ πάθος τῇ ψυχῇ• κάλλος δὲ σωμάτων εἵλκυσεν ὀφθαλμόν, καὶ δι’ αὐτοῦ δέσμιον λαβὸν κατεδουλώσατο τὸν αὐτοδέσποτον λογισμόν.

109. Ὥσπερ ἀδύνατον ἐν θαλάσσῃ πλέοντα ταραχῆς καὶ ζάλης ἀπείρατον διαμεῖναι, οὕτως ἀμήχανον τὸν κάλλη σωμάτων ἐπισκοποῦντα καὶ περιεργαζόμενον τῶν ἐκεῖθεν κυμάτων καὶ κινδύνων ἐκτὸς καθεστάναι. Διὸ τὰς ἀρχὰς καὶ τὰς αἰτίας ἐκτρέπεσθαι χρὴ τῶν παθημάτων• τοῦτο γὰρ καὶ συμφέρον καὶ οὐ χαλεπόν. Ἐπειδὰν δὲ τοῖς λογισμοῖς τὸ κακὸν ἐνσκήψῃ καὶ τὸ εἴδωλον αὐτοῖς τῆς ἐπιθυμίας ἐντυπώσῃ, δυσαπόβλητον γίνεται τὸ πάθος καὶ χαλεπὸν ἀπαλλαγῆναι.

110. Τινὲς τοὺς ἐρῶντας ἔφησαν ἐν ἀλλοτρίοις σώμασι τὴν ψυχὴν ἔχειν• εὐλογώτερον δ' οἶμαι λέγειν αὐτοὺς ἐν ἀλλοτρίοις σώμασι τὸν νοῦν τῂ ψυχῇ συναπολωλέναι.

111. Μέθην καὶ τρυφὴν τῶν ἀρχόντων ναυάγιον νόμιζε τῶν ἀρχομένων• ὅτε γὰρ ὁ κυβερνήτης καταποντίζεται τῇ πλησμονῇ καὶ τῷ οἴνῳ, πῶς οὐχὶ μυρίοις κύμασι καὶ κλύδωσιν ἐσχάτοις ἡ κυβερνωμένη προσαράξει πολιτεία καὶ τῆ τοῦ κυβερνήτου ὑποβρυχίῳ συγκαταποθήσεται ἀπώλείᾳ;(59)

112. Μηδένα μηδέποτε ἀνθρώπων, μηδὲ τῶν τυχόντων, εἰς ἀπόγνωσιν συνελάσῃς• ἰσχυρὸν γὰρ καὶ ἄμαχον ἀπόγνωσις ὅπλον, καὶ πολλάκις ἀνάγκη στρατηγήσασα πράξεων παραβόλων ἀνελπίστους μεταβολὰς ἐξειργάσατο καὶ πρὶν ἢ γενέσθαι μύθους νομιζομένας.

113. Ἄριστον μὲν ἀνθρώπῳ μὴ διαμαρτεῖν μηδὲ τῆς ὀρθῆς κρίσεως ἀποσφαλῆναι• συνετοΰ δὲ καὶ πεσόντα θᾶττον ἀναστῆναι καὶ χρῆσθαι τῷ πταίσματι πρὸς τὸ μὴ πάλιν πεσεῖν παραγγέλματι.

114. Τὸ περὶ τοὺς πόνους ἑκούσιον τῶν ἀκουσίων ἀφαιρεῖται τὸ ἀφόρητον καὶ χαλεπὸν διὸ χρήσιμος ἡ ἐν τοῖς ἑκουσίοις τριβὴ καὶ μελέτη.(60)

115. Ἀρχικῆς ἀρετῆς καὶ τελείας μὴ μόνον τὸ πλῆθος αἰσχύνεσθαι πρὸς τὸ μὴ ἁμαρτάνειν, ἀλλὰ καὶ ἑαυτὸν πρὸ τοῦ πλήθους.

116. Ἡ διὰ λόγων ὕβρις τοῖς ἐλευθέροις οὐ πολὺ παραλλάσσει τῆς διὰ πληγῶν καὶ μαστίγων. Χρὴ οὖν παραφυλάττεσθαι τὸ προπετὲς τὸ ἐν τούτοις• οὐ μέγα γὰρ δοκοῦν μεγάλας φέρει ζημίας.

117. Πολλοὺς ἔβλαψεν εὐτραπελία• ἀπὸ γὰρ γνώμης διεκπεσοῦσα παιζούσης καιρία πληγὴ γέγονεν τοῖς διαπαιχθεῖσιν, καὶ βραχείᾳ τέρψει τῶν ἐπιτυχόντων μεγάλας ἔτεκεν ἔχθρας τῶν σπουδαίων. Ἣν παντὶ μὲν ἔμφρονι παραφυλακτέον, ἄρχοντι δὲ μάλιστα τῶν ἄλλων, ὅτι καὶ χυδαῖον καὶ καταφρονεῖσθαι μᾶλλον ἢ χαριεντίζεσθαι παρασκευάζει.

118. Εὐεργετῶν τὸ ὑπήκοον περιφρούρει ὡς τῆς ἀρχῆς νεῦρα καὶ οἰκεία μέλη• ἐκείνων γὰρ διασπασθέντων κίνδυνος καὶ τὴν σὴν συγκαταλύεσθαι ἐξουσίαν.

119. Τὰς μελετωμένας στάσεις, ὅσαι μὴ σβέσαι ράον, ἄμεινον ἀγνοίας ὑποκρίσει δοῦναι καὶ λήθῃ καλύψαι ἢ θριαμβεύσαντα ἐπεξιέναι• τὸ μὲν γὰρ ἔσθ' ὅτε καὶ πλέον ἀνῆψεν τὴν φλόγα καὶ χαλεποὺς ἤνεγκε κινδύνους καὶ πολλῇ καὶ τὸν διασωθέντα περιέβαλεν ζημίᾳ, τὸ δὲ πραέως κοιμίζει καὶ μετὰ τοῦ ἀκινδύνου τὸ φιλάνθρωπον καὶ συνετὸν καὶ ἀζήμιον περιέχει.

120. Δεῖ τὸν ἄρχοντα, φερομένων μὲν αὐτῷ κατὰ ροῦν τῶν πραγμάτων καὶ εὖ συνεστώτων, ὡς σαλευομένων ἀσφαλίζεσθαι καὶ ἐπιμελεῖσθαι• ἀνατρεπομένων δὲ καὶ συρρηγνυμένων, ὡς ἂν ἐπαναχθείησαν καὶ ἑδρασθεῖεν βουλεύεσθαι καὶ φροντίζειν• οὐδέτερον γὰρ τῶν ἐπὶ τἀναντία φερόντων ἡ πεῖρα δείκνυσιν ἀνέλπιστον, ἀλλὰ πολλάκις μικρὰ ραστώνη μεγάλας ἀρχὰς καὶ ὑπερόγκους κατήνεγκεν, καὶ πάλιν σπουδὴ σὺν εὐβουλίᾳ εἰς μέγα δυνάμεως ὕψος τοὺς κατενεχθέντας ἐπανήγαγεν.

121. Οἱ ἔμφρονες καὶ εὐσταθεῖς τῶν ἀνθρώπων κατορθοῦντες μὲν οὐ φυσιοῦνται, ἀλλὰ μετρίῳ φρονήματι τῆς εὐπραγίας κοσμοῦσι τὸν ὄγκον καὶ τῶν φθονούντων διαπραΰνουσι τὸ φλεγμαῖνον περιπταίοντες δὲ φέρουσι γενναίως, καὶ τὸ συνενεχθὲν ἀρετῆς ὑπόθεσιν ποιούμενοι τῷ κράτει ταύτης δυναμοῦσι τὴν γνώμην καὶ τὸ ἀθυμοῦν ἐξορίζουσι τῆς διανοίας• ἴσασι γὰρ τὸ ἐφ’ἐκάτερα τρεπτὸν καὶ ἄστατον καὶ ἀβέβαιον τῶν ἀνθρωπίνων.(61) Ἀφροσύνης δὲ καὶ κουφότητας καὶ ἀπειροκαλίας τό τε ἐν ταῖς εὐπραγίαις ἐπαίρεσθαι καὶ ὀγκοῦσθαι καὶ τὸ ἐν ταῖς δυσπραγίαις σφόδρα καταπίπτειν καὶ ἐνασχημονεῖν τῇ ἀθυμίᾳ.

122. Ἀνδρῶν μὲν συνετῶν προνοῆσαι τὰ δυσχερῆ καὶ ἀπώσασθαι δι’ εὐβουλίας• οὐκ ἐλαττόνων δὲ καὶ τὰ συμβεβηκότα καλῶς διαθέσθαι καὶ οἰκονομῆσαι.

123. Οἶδα πράξεις ἀθρόον ἐπιστάσας, καὶ τῷ ἀδοκήτῳ τοῦ συμβεβηκότος ἐκπλαγέντάς τοὺς τεθεαμένους καὶ ἡσύχως ἐνεγκόντας τὰ συνενεχθέντα καὶ οὐδ' εἷς τὸ ἔπειτα διαναστάντας ἀποσείσασθαι τὸ βάρος, μάλιστα δὲ τῆς ἐξ αὐτῶν οὐ συναυξομένης βλάβης, ἀλλὰ καὶ τρόποις ἄλλοις πραοτέροις ὑποχαλωμένης. Εἶδον γάρ, εἶδον ἐνίας οὕτως οἰκονομηθείσας καὶ τῷ συνήθει κατ' ὀλίγον ἐπὶ πλέον συνεπικουφιζομένας, εἰς τὸ ἀλυπότατον ἀποκριθείσας, ἄλλας δὲ τουναντίον καὶ τοὺς πρὸς ἀμέλειαν καὶ ἀτολμίαν ζῶντας κέντρου δίκην ὡς ἐξ ὕπνου διεγηγερκυίας. Τῷ γὰρ παραλόγῳ καὶ ἐξαιφνιδίῳ τῶν προστυχόντων ἕκαστος ἀνηρεθισμένος, πᾶς ἄνηρ τοῖς πράγμασιν ἐγεγόνει• καὶ οὐδὲ ἐπὶ μιᾶς ἡμέρας ἀντέσχεν ἐπισχεῖν ἡ καινοτομία.

124. Ἄλλαι δέ, καὶ αὗται τῶν οὐκ ἐξ ἔθους, κατὰ μικρὸν ὑπεισιοῦσαι καὶ τῷ ἠρεμεῖ καὶ ἀταράχῳ συνδιακλέπτουσαι τὴν συναίσθησιν τῆς καινοτομίας παρεισέδυσάν τε οὐ σὺν πόνῳ καὶ οὐδ' εἰ καινότερόν τι συνέβη μνήμην ἔδωκav οὐδὲ τοῖς πεπειραμένοις. Τινὲς δὲ τὸν ὅμοιον τρόπον ἐπιχειρήσασαι παρεισδύνειν καὶ τῷ μὴ τυραννίδι μηδ' αὐτοδεσπότῳ κράτει καὶ ἐκ τοῦ ἐμφανοῦς ὥσπερ ἐπισκήπτειν δειλίαν καταγνωσθεῖσαι, θᾶττον ἀνετράπησαν ὑπὸ τῶν ἐπιτυχόντων• τῷ γὰρ καθ' ἑαυτὰς εὐλαβεστέρῳ εἰς θράσος ἄσχετον καὶ παράβολον τόλμαν ἐξοπλίσασαι καὶ τοὺς πρὸ τούτου δόξαντας ἐπιεικεστάτους, αὐτῇ συνδιεφθάρησαν τῇ ἐπιχειρήσει.

125. Πῶς οὖν ἐστι τυχεῖν τοῦ σκοποῦ; τἀναντία γὰρ διὰ τῶν αὐτῶν ὁρᾶται συντετελεσμένα. Ἄμεινον μὲν μηδ' άπάρχεσθαι τῶν τοιούτων• δειναὶ γὰρ αἱ καινότητες, καὶ χωρὶς ἑτέρου λυπηροῦ, θορυβεῖν καὶ πλήττειν διανοίας καὶ εἰς διαβολὴν καὶ ὕβριν ἐκκαλεῖσθαι τὸ πλῆθος. Ἐπεὶ δ' ἒσθ' ὅτε χρεία κατεπείγει καὶ δεῖται πράξεως ὁ προεστηκὼς καινοτέρας, ἂν μὲν μέγα ὄφελος καὶ εὐφροσύνην ἐξ αὐτῆς τὸ κοινὸν εὑρίσκῃ, οὐδὲν δεῖ σκέψεως καὶ μελέτης• ἂν δ' ἄλλως, καὶ λυπηρὰ εἴη, λόγῳ μὲν διελθεῖν ὅπως ἂν ὡς ἄριστα διανυσθείη οὐ ράδιον οἶμαι (τὰ γὰρ κατά τινας ἰδικωτάτας ἐπακολουθοῦντα περιστάσεις οὐκ ἔνεστιν ἀκριβῶς κοινοτέρῳ λόγῳ καὶ τῶν ἔργων πόρρωθεν θηρᾶσαι), πλὴν ὅ γε καλῶς ἐν τοῖς προειρημένοις ἐγγεγυμνασμένος καὶ πρὸς τὰ τοιαῦτα τὴν ἄνωθεν ροπὴν ἐπίκουρον ἔχων μεγάλην εἴσεται δύναμιν συνειλεγμένος.

126. Ὅπλων καὶ ἀνδρείας καὶ στρατηγίας κραταιότερον καὶ ἀσφαλέστερον νόμιζε τὴν εὔνοιαν τῶν ἀρχομένων.(62) Ταύτης μὲν γὰρ παρούσης καὶ στρατηγούσης κἀκεῖνα χρήσιμα καὶ μεγάλην ροπὴν πρὸς πάντα παρέχει• ἀνῃρημένης δὲ τῆς εὐνοίας ἄμεινον συνανῃρῆσθαι κἀκεῖνα, θᾶττον γὰρ ἐπὶ τὴν μισουμένην ἀρχὴν ἢ κατὰ τῶν πολεμίων ἐθέλει ταῦτα κινεῖσθαι.

127. Λόγους μὲν ἤλεγξαν δόρατα πολλάκις, ἤμβλυνεν δὲ πολλαχοῦ καὶ λόγων ἰσχὺς ὀξύτητα πολέμου καὶ μεγάλων ὁρμὴν διέλυσε στρατευμάτων. Χεῖρες ἄρα μετὰ λόγου διπλοῦν τρόπαιον.

128. Πόνους ἐλπίδες νευροῦσιν καὶ πόνοι τίκτουσιν ἐλπίδας. Σὺ δ' ἐξιλεούμενος τὸ θεῖον μηδενὸς ἀμέλει τῶν πρακτέων, καὶ καλὰς καὶ μεγάλας ἐλπίδας θερίσεις.

129. Ἐπικουρεῖν ἐν οἷς ἕκαστος ἔχει χρείαν ἀρχικῆς καὶ ἐχέφρονος διανοίας, μάλιστα δὲ τοῖς ἐν συμφοραῖς περιπεσοῦσιν• μετὰ γὰρ τῶν ἄλλων καὶ ἀείμνηστον συντηρεῖν εἰώθασι τὴν εὐεργεσίαν.

130. Ἡ εὐδαιμονία τῶν ὑπεξουσίων ἄκραν ἀνακηρύττει σύνεσιν καὶ δικαιοσύνην τῆς ἐξουσίας.(63)

131. Περὶ ὧν ἂν εὖ πράξης, εἴτε ἐν τῷ οἰκείῳ βίῳ εἴτε ἐν τῷ κοινῷ τῆς πολιτείας, τῷ θεῷ ἀνατιθέναι δικαίου τὴν αἰτίαν• οὕτω γὰρ μᾶλλον τε αὐτὸν ἐπίκουρον ἕξεις καὶ θεοφιλὴς εἶναι δόξεις καὶ κοῦφον σεαυτὸν καὶ ἀλαζονικὸν οὐκ ἐλέγξεις καὶ τοῦ φθόνου δείξεις περιτεθραυσμένας τὰς ἀκίδας.





Σημειώσεις

40. Ἰσοκράτης, Πρὸς Νικοκλέα 11.

41. Ἰσοκράτης, Πρὸς Νικοκλέα 21.

42. Αὐτόθι 24• 23.

43. Αὐτόθι 9.

44. Αὐτόθι 27.

45. Αὐτόθι 37.

46. Ψευδο-Ἰσοκράτης, Πρὸς Δημόνικον 34.

47. Εὐριπίδης, ἀπόσπασμα 200.

48. Ἰσοκράτης, Πρὸς Νικοκλέα 29.

49. Ἰσοκράτης, Πρὸς Νικοκλέα 27 Προς Δημόνικον 37.

50. Πρὸς Νικοκλέα 33.

51. Ἰσοκράτης, Πρὸς Νικοκλέα 23.

52. Ψευδο-Ἰσοκράτης, Πρὸς Δημόνικον 22.

53. Ματθ. 5, 34.

54. Ματθ. 5, 38 ἑ.

55. Ψευδο-Ἰσοκράτης, Πρὸς Δημόνικον 31.

56. Διογένης Λαέρτιος, Βίος Φιλοσόφων, 3, 39. περὶ τοῦ Πλάτωνος.

57. Ψευδο-Ἰσοκράτης, Πρὸς Δημόνικον 31.

58. Πλούταρχος, Ἀλέξανδρος 21, 11.

59. Ψευδο-Ἰσοκράτης, Προς Δημόνικον

60. Αὐτόθι, 21.

61. Ψευδο-Ἰσοκράτης, Πρὸς Δημόνοκον 42.

62. Ἰσοκράτης, Πρὸς Νικοκλέα 21.

63. Ἰσοκράτης, Πρὸς Νικοκλέα 31.



Προηγούμενη Σελίδα