image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Ἡ φιλία

49. Μὴ ταχὺς ἦσθα ζευγνύειν εἰς φιλίαν• συζεύξας δὲ παντὶ τρόπῳ τὸν δεσμὸν ἄλυτον συντήρεῖ,(36) ἅπαν τοῦ πλησίον ἀνέχων τὸ βάρος, πλὴν εἰ μήπω ψυχῆς κίνδυνον ἐπάγει. Αἱ γὰρ πρὸς τοὺς φίλους διαστάσεις τὴν ὅλην προαίρεσιν ἐκφαυλίζουσι τῶν ἀνθρώπων, καὶ οὐ τὸν ὑπαίτιον μόνον, ἀλλὰ καὶ τὸν ἀναίτιον εἰς τὴν αὐτὴν ὑπόνοιαν κατασπῶσιν. Ἐκείνοις δὲ κέχρησο φίλοις, οἵ πρὸς ἑτέρους κατὰ πάντα καιρὸν ἄδολον διεσώσαντο τὴν φιλίαν, καὶ μήτε εὐπραγοῦσι βασκανίας ἐπέβαλαν ὀφθαλμὸν μήτε ἠμέλησαν δυσπραγούντων. Πολλοὶ γὰρ κακῶς μὲν πράττουσιν ἐπεκούρησάν τε καὶ συνήλγησαν τοῖς φίλοις, εὗ δὲ φερομένων ὁρᾶν οὐκ ἤνεγκαν τὴν εὐημερίαν• καὶ οὓς οὐκ ἤλεγξε καιρὸς συμπαθείας, τούτους ἐφώρασε τὸ πάθος τοῦ φθόνου. Κτῶ τοίνυν φίλους, μὴ τοὺς φαύλους, ἀλλὰ τοὺς ἀρίστους• ἐκ γὰρ τῶν φιλουμένων ὡς τὰ πολλὰ κρίνεται τὰ ἤθη τῶν φίλων(37) καὶ διὰ μὲν τῶν σπουδαίων ρᾶστον ἄν τις καὶ παρασφαλεὶς ἐπαναχθείη, οἱ φαῦλοι δὲ καὶ τὴν προσοῦσαν λυμαίνονται καλοκἀγαθίαν καὶ οἱ μὲν καὶ τὸ λεῖπον εἰς ἀρετὴν δι' ἑαυτῶν ἐπιτειχίζοντες ἀνελλιπὲς φαίνεσθαι ποιοῦσιν, ἡ δὲ πρὸς τοὺς φαύλους ἐπιμιξία καὶ ὅπερ ἐστὶν ὑπόλοιπον ἀρετῆς νόθον ἀποφαίνει.

50. Μὴ ζήτει δὲ παρὰ φίλων ἀκούειν τὰ ἡδέα, ἀλλὰ τὰ ἀληθῆ μᾶλλον. Εἰ γὰρ ἐχθροῖς μὲν οὐδ' ἀληθεύουσι πιστευτέον, φίλοις δὲ διέφθορεν τὰ τῆς ἀληθείας καὶ τὸ ἡδὺ λέγειν ζητοῦσι κἀκεῖνοι, πόθεν ἡμῖν ἀλλαχόθεν ἡ τῆς ἀληθείας ἔσοιτο γνῶσις καὶ ἡ ἐπιστροφὴ τῶν οὐκ εὐαγῶς ἐνίοτε παρ' ἡμῶν λεγομένων ἢ πραττομένων; Διὸ μέγιστον ἡγοῦ φίλους κολάκων διαφέρειν• οἱ μὲν γὰρ κατὰ πρόσωπον ἐπαινοῦντες, σέ τε τῶν ὡς εἰκὸς ἁμαρτανομένων συναίσθησιν λαβεῖν οὐκ ἐῶσιν καὶ μείζω ταῦτα πρὸς τοὺς ἄλλους ταῖς διαβολαῖς ἀποτελοῦσιν, οἱ δὲ καὶ σὲ τῷ διὰ φιλίας ἐλέγχῳ συνιδεῖν τὸ παρανομηθὲν μᾶλλον δυναμοῦσιν, κἄν τι δέῃ πρὸς τοὺς ἔξω λέγειν, ἀντὶ κατηγορίας ἀπολογίαν τοῦ πραχθέντος ἐκμηχανῶνται. Ὅσον οὖν τοῦ ἐπὶ κακίαν προκόπτειν τὸ ἀρετὴν ἀσκεῖν διενήνοχεν καὶ τοῦ διαβάλλεσθαι ἐν τοῖς ἀρχομένοις τὸ τὰς διαβολὰς διαλύειν, τοσοῦτον δεῖ παρὰ σοὶ τοὺς εὔνους πλέον ἔχειν τῶν κολάκων.(38)

51. Τῶν ἀπορρήτων ἃ μὲν τὴν σὴν ἀρετὴν αὐξάνει, κοινώνει τοῖς φίλοις• ἃ δὲ τὴν γνώμην φαυλίζει, μήτ' αὐτὸς μετέρχου μήτε τοῖς φίλοις ἀνατίθει(39) Ἄριστον μὲν γὰρ τοῦτο καὶ χωρὶς αἰτίας ἑτέρας• πλήν γε δὴ καὶ εἰς κόρον, οἷα πολλὰ τὰ ἀνθρώπινα, τοῦ φίλτρου τραπέντος, μᾶλλον τῆς παραινέσεως τὸ χρήσιμον καθορᾶται. Τὸ μὲν γὰρ φαῦλον τῶν κρυφίων τότε μάλιστα τοὺς λογισμοὺς τοῦ συνεγνωκότος ὑποτρέχον καὶ διακυμαῖνον, θᾶττόν τε καὶ σὺν οὐθενὶ ὄκνῳ τῆς ἀγάπης ἀποστήσει καὶ πρὸς ἐπιστροφὴν ἰδεῖν οὐκ ἐάσει, σοί τε διαβολὴν βαρεῖαν ἔκφορον γεγονὸς ἐποίσει, καὶ πρὸς τὸν ἐξειπόντα χαλεπώτερον διαθήσει. Τὸ δέ γε χρηστὸν τόν τε συνεγνωκότα ραγῆναι τῆς φιλίας ἐπικατασχήσει, δεσμῶ κρατίστῳ τῇ ἀρετῇ βιαζόμενον, καὶ εἰς ἒπαινον τῆς σῆς σπουδαίας γνώμης ἐπὶ νοῦν ἐρχόμενον διαναστήσει, καὶ σὲ δηλονότι ταῦτα συνορῶντα οὐκ ἀηδῶς ἀναλαβεῖν, εἲ τί παρηνέχθης, τήν τε πρὸς αὐτὸν ὁμιλίαν καὶ τὴν ἐν τῷ ποθῷ σχέσιν ἀναπείσει. Ἀεὶ μὲν οὖν φίλους εὐλόγει, μάλιστα δὲ τοὺς ἀπόντας ἐπὶ τῶν παρόντων• οὕτω γε γὰρ καὶ τὸ τῆς κολακείας διαφύγοις, οὐδ’ ἴχνος αὐτῆς ἐν σοὶ φαίνεσθαι παρασκευάζων, καὶ τοῖς φίλοις ἔσῃ πράττων κεχαρισμένα, τοιοῦτον σεαυτὸν εἶναι τοῖς παροῦσι πιστώσας οἷος αὐτοῖς περὶ τῶν ἀπόντων ἐγνώσθης.





Σημειώσεις

36. Ψευδο-Ἰσοκράτης, Πρὸς Δημόνικον 24.

37. Ἰσοκράτης, Πρὸς Νικοκλέα 27.

38. Ἰσοκράτης, Πρὸς Νικοκλέα 28.

39. Ψευδο-Ἰσοκράτης, Προς Δημόνικον 22.



Προηγούμενη Σελίδα