image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Ἐμφάνισις τοῦ ἄρχοντος

43. Μηδὲ τῶν περὶ τὸ σῶμα δὲ ἠθῶν καὶ σχημάτων καὶ κινήσεων ὡς εὐτελῶν ὑπερόρα• καὶ γὰρ καὶ ἡ ἐν αὐτοῖς ἀρίστη τάξις καὶ κατάστασις οὐκ ἐλάχιστον μέρος φρονήσεως ἔδοξεν εἶναι, καὶ τῶν ἀνθρώπων ὅσοι μὴ συνιδεῖν εἰσιν ἐκ τοῦ ράστου δεινοὶ τὴν ἐν τῇ ψυχῇ δύναμιν καὶ τὸ κάλλος, οὗτοι τοῖς ἔξωθεν θεάμασι ξεναγούμενοι καὶ τῶν ἀδήλων ἐρασταὶ καὶ ἐπαινέται καθίστανται. Διὰ τοῦτο δεῖ καὶ προσώπου διαθέσει καὶ κόμης ἀσκήσει καὶ περιβολῇ ἐσθῆτος κόσμιον ὁρᾶσθαι καὶ σεμνόν, μήτε εἰς τὸ βλακῶδες καὶ περίεργον ἐκφερόμενον μήτε πάλιν πέρα τοῦ μετρίου πρὸς τὸ ἠμελημένον καὶ ράθυμον καθελκόμενον• ἑκάτερον γὰρ ἀπρεπὲς καὶ εὐκαταφρόνητον, καὶ ἀρχικῆς πολιτείας ἀλλότριον. Καὶ βαδίσματος δὲ πρέπει τῷ ἄρχοντι εὐταξία, μήτε εἰς τὸ θηλυπρεπὲς καὶ ἔκλυτον ἀσχημονοῦντι τὴν κίνησιν, μήτε μὴν εἰς τὸ ἀθρόον καὶ τεταραγμένον καὶ ἀνώμαλον ταύτην ἐκνεωτερίζοντι• καὶ ὅλως πᾶσα κίνησις τάξει κοσμείσθω.

44. Δεῖ δὲ καὶ τὸ ἐν λόγοις τάχος εὐλαβεῖσθαι• ταχυλογὶα γὰρ ἐν μὲν ἀγωνιστικαῖς διαλέξεσι καὶ ἁμίλλαις οὐκ εὐκαταφρόνητον ἴσως οὐδὲ ἀγενές, ἐν δημηγορίᾳ δὲ ἀνόητον καὶ ἐπισφαλές• ἐν δὲ προστάγμασι, καὶ μάλιστα τοῖς πολιτικοῖς καὶ κοινοῖς, εὐτελὲς καὶ ταπεινόν. Ἐντελέστερον δ' εἰπεῖν, ταχυτὴς ἐν πράξει καὶ λόγοις καὶ κινήμασι σὺν εὐταξίᾳ θεῖον μέν τινα καὶ ὑπερφυῆ ἀποφαίνει τὸν ἔχοντα• σπάνιον δέ, καὶ συνελθεῖν ἅμα πάντα χαλεπώτατον• τὸ δὲ ἐν τούτοις σύμμετρον σὺν εὐταξίᾳ σεμνόν τε καὶ ἀξιάγαστον καὶ μεστὸν ὄγκου καὶ σὺν εὐλαβείᾳ ποθεινὸν ὁρᾶσθαι παρασκευάζει καὶ ἄρχειν ἐπιτηδειότερον, εἴπερ καὶ ἐν τοῖς ἀρίστοις ἐστίν τι τῷ πλήθει ἐρασμιώτερον. Ταχυτὴς δὲ σὺν ἀταξίᾳ ἔμπληκτον καὶ μανιακόν, καὶ κατορθοῦν ἐνίοτε μεγάλα καὶ σφάλλον ὡς τὰ πολλὰ παραπλήσια. Ἡ δὲ σὺν ἀταξίᾳ βραδυτὴς νωθρὸν καὶ ἠλίθιον, καὶ σφάλλον μὲν ἐνίοτε καὶ μεγάλα, κατορθοῦν δὲ ἐλάχιστα, καὶ ταῦτα λίαν ταπεινὰ καὶ πρὸς τὰς λοιπὰς ἐκείνου πράξεις μόνον παραμετρούμενα κατορθώματα.

45. Τὸ πρὸς γέλωτα διαθρύπτεσθαι μετὰ τοῦ ἀσχημονεῖν τὴν μορφὴν καὶ τοῦ ἤθους ἐστὶν ἐξυβρίζειν τὴν εὐστάθειαν.(35)

46. Αἰσχρορρημοσύνης δὲ πάσης καὶ ἀκοὴ καὶ γλῶσσα καθαρευέτω. Ἃ μὲν γὰρ τὶς ἀκούων ἥδεται, ταῦτα καὶ λέγειν οὐκ αἰσχύνεται• ἃ δέ τις λέγων οὐκ αἰσχύνεται, ὅτι καὶ πράττειν οὐκ αἰσχυνθήσεται, μεγάλην παρέσχεν ἀπόδειξιν. Δι’ οὗ δὲ γλώσσης φυλάσσου παρολισθῆσαι• ρήματι γὰρ βραχυτάτω πολλάκις ὑποσφαλεῖσα μεγάλην ἤνεγκε ζημίαν, αὐτοὺς τοὺς περὶ τοῦ ζῆν ἐσχάτους ἀναρρίψασα κύβους.

47. Ἔχε τὰ ὦτα τοῖς μὲν ἀδικουμένοις ἠνεῳγμένα, πρὸς δὲ τὰς τῶν ἀδικούντων ἐπαγωγὰς καὶ πιθανολογίας ἀποκεκλεισμένα.

48. Χείλη δὲ κατήγορα καὶ συκοφαντίας ἀποστρέφου• πολλάκις γὰρ παῖδας κατὰ πατέρων καὶ πατέρας ἐξέμηνε κατὰ παίδων, καὶ βίον ἔσχισεν συζυγίας, καὶ συγγενεῖς ἐπανέστησε κατ' ἀλλήλων• καὶ τί λέγω; πόλεις ὅλας καὶ οἰκίας ἀνέτρεψε μία φωνὴ συκοφάντου.





Σημειώσεις

35. Ψευδο-Ἰσοκράτης, Πρὸς Δημόνικον 15.



Προηγούμενη Σελίδα