Φώτιος ὁ Μέγας
Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα
Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ
Μελέτη
42. Εἰδὼς δὲ ὡς μεγάλη ροπὴ πρὸς τὴν τῶν ὅλων διοίκησιν ρώμη καὶ τάχος διανοίας, μηδὲ ταύτης ἀφίστασο τῆς ἐπιμελείας. Ἀγχίνουν μὲν γὰρ οὐκ ἔστι γενέσθαι τὸν μὴ φύσει τοῦτο πεφυκότα• μελέτη δὲ καὶ πραγμάτων πεῖρα, πρόχειρον ἐμποιοῦσαι τὴν γνῶσιν, πολλάκις ἐν αὐτοῖς τοῖς ἔργοις ὀξύτερον ἔδειξαν τὸν ἐγγεγυμνασμένον ἢ τοὺς ταύτης τῆς δυνάμεως κατὰ φύσιν μετεσχηκότας. Διὸ φρόνησιν ἀσκεῖν προσήκει διὰ βίου• αὕτη δὲ παραγίνεται μελέτῃ μὲν καὶ μνήμῃ πράξεων πρεσβυτέρων, ὁμιλία δὲ καὶ συνουσίᾳ τῶν περιόντων ἀνδρῶν φρονίμων,(34) καὶ ἐμπειρία δὲ τῶν κατὰ τὸν βίον πρακτέων. Πρᾶξις γὰρ μιμήσει καὶ βουλῆ καὶ διαχειρίσει κράτος συλλαβοῦσα, τῆς ἄνωθεν ροπῆς οὐκ ἀντιπραττούσης, εἰς συμφέρον τέλος ἀποβαίνει.
Σημειώσεις
34. Ἰσοκράτης, Πρὸς Νικοκλέα 13.
|