image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Ἐμμονὴ στὴν πίστη

34. Σὺ τοίνυν, ὦ - τί σε προσειπὼν ἀξίως εἴπω τοῦ πόθου; - τῇ αἴγλῃ τοῦ θείου πνεύματος τὴν ψυχὴν αὐγασθεὶς καὶ πρὸς τὸ τῆς εὐσεβείας φέγγος ἀναχθείς, καὶ ἔργον ἐργασάμενος δι' οὗ πρὸς τὴν τοῦ μεγάλου Κωνσταντίνου πρᾶξιν ἀνυψώθης καὶ μίμησιν, ἔχου τῆς ἀπ ' ἀρχῆς σου γνώμης καὶ βουλῆς καὶ συνέσεως• στῆθι στερρῶς ἐν τῇ πέτρᾳ τῆς πίστεως, ἐν ἧ καλῶς ὑπὸ κυρίου τεθεμελίωσαι(25) ἐποικοδόμει τῇ ὀρθῇ σου πίστει πράξεις ἀγαθὰς καὶ βίου σεμνότητα, μηδὲ ξύλα καὶ χόρτον, μηδὲ καλάμην, εὔφλεκτον τῆς ἁμαρτίας ὕλην καὶ πρὸς καῦσιν μόνην, πρὸς οὐδὲν δὲ χρησιμεύουσαν ἕτερον, ἀλλὰ χρυσὸν καὶ ἄργυρον, τῶν κατορθωμάτων τὰ τίμια• ταῦτα γὰρ καὶ πυρὶ πειρασμῶν δοκιμαζόμενα καθαρώτερα καὶ τιμιώτερα διαδείκνυται.(26) Οὕτω Χριστὸς ὁ κοινὸς δεσπότης ἐγκελεύεται, καρποὺς ἀρετῶν προβάλλειν(27) καὶ μὴ καταισχύνειν τὴν πίστιν διὰ τῶν πράξεων, οὕτω Παῦλος ὁ μέγας τῆς ἐκκλησίας συμβουλεύει διδάσκαλος,(28) οὕτω Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων καὶ τῶν οὐρανίων πυλῶν τὰς κλεῖς ἐμπεπιστευμένος καὶ τὴν εἲσοδον,(29) οὕτω τῶν λοιπῶν ἀποστόλων ὁ θεῖος χορὸς τὴν οἰκουμένην ἐμαθήτευσεν, οὕτως ἡμῶν οἱ πατέρες παρειλήφασιν, οὕτως ἡμῖν τοῖς μετ' ἐκείνους παραδεδώκασιν• οὕτω καὶ ἡμεῖς σοι παραινοῦμεν καὶ συμβουλεύομεν, ἀρεταῖς κοσμεῖν τὴν πίστιν καὶ τῇ πίστει τὰς ἀρετὰς λαμπροτέρας ἀπεργάζεσθαι.

35. Ἐβουλόμην αὐτὸς ἐγώ σοι παρεῖναι καὶ ταῖς πράξεσιν ἐφεστάναι, ἵνα τῶν μὲν καλῶν ἔργων αὐτεπάγγελτον διὰ τῆς ὄψεως λαμβάνων τὴν γνῶσιν, ἔτι μᾶλλον ἐν εὐθυμίᾳ καὶ χαρὰ διακείμενος εἴην, εἰ δέ τι καὶ παράλογον συνέβη, μεθέλκειν ἔχοιμι ραδίως καὶ μεθαρμόζειν ἐκ τοῦ παραχρῆμα πρὸς διόρθωσιν. Ἐπεὶ δὲ ἡ βούλησις τῆς δυνάμεως χηρεύει καὶ πολλὰ τὴν ὁρμὴν ἀνακόπτοντα κωλύει, ὅ μοι λοιπόν ἐστι δυνατόν, γραφῇ τυπῶσαι τὰς παραινέσεις, ὡς καὶ κατ' ἀρχὰς ὑπεσχόμην, ἤδη πειράσομαι.





Σημειώσεις

25. Ματθ. 7, 25. Κόλ. 1,23.

26. Α'Κόρ. 3, 12 ἑ.

27. Ματθ. 12, 33. Λουκᾶ 6,43. Ἰω. 15,4.5,10.

28. Βλ. Γαλ. 5, 22. Ἐφ. 5, 9. Φιλ. 1, 11.

29. Β' Πέτρ. 1,5.



Προηγούμενη Σελίδα