image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

ΕΙΣΑΓΩΓΗ - ΜΕΤΑΦΡΑΣΗ - ΣΗΜΕΙΩΣΕΙΣ: ΠΑΝ. Κ. ΧΡΗΣΤΟΥ
Ἀπὸ περιοδ. ΕΠΟΠΤΕΙΑ, Φεβρουάριος 1992, Ἀθήνα


ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Τῷ περιφανεστάτῳ καὶ περιβλέπτῳ ἠγαπημὲνῳ ἐν κυρίῳ πνευματικῷ υἱῷ Μιχαὴλ τῷ ἐκ θεοΰ ἄρχοντι Βουλγαρίας


Προοΐμιο

1. Αἱ μὲν ἄλλαι χάριτες, περιφανέστατε καὶ ἠγαπημένε ἡμῶν υἱέ, μικράς, καὶ προσκαίρους οἷς προσάγονται τὰς ὠφελείας παρέχουσιν• ὅσαι δὲ πεφύκασιν ψυχὴν βελτίονα ἀπεργάζεσθαι, πλάνης μὲν καθαίρουσαι καὶ παθῶν, τὴν αἴγλην δὲ καὶ λαμπρότητα τῶν ἀρετῶν καὶ τῆς ἀληθείας διαυγάζουσαι, αὖται δὲ ἄρα χάριτές εἰσιν ὡς ἀληθῶς, μεγάλα κέρδη καὶ ἀθάνατα ἀθανάτῳ καὶ θεοειδεῖ πράγματι χορηγοῦσαι, τῇ ψυχῇ, καὶ τὸν ἄσυλον αὐτῇ καὶ οὐράνιον ἐμπορευόμεναι πλοῦτον. Ὧν ἡ τιμιωτάτη καὶ τῶν ἄλλων πρωτεύουσα χάρις ἡ πρὸς τὸ θεῖόν ἐστιν ἀπλανὴς καὶ σωτήριος χειραγωγία, ἣν πρώτη καὶ μόνη χαρίζεται τῆς καθαρᾶς καὶ ἀμωμήτου πίστεως ἡμῶν τῶν Χριστιανῶν ἡ μάθησις καὶ μυσταγωγία. Αὕτη γὰρ τῆς πολυμόρφου πλάνης τὸν ἄνθρωπον ἀπαλλάττουσα καὶ τὰ τῆς καρδίας ὄμματα τῆς ἐκεῖθεν ἀχλύος ἀποκαθαίρουσα, καθαρᾷ ψυχῆς θεωρία τῷ καθαρωτάτῳ κάλλει τῆς λατρείας καθαρῶς ἐνατενίζειν παρέχεται• δι' ἧς εἰς τὴν ὑπὲρ νοῦν οὐσίαν καὶ πάντων αἰτίαν καὶ δημιουργὸν ἀναγόμενοι τὴν ἑνοειδῆ καὶ ὑπέρθεον τῆς τριάδος θεότητα, καθ' ὅσον ἐστὶν ἀνθρώπῳ δυνατόν, ἐνοπτριζόμεθα.

2. Τῆς τηλικαύτης τοίνυν χάριτος καὶ δωρεᾶς τὴν ἔμφρονά σου ψυχὴν εὑρηκότες ἀξίαν (ἐρᾶν γάρ σε ἀρετῆς καὶ εὐσεβείας πεπείσμεθα), τῷ φιλουμένῳ δώρῳ καὶ μεγαλοπρεπεῖ δεξιούμεθα' ἐν ᾧ τῆς ἀχράντου καὶ καθαρᾶς ἡμῶν πίστεως τὸ ἱερὸν καὶ θεόσοφον ἐντάξαντες μάθημα, τὰς ἁγίας καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους, οἰονεὶ χάρακάς τινας καὶ περιβόλους οὔσας τοῦ θείου τούτου καὶ ὀρθοδόξου μαθήματος, σαφεῖ τε καὶ συντόμῳ λόγῳ συμπαρατιθέμεθα, οὐδ' ὅσα βίον ἰθύνουσιν καὶ μαρτυρεῖ τῆς πίστεως τὴν ὀρθότητα παντελῶς ἀποσιγήσαντες. Ὥσπερ γὰρ τὸ πάντα κατ’ ἀρχὰς πειρᾶσθαι λέγειν ἀπειρόκαλον, οὕτω καὶ τὸ μηδὲν εἰπεῖν ἀφιλόκαλον.

3. Δεῖ δὲ τὰς ἀρετὰς τῇ πίστει παραπεπηγέναι καὶ δι’ ἀμφοῖν τὸν σπουδαῖον καταρτίζεσθαι. Καὶ γὰρ δογμάτων μὲν εὐθύτης πολιτείας προβάλλεται κοσμιότητα, πράξεων δὲ καθαρότης πίστεως ἀπαγγέλλει θειότητα• ὧν ἑκάτερον χωρὶς τοῦ ἑτέρου ρᾷον εἴωθεν ὑπορρεῖν καὶ παρασύρεσθαι, μὴ ἀνεχόμενον κατὰ μόνας ψυχαῖς ἀνθρώπων ἐγκατοικίζεσθαι. Ἀλλὰ περὶ μὲν τούτων καὶ ὕστερον• νῦν δέ σοι τὸ ἱερὸν καὶ θεόχρηστον τῆς ἰερᾶς ἡμῶν λατρείας ἀνατιθέμεθα μάθημα.



Προηγούμενη Σελίδα