Home Page

On Line Library of the Church of Greece


Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΙΕΡΑΣ ΠΡΟΘΕΣΕΩΣ

 ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΠΟΛΥΤΟΝΙΚΑ - TO READ POLYTONIC GREEK

Μέλλων ὁ ἱερεὺς τὴν θείαν ἐπιτελεῖν Μυσταγωγίαν, ὀφείλει προηγουμένως μὲν κατηλλαγμένος εἶναι μετὰ πάντων καὶ μὴ ἔχειν τι κατά τινος· καὶ καρδίαν δέ, ὅση δύναμις, ἀπὸ πονηρῶν τηρῆσαι λογισμῶν, ἐγκρατεύεσθαί τε μικρὸν ἀφ' ἑσπέρας καὶ ἐγρηγορηκῶς διάγειν μέχρι τοῦ τῆς Ἱερουργίας καιροῦ. Τοῦ δὲ καιροῦ ἐπιστάντος ὁ ἱερεὺς καὶ ὁ διάκονος ἐξέρχονται τοῦ ἱεροῦ Βήματος καὶ ποιήσαντες μετάνοιαν πρὸ τοῦ ἀρχιερατικοῦ θρόνου, ἔρχονται ἔμπροσθεν τῆς Ὡραίας Πύλης καὶ προσκυνοῦσι τρὶς λέγοντες ἕκαστος καθ' ἑαυτόν:

 

Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.

 

Εἶτα λέγει ὁ διάκονος:

 

Εὐλόγησον Δέσποτα.

 

Ὁ ἱερεύς:

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ διάκονος:

 

μήν.

 

Ὁ ἱερεύς:

 

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε...

 

Ὁ διάκονος:

 

μήν. Ἅγιος ὁ Θεός (τρίς).  Δόξα...  Καὶ νῦν...   Παναγία Τριάς...  Κύριε, ἐλέησον (τρίς). Δόξα...  Καὶ νῦν...  Πάτερ ἡμῶν...

 

Ὁ ἱερεύς:

 

τι σοῦ ἐστιν ἡ Βασιλεία...

 

Ὁ διάκονος:

 

μήν.

 

Εἶτα λέγουσι τὰ τροπάρια ταῦτα μετὰ κατανύξεως.

Ὁ ἱερεύς:

 

λέησον ἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

 

Ὁ διάκονος:

 

Δόξα Πατρί...  Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ' ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

 

Ὁ ἱερεύς:

 

Καὶ νῦν...  Τῆς εὐσπλαγχνίας τὴν πύλην, ἄνοιξον ἡμῖν, εὐλογημένη θεοτόκε· ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν· ρυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

 

(Τούτου δὲ λεγομένου ἀνοίγεται ἡ Ὡραία Πύλη).

 

Ὁ διάκονος:

 

Κύριε ἐλέησον (ιβ΄). Δόξα, Καὶ νῦν.

 

Καὶ ποιοῦσι σταυροὺς καὶ μετανοίας τρεῖς. Εὐθὺς δὲ ἀσπαζόμενοι τὴν εἰκόνα τοῦ Χριστοῦ, λέγουσι:

 

Τὴν ἄχραντον εἰκόνα σου προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ σταυρῷ ἵνα ρύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ. Ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

 

Καὶ τὴν εἰκόνα τῆς Θεοτόκου λέγοντες:

 

Εὐσπλαγχνίας ὑπάρχουσα πηγὴ συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε· βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες τὸ Χαῖρε βοῶμέν σοι, ὥς ποτε ὁ Γαβριήλ, ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.

 

Τὴν δὲ τοῦ Προδρόμου εἰκόνα λέγοντες:

 

Μνήμη δικαίου μετ' ἐγκωμίων· σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον· Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν Ἄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

 

Εἶτα ἀσπαζόμενοι τὴν εἰκόνα τοῦ ἁγίου τοῦ Ναοῦ λέγουσι τὸ Ἀπολυτίκιον αὐτοῦ. Μετὰ δὲ τὸν ἀσπασμὸν τῶν ἁγίων εἰκόνων ἔρχονται ἔμπροσθεν τῆς Ὡραίας Πύλης. Καὶ λέγει ὁ διάκονος:

 

Τοῦ Κυρίου δεηθῶμεν, Κύριε ἐλέησον.

 

Καὶ ὁ ἱερεὺς ὑποκλινόμενος ἀσκεπὴς λέγει τὴν εὐχήν:

 

Κύριε, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους κατοικητηρίου σου καὶ ἐνίσχυσόν με εἰς τὴν προκειμένην διακονίαν σου· ἵνα ἀκατακρίτως παραστὰς τῷ φοβερῷ σου βήματι, τὴν ἀναίμακτον ἱερουργίαν ἐπιτελέσω. Ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ διάκονος:

 

μήν.

 

Καὶ ὁ ἱερεὺς ποιεῖ μικρὰν ἀπόλυσιν. 

 

Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

 

Ὁ διάκονος:

 

Δόξα...  Καὶ νῦν...  Κύριε ἐλέησον (γ΄), Δέσποτα, ἅγιε, εὐλόγησον.

 

Ὁ ἱερεύς:

 

(...) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου, οὗ τὴν θείαν Λειτουργίαν ἐπιτελέσομεν, τοῦ ἁγίου... (τοῦ Ναοῦ), τοῦ ἁγίου... (τῆς ἡμέρας), οὗ τὴν μνήμην ἐπιτελοῦμεν καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

 

Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

Ὁ διάκονος:

 

μήν. 

 

Μετὰ τὴν ἀπόλυσιν, στραφέντες πρὸς δυσμᾶς καὶ ὑποκλίναντες ἀμφότεροι τὴν κεφαλὴν πρὸς τὸν λαόν, εἰσέρχονται εἰς τὸ θυσιαστήριον λέγοντες ἕκαστος:

 

Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.[1]

 

Καὶ προσκυνήσαντες τρὶς πρὸ τῆς ἁγίας Τραπέζης, ἀσπάζονται τὸ ἅγιον Εὐαγγέλιον καὶ τὴν ἁγίαν Τράπεζαν. Εἶτα λαμβάνει ἕκαστος τὰ ἱερὰ αὐτοῦ ἄμφια καὶ προσκυνεῖ τρὶς κατὰ ἀνατολὰς λέγων τὸ

 

Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.[2]

 

Εἶτα ὁ διάκονος προσέρχεται τῷ ἱερεῖ κρατῶν τὸ στιχάριον, τὸ ὀράριον καὶ τὰ ἐπιμανίκια καὶ λέγει:

 

Εὐλόγησον, Δέσποτα, τὸ στιχάριον σὺν τῷ ὀραρίῳ.

 

Ὁ δὲ ἱερεὺς σφραγίζων αὐτὰ λέγει:

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Άμήν.

 

Καὶ ἀσπαζόμενος ὁ διάκονος τὴν δεξιὰν τοῦ ἱερέως, ὑποχωρεῖ εἰς τὸ διακονικὸν καὶ ἐνδύεται. Ὁ δὲ ἱερεὺς λαβὼν τὸ στιχάριον, προσκυνήσας τρὶς κατὰ ἀνατολάς, εὐλογῶν αὐτὸ σταυροειδῶς, λέγει:

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Καὶ ἐνδύεται αὐτὸ λέγων:

 

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον. Ἀγαλλιάσεται ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με· ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.[3]

 

Εἶτα σφραγίσας περιτίθεται τὰ ἐπιμάνικα. Καὶ εἰς μὲν τὸ δεξιὸν λέγει:

 

δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύι· ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς· καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους·[4] πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ἐν δὲ τῷ ἀριστερῷ λέγει:

 

Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου·[5] πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Εἶτα σφραγίσας καὶ περιτιθέμενος τὸ ἐπιτραχήλιον λέγει:

 

Εὐλογητὸς ὁ Θεός, ὁ ἐκχέων τὴν χάριν αὐτοῦ ἐπὶ τοὺς ἱερεῖς αὐτοῦ· ὡς μῦρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·[6] πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Εἶτα λαβὼν τὴν ζώνην καὶ εὐλογήσας αὐτὴν λέγει περιζωννύμενος:

 

Εὐλογητὸς ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου·[7] πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Εἶτα λαβὼν τὸ φελόνιον καὶ εὐλογήσας αὐτὸ ἐνδύεται λέγων:

 

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται·[8] πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁμοίως ἐνδύεται καὶ ὁ Διάκονος, ἐν μὲν τῷ στιχαρίῳ λέγων· Ἀγαλλιάσεται ἡ ψυχή μου...  Ἐν δὲ τοῖς ἐπιμανικίοις· Ἡ δεξιά σου, Κύριε...  Αἱ χεῖρές σου...  Ἐν δὲ τῷ Ὀραρίῳ· Ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ἡμῖν, ἔσται ὑμῶν διάκονος.

 

Εἶτα ἀπελθόντες εἰς τὸ χωνευτήριον νίπτουσι τὰς χεῖρας λέγοντες ἕκαστος κατ' ἰδίαν τὸν ἑξῆς ψαλμόν:

 

Νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι· ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με, Κύριε, καὶ ἐλέησόν με. Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.[10]

 

Εἶτα ὁ διάκονος ἀπελθὼν ἐν τῇ ἱερᾷ Προθέσει εὐτρεπίζει τὰ ἱερὰ σκεύη. Καὶ θέτει τὸν μὲν ἅγιον Δίσκον ἐν τῷ ἀριστερῷ μέρει, τὸ δὲ ἅγιον Ποτήριον ἐν τῷ δεξιῷ. Καὶ τὰ ἄλλα σὺν αὐτοῖς. Εἶτα ποιοῦσιν ἀμφότεροι προσκυνήματα τρία ἔμπροσθεν τῆς ἁγίας Προθέσεως λέγοντες καθ' ἑαυτούς:

 

Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με (ἐκ τρίτου).

 

Ὁ ἱερεύς:

 

τοιμάζου Βηθλεέμ· ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γὰρ ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν· ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν ἀναστήσων εἰκόνα.[11]

 

Καὶ λαβὼν ὁ ἱερεὺς τὴν προσφορὰν καὶ τὴν ἁγίαν λόγχην ὑψώνει αὐτὴν μέχρι τοῦ μετώπου του. Μετὰ πολλοῦ δὲ φόβου καὶ κατανύξεως ἄρας τὸ ὄμμα εἰς τὸν οὐρανὸν λέγει:

 

ξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου αἵματι· τῷ Σταυρῷ προσηλωθεὶς καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις· Σωτὴρ ἡμῶν δόξα σοι.[12]

 

Εἶτα ὁ διάκονος:

 

Εὐλόγησον, Δέσποτα.

 

Καὶ ὁ ἱερεύς:

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν· πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Εἶτα ὁ ἱερεὺς λαβὼν τὴν προσφορὰν καὶ σφραγίζων μετὰ τῆς ἁγίας λόγχης τρίς, λέγει:

 

Εἰς ἀνάμνησιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ·

 

καὶ ὁ διάκονος συμπληρώνει:

 

Πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Καὶ τοῦτο εἰπὼν πήγνυσι τὴν ἁγίαν λόγχην ἐν τῷ δεξιῷ μέρει τῆς σφραγῖδος καὶ ἀνατέμνων λέγει:

 

ς πρόβατον ἐπὶ σφαγὴν ἤχθη.

 

Ἐν δὲ τῷ ἀριστερῷ:

 

Καὶ ὡς ἀμνὸς ἄμωμος ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.

 

Ἐν δὲ τῷ ἄνω μέρει τῆς σφραγῖδος λέγει:

 

ν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη.

 

Ἐν δὲ τῷ κάτω μέρει:

 

Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;

 

Ὁ δὲ διάκονος ἐν ἑκάστῃ ἀνατομῇ λέγει:

 

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

 

Μετὰ ταῦτα ὁ διάκονος:

 

παρον δέσποτα.

 

Καὶ ὁ ἱερεὺς αἴρει τὸν Ἀμνὸν λέγων.

 

τι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.[13]

 

Καὶ τίθησιν ὁ ἱερεὺς τὸν Ἀμνὸν ὕπτιον ἐν τῷ ἁγίῳ δίσκῳ. Καὶ τοῦ διακόνου εἰπόντος:

 

Θῦσον δέσποτα

 

θύει, ἤτοι κόπτει αὐτὸν καθέτως, λέγων:

 

Θύεται ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας.[14]

 

Πάλιν ὁ διάκονος:

 

Σταύρωσον δέσποτα.

 

Καὶ ὁ ἱερεὺς θύει πάλιν τὸν Ἀμνὸν ὁριζοντίως, ὥστε ἡ τομὴ νὰ σχηματίσῃ σταυρόν, λέγων:

 

Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυρρανίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος, ἔσωσας ἡμᾶς· δόξα σοι.

 

Καὶ τοῦ διακόνου εἰπόντος:

 

Νῦξον Δέσποτα

 

νύττει ὁ ἱερεὺς τὸν Ἀμνὸν διὰ τῆς λόγχης ἐν τῷ δεξιῷ μέρει, ἐπιλέγων:

 

Εἷς τῶν στρατιωτῶν λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἔνυξε· καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε καὶ ἀληθινή ἐστιν ἡ μαρτυρία αὐτοῦ.[15]

 

Ὁ δὲ διάκονος ἐγχέων τῷ ἁγίῳ ποτηρίῳ ἐκ τοῦ νάματος ὁμοῦ καὶ τοῦ ὕδατος τὸ ἀρκοῦν, λέγει:

 

Εὐλόγησον δέσποτα τὴν ἁγίαν ἕνωσιν.

 

Καὶ ὁ ἱερεὺς εὐλογῶν λέγει:

 

Εὐλογημένη ἡ ἕνωσις τῶν ἁγίων σου, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁ ἱερεὺς λαβὼν ἐν ταῖς χερσὶ τὴν αὐτὴν ἢ δευτέραν προσφορὰν χαράττει ἐν αὐτῇ μικρὰν τρίγωνον σφραγῖδα, διὰ τῆς λόγχης, εἰς τιμὴν τῆς Θεοτόκου, λέγων:

 

Εἰς τιμὴν καὶ μνήμην τῆς ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἧς ταῖς πρεσβείαις πρόσδεξαι Κύριε τὴν θυσίαν ταύτην εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον.

 

Αἴρων δὲ τὴν μερίδα ταύτην διὰ τῆς λόγχης τίθησιν αὐτὴν ἐν τῷ δεξιῷ μέρει τοῦ Ἀμνοῦ, λέγων:

 

Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.[16]

 

Εἶτα λαβὼν ἐκ τῆς ἰδίας ἢ τρίτης προσφορᾶς σφραγῖδα καὶ αἴρων ἐξ αὐτῆς μερίδα, τίθησιν ἐν τῷ ἀριστερῷ μέρει τοῦ Ἀμνοῦ, λέγων:

 

Εἰς τιμὴν καὶ μνήμην τῶν παμμεγίστων ταξιαρχῶν Μιχαὴλ καὶ Γαβριὴλ καὶ πασῶν τῶν ἐπουρανίων Δυνάμεων ἀσωμάτων.

 

Εἶτα αἴρων τὰς ἀναλόγους μερίδας λέγει:

 

Τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων προφητῶν Μωϋσέως καὶ Ἀαρών, Ἠλιοῦ, Ἐλισσαίου, Δαβὶδ καὶ Ἰεσσαί· τῶν ἁγίων τριῶν Παίδων, Δανιὴλ τοῦ Προφήτου καὶ πάντων τῶν ἁγίων Προφητῶν.

 

Τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων Πέτρου καὶ Παύλου, τῶν Δώδεκα καὶ τῶν Ἑβδομήκοντα καὶ πάντων τῶν ἁγίων Ἀποστόλων.

 

Τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Άθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας, Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Νεκταρίου Πενταπόλεως καὶ πάντων τῶν ἁγίων Ἱεραρχῶν.

 

Τοῦ ἁγίου ἐνδόξου πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου, τῶν ἁγίων ἐνδόξων μεγάλων μαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου· τῶν ἁγίων ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων μαρτύρων γυναικῶν Θέκλης, Βαρβάρας, Αἰκατερίνης, τῆς πανευφήμου Εὐφημίας καὶ πάντων καὶ πασῶν τῶν ἁγίων Μαρτύρων.

 

Τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου, Εὐθυμίου, Σάββα τοῦ ἡγιασμένου, Ὀνουφρίου, Ἀθανασίου τοῦ ἐν Ἄθῳ, τῆς ὁσίας μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας καὶ πάντων καὶ πασῶν τῶν Ὁσίων.

 

Τῶν ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου καὶ  πάντων τῶν ἁγίων Ἀναργύρων.

 

Τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), τοῦ ἁγίου (τοῦ Ναοῦ, ἐφ' ὅσον δὲν ἐμνημονεύθη) καὶ πάντων τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ Θεός.

 

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.

 

Εἶτα ἐξάγων μερίδας λέγει:

 

Μνήσθητι Δέσποτα φιλάνθρωπε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ τάγματος, τῶν ἀδελφῶν καὶ συλλειτουργῶν ἡμῶν καὶ πάντων τῶν ἀδελφῶν ἡμῶν, οὓς προσεκαλέσω εἰς τὴν σὴν κοινωνίαν διὰ τῆς σῆς εὐσπλαγχνίας Πανάγαθε Δέσποτα.

 

Καὶ αἴρων μερίδα τίθησιν αὐτὴν ὑποκάτω τοῦ ἁγίου Ἄρτου. Καὶ μνημονεύει τοῦ χειροτονήσαντος αὐτὸν Ἀρχιερέως, εἴ περ ἐστιν ἐν τοῖς ζῶσιν, καὶ ἑτέρων ὧν ἔχει ζώντων κατ' ὄνομα· καὶ οὕτως αἴρων τίθησι τὰς μερίδας ὑποκάτω. Λαβὼν δὲ ἑτέραν σφραγῖδα λέγει:

 

πὲρ μνήμης καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν μακαρίων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ τῆς ἁγίας Μονῆς) ταύτης.

 

Εἶτα μνημονεύει καὶ ἑτέρων ὧν ἔχει κεκοιμημένων κατ' ὄνομα καὶ τοῦ χειροτονήσαντος αὐτὸν Ἀρχιερέως, εἰ οὐκ ἔστιν ἐν τοῖς ζῶσιν. Τελευταῖον δὲ ἐπιλέγει:

 

Καὶ πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου τῶν τῇ σῇ κοινωνίᾳ κεκοιμημένων ὀρθοδόξων πατέρων καὶ ἀδελφῶν ἡμῶν, φιλάνθρωπε Κύριε.

 

Καὶ αἴρων τίθησι τὰς μερίδας τῶν ὧν περ μνημονεύει. Ὡσαύτως δὲ καὶ ὁ διάκονος μνημονεύει ὧν θέλει ζώντων καὶ τεθνεώτων τοῦ ἱερέως αἴροντος καὶ ὑπὲρ αὐτῶν μερίδας. Τελευταῖον δὲ λέγει ὁ ἱερεύς:

 

Μνήσθητι Κύριε καὶ τῆς ἐμῆς ἀναξιότητος καὶ συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

 

Καὶ λαβὼν τὴν μοῦσαν συστέλλει τὰς μερίδας τὰς ἐν τῷ ἁγίῳ Δισκαρίῳ, ὥστε εἶναι ἐν ἀσφαλείᾳ καὶ μὴ ἐκπεσεῖν τι. Εἶτα ὁ διάκονος λαβὼν τὸ θυμιατήριον λέγει τῷ ἱερεῖ:

 

Εὐλόγησον δέσποτα τὸ θυμίαμα.

 

Καὶ ὁ ἱερεὺς εὐλογεῖ αὐτὸ λέγων:

 

Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ὃ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος.

 

Ὁ διάκονος:

 

Τοῦ Κυρίου δεηθῶμεν. Στερέωσον, Δέσποτα.

 

Ὁ ἱερεὺς λαμβάνει τὸν ἀστερίσκον καὶ θέτει αὐτὸν ἐπάνω τοῦ Ἀμνοῦ λέγων:

 

λθὼν ὁ ἀστὴρ ἔστη ἐπάνω, οὗ ἦν τὸ παιδίον κείμενον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ.[17]

 

Ὁ διάκονος:

 

Τοῦ Κυρίου δεηθῶμεν. Εὐπρέπισον, Δέσποτα.

 

Ὁ ἱερεὺς θυμιῶν τὸ πρῶτον κάλυμμα, καλύπτει δι' αὐτοῦ τὸν Ἀμνὸν σὺν τῷ Δισκαρίῳ, λέγων:

 

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.[18]

 

Ὁ διάκονος:

 

Τοῦ Κυρίου δεηθῶμεν. Κάλυψον, Δέσποτα.

 

Καὶ ὁ ἱερεὺς θυμιῶν τὸ δεύτερον κάλυμμα, καλύπτει δι' αὐτοῦ τὸ ἅγιον Ποτήριον, λέγων:

 

κάλυψεν οὐρανοὺς ἡ ἀρετή σου, Χριστέ, καὶ τῆς αἰνέσεώς σου πλήρης ἡ γῆ.[19]

 

Ὁ διάκονος:

 

Τοῦ Κυρίου δεηθῶμεν. Σκέπασον, Δέσποτα.

 

Ὁ ἱερεὺς θυμιῶν τὸ τρίτον κάλυμμα καὶ σκεπάζων δι' αὐτοῦ τό τε ἅγιον Δισκάριον καὶ τὸ ἅγιον Ποτήριον, λέγει:

 

Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου· ἀποδίωξον ἀφ' ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον·[20] εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

 

Ὁ διάκονος:

 

Εὐλόγησον, Δέσποτα.

 

Καὶ ὁ ἱερεὺς λαβὼν τὸ θυμιατήριον, θυμιᾶ τὴν Πρόθεσιν λέγων ἐκ τρίτου τό:

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας· δόξα σοι.

 

Ὁ δὲ διάκονος ἐν ἑκάστῃ ἐπιλέγει:

 

Πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Λαβὼν δὲ ὁ διάκονος τὸ θυμιατήριον λέγει:

 

πὶ τῇ ἁγίᾳ καὶ ἱερᾷ Προθέσει τῶν τιμίων Δώρων. Τοῦ Κυρίου δεηθῶμεν.

 

Καὶ ὁ ἱερεὺς λέγει μετὰ συντριβῆς καρδίας τὴν εὐχήν:

 

Θεός, ὁ Θεὸς ἡμῶν, ὁ τὸν οὐράνιον ἄρτον, τὴν τροφὴν τοῦ παντὸς κόσμου, τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστὸν ἐξαποστείλας, σωτῆρα καὶ λυτρωτὴν καὶ εὐεργέτην, εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς· Αὐτὸς εὐλόγησον τὴν Πρόθεσιν ταύτην καὶ πρόσδεξαι αὐτὴν εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον. Μνημόνευσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, τῶν προσενεγκόντων καὶ δι' οὓς προσήγαγον· καὶ ἡμᾶς ἀκατακρίτους διαφύλαξον ἐν τῇ ἱερουργίᾳ τῶν θείων σου μυστηρίων. Ὅτι ἡγίασται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Εἶτα ποιεῖ τὴν ἀπόλυσιν ἐν τῇ Προθέσει καὶ μετ' αὐτὴν θυμιᾷ τὴν ἁγίαν Πρόθεσιν, τὴν ἁγίαν Τράπεζαν, σταυροειδῶς καὶ τὸ Ἱερατεῖον καὶ τὸν λαόν, λέγων καθ' ἑαυτὸν τὰ τροπάρια:

 

ν τάφῳ σωματικῶς, ἐν Ἅδου δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

 

Δόξα Πατρί...  Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος ὄντως καὶ παστάδος πάσης βασιλικῆς ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

 

Καὶ νῦν...  Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶ ὑπάρχεις πανάμωμε Δέσποινα.

 

Καὶ ἀποθέτει τὸ θυμιατόν. Ψαλλομένου δὲ τοῦ Ἀπολυτικίου τοῦ Ὄρθρου, ὁ διάκονος, τὴν κεφαλὴν ὑποκλίνας τῷ ἱερεῖ, λέγει:

 

Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· εὐλόγησον, Δέσποτα ἅγιε.[21]

 

Ὁ ἱερεὺς ἐπιθεὶς τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, λέγει:

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ διάκονος:

 

μήν. Εὖξαι ὑπὲρ ἐμοῦ, Δέσποτα ἅγιε.

 

Ὁ ἱερεύς:

 

Κατευθῦναι Κύριος τὰ διαβήματά σου εἰς πᾶν ἔργον ἀγαθόν.

 

Ὁ διάκονος:

 

Μνήσθητί μου, Δέσποτα ἅγιε.

 

Ὁ ἱερεύς:

 

Μνησθείη σου Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.[22]

 

Ὁ διάκονος:

 

μήν.

 

Ὁ δὲ ἱερεὺς προσκυνήσας τρὶς λέγει ταπεινῇ τῇ φωνῇ:

 

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (τρίς. Εἶτα:).[23] Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς).[24]

 

Καὶ οὕτως ἄρχονται τῆς θείας Λειτουργίας.


 

 

Σημειώσεις


[1] Ψαλμ. 5.8.

[2] Λουκ. 18.13.

[3] Ἡσ. 61.10.

[4] Ἔξ. 15.6-7.

[5] Ψαλ. 118.73.

[6] Ψαλ. 132.2.

[7] Ψαλ. 17.33.

[8] Ψαλ. 131.9.

[10] Ψαλ. 25.6-12.

[11] Ἀπολυτίκιον Χριστουγέννων προεόρτιον.

[12] Ἀπολυτίκιον Μεγάλης Παρασκευῆς.

[13] Ἡσ. 53.7-8.

[14] Ἰω. 1.29, 6.51

[15] Ἰω. 19.34-35.

[16] Ψαλ. 44.10.

[17] Ματ. 2.9.

[18] Ψαλ. 92.1.

[19] Ἀβακ. 3.3.

[20] Ψαλ. 16.8.

[21] Ψαλ. 118.126.

[22] Λουκ. 23.42.

[23] Λουκ. 2.14.

[24] Ψαλ. 50.17.

 

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Αρχική σελίδα  |  Επόμενη σελίδα

 

MYRIOBIBLOS HOME  |  TOP OF PAGE